- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:149.14-150.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德《形而上学》小阿尔法卷第2章开篇(994a1)论述原因在直线或种类上皆非无限之际,亚历山大将其与前章真理论相联系,结合具体例证阐释了四种原因中“直线上的无限”之含义,并厘清了它与种类无限及时间无限的区别。
" Ἀλλὰ μὴν ὅτι ἔστι τις ἀρχὴ καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων, οὔτ’ εἰς εὐθυωρίαν οὔτε κατ’ εἶδος, δῆλον." Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τῆς τῶν αἰτίων γνώσεως γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστήσας ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, οὔσῃ τἀληθοῦς θεωρητικῇ, ἐπεὶ τὰ αἴτια τοῦ εἶναι τοῖς ἀϊδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τῶν αἰτίων· οὕτω γὰρ οὐκ ἂν εἴη γνωστὰ τὰ αἴτια, ἀλλ’ οὐδὲ εἴη τι τὴν ἀρχὴν1 αἴτιον, ὡς δείξει. διὰ δὲ τοῦ δεικνύναι ὅτι οὐκ ἄπειρα τὰ αἴτια, δείκνυται αὐτῷ καὶ ὅτι ἔστι τὴν ἀρχὴν καὶ ὅτι γνωστά. φησὶ δὲ μήτε κατ’ εὐθυωρίαν τὰς ἀρχὰς καὶ αἰτίας ἀπείρους εἶναι δύνασθαι μήτε κατ’ εἶδος. ἔστι δὲ κατ’ εὐθυωρίαν μὲν ἄπειρα, εἴ τις ἐπὶ τοῦ ληφθέντος αἰτίου καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλο τι προαναβεβηκὸς πάλιν αἴτιον λέγοι, ὡς εἶναι ἐπὶ μὲν τῆς ὑλικῆς αἰτίας ἀεὶ τοῦδέ τινος ὕλην ἄλλην τινὰ ὕλην ἔχουσαν, κἀκείνην πάλιν ἄλλην, καὶ τοῦτο ἐπ’ ἄπειρον, μηδεμιᾶς οὔσης ἐσχάτης ὕλης, ἣ οὐκέτ’ ἐξ ὕλης ἐστίν· οἷον, ὡς αὐτὸς παρέθετο, εἰ εἴη τῆς μὲν σαρκὸς ὕλη γῆ, τῆς δὲ γῆς ἀήρ, τοῦ ἀέρος πῦρ, τοῦ δὲ πυρὸς ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ ἐπὶ τῆς ποιητικῆς πάλιν αἰτίας, ἣν αὐτὸς εἶπεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ὁμοίως, ὡς τόδε μὲν τοῦδέ τινος ποιητικὸν εἶναι καὶ κινητικὸν αἴτιον, αὐτοῦ δὲ τούτου πάλιν ἄλλο, κἀκείνου πάλιν ὁμοίως ἄλλα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οἷον αὐτὸς πάλιν δεικνὺς παρέθετο, εἰ εἴη τοῦ μὲν ἀνθρώπου κινητικὸν αἴτιον ὁ ἀήρ, τοῦ δὲ ἀέρος ὁ ἥλιος, τοῦ δὲ ἡλίου πάλιν τὸ νεῖκος καὶ τοῦ νείκους αὖ πάλιν ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῆς κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἰτίας, ὡς εἶναι τῶν τελῶν τῶν λαμβανομένων ἕκαστον ἄλλου χάριν γιγνόμενον καὶ ἐπὶ ἄλλο τι τέλος ἀναφερόμενον, ὡς μὴ εἶναί τι ἔσχατον, οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου καὶ ὡς αὐτὸς λέγει τοῦ τί ἦν εἶναι, εἰ πάλιν καὶ ἐπὶ τούτων ἑκάστου τῶν λαμβανομένων εἰδῶν ἄλλο τι εἶδος εἴη, οἷον ζῴου μὲν εἶδος ψυχή, ψυχῆς δὲ ἄλλο τι, φέρε εἰπεῖν οἷον νοῦς, νοῦ δὲ πάλιν ἄλλο τι. τοιαύτη μὲν ἡ κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρία, ἡ δὲ κατ’ εἶδος, εἰ μὴ τέσσαρα εἴη εἴδη τῶν αἰτίων, ὡς αὐτὸς ἔδειξεν, ἤ τις ἄλλος ἀριθμὸς ὡρισμένος, ἀλλ’ εἴη ἄπειρα, ὡς φέρε εἰπεῖν οἱ ὑποτιθέμενοι ἐν ταῖς ἀρχαῖς ἀπείρους σχημάτων διαφοράς. ὅτι δὲ κατὰ μηδέτερον τῶν τρόπων τούτων οἷόν τε ἄπειρα εἶναι αἴτια, δείκνυσι, καὶ πρῶτόν γε ὅτι ἀδύνατόν ἐστιν εἶναι κατ’ εὐθυωρίαν ἄπειρα τὰ αἴτια παρίστησι. δεῖ δὲ τὴν κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν,2 μὴ τὴν κατὰ χρόνον ἀπειρίαν λαμβάνοντα καὶ οὕτως ἀεὶ τοῦ γεγονότος ἔκ τινος τὸ αἴτιον λαμβάνοντα· οὕτω μὲν γὰρ ἀνάγκη ἐπ’ ἄπειρον τὴν ἄνοδον εἶναι, ἀπείρου τε τοῦ χρόνου οὕτως ὄντος καὶ ἀϊδίου τοῦ κόσμου· ἡ γὰρ τοιαύτη λῆψις οὐκ αἰτίων δείκνυσιν ἀπειρίαν ἀλλὰ χρόνου. ἡ δὲ τῶν αἰτίων ἀπειρία δείκνυοιτο ἄν, εἰ ἐπ’ ἄπειρον ἄλλο πρὸ ἄλλου αἴτιον κατὰ τὸ εἶδος διαφέρον λαμβάνοιτο, ἐπεὶ τῆς γε ἀδιαλείπτου γενέσεως τῆς ἐν τῷ ἀπείρῳ χρόνῳ τὰ αὐτὰ αἴτια ὄντα δείκνυται.
“然而显而易见的是,存在着某种本原,并且存在者之原因无论在直线上还是在种类上都不是无限的。” 在指出理论哲学是关于真理的知识(这知识是通过对原因的认识而产生的),并指出原因尤其最为真实,从而通过这些论述确立了对作为真理观照者的理论哲学而言认识原因是必然的之后,由于对于存在者中的永恒之物而言其存在的原因尤其最为真实,[亚里士多德]便必然且承接前述内容地证明:存在着某些原因,并且在它们之中存在着某种本原,即第一原因,而且原因的推演绝非至于无限;因为若如此,原因将不可认识,甚至如他将要证明的那样,根本不会有任何原因存在。而通过证明原因不是无限的,他也证明了原因根本上是存在的并且是可被认识的。他说本原和原因既不能在直线上是无限的,也不能在种类上是无限的。所谓在直线上是无限的,是指在每种原因中所设定的原因上,如果有人又述及另一个更在先上升的原因,以至于就质料因而言,这一具体事物的质料总是具有另一种质料,而那一种又具有另一种,如此以至无限,不存在任何不再是由质料构成的终极质料;例如,正如他自己举出的那样,如果肉的质料是土,土的[质料]是气,气的[质料]是火,火的[质料]是另一种东西,如此以至无限。而在动力因(即他自己所称的“运动本原之所由出者”)上同样也是如此,即这是某一具体事物的动力因和推动原因,而对于它自身又有另一个,对于那一原因同样又有其他原因,如此以至无限;例如他自己在论证时再次举出的那样,如果人的推动原因是气,气的[推动原因]是太阳,太阳的[推动原因]又是“争吵”,而对于“争吵”又另有其他,如此以至无限。关于目的和“为了何物”的原因的道理也是相同的,即所设定的各个目的都是为了另一个目的而生成,并归向另一个目的,以致不存在任何终极的目的(其他事物皆为其缘故而存在,它自身却不为任何事物)。在形式因以及他所称的“什么是其所是”上同样如此,如果在这些所设定的形式中的每一个上又存在另一种形式,例如动物的形式是灵魂,灵魂的[形式]是另一种东西,比如智性,而智性的[形式]又是另一种东西。原因在直线上的无限就是这类的。而所谓在种类上的无限,则是指原因的种类并非如他所证明的是四种,亦非某个其他确定的数目,而是无限的,例如那些在各本原中假定有无限多种形状差异的人们那样。而他证明了,原因在这两种方式的任何一种上都是不可能为无限的,并且首先确立了原因在直线上是无限的乃是不可能的。然而,在反驳原因在直线上是无限的这一说法时,不可采纳依照时间的无限,并以此方式总是取从某物中生成之物的原因;因为按这种方式,由于时间如此无限且宇宙是永恒的,向上追溯必然至于无限;因为这种做法所表明的不是原因的无限,而是时间的[无限]。相反,如果无限地逐个向前设定在种类上有差异的原因,原因的无限才会显现出来,因为在无限的时间中不间断生成的各个原因已被证明是相同的。
- 2.9τὴν ἀρχὴν
宾格作状语,与否定词连用时意为“根本”、“绝”。在 οὐδὲ εἴη τι τὴν ἀρχὴν αἴτιον 中与 οὐδέ 配合,表示完全否定:“根本不会有任何原因存在”。
- 2.9τὴν κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν
先行先取构式(prolepsis)。逻辑上作为 ὅτι 从句主语的名词短语 τὴν κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν,被提前置于主动词 ἐλέγχειν 的直接宾格位置(意为“必须反驳原因在直线上是无限的这一说法”)。
