- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:13.27-15.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释了第一原因之所以在最高程度上可认知的理由,进而探讨了认识目的(善)的科学乃是最具统治性的科学这一论点,说明了作为对第一原因和原理进行审视的智慧为何是最高的统辖性知识。
ὅτι δὲ μάλιστα ἐπιστητά, ἔδειξε παραθέμενος τὸ ὅτι αἱ ἀποδείξεις ἐκ τῶν πρώτων, διὰ δὲ ἀποδείξεως ἡ τῶν ἐπιστητῶν γνῶσις· ὥστε τὰ πρῶτα αἴτια εἴη ἂν καὶ τοῖς ἄλλοις τοῖς ἀποδεικτοῖς τε καὶ ἐπιστητοῖς αἴτια τοῦ ἐπιστητοῖς εἶναι, ἀλλ’ οὐ ταῦτα ἐκείνοις· ὕστερον γὰρ ταῦτα, οὐδεμία δὲ ἀπόδειξις δι’ ὑστέρων. ἔτι πᾶσιν αἴτια τοῖς ἐπιστητοῖς τοῦ εἶναι ἐπιστητοῖς ταῦτα, εἴγε καὶ αἱ τῶν ἐπιστημῶν ἀρχαὶ ταύτας ἀρχὰς ἔχουσιν. Ἀλλὰ καὶ ἀρχικωτάτη τῶν ἐπιστημῶν ἡ τῶν κυριωτάτων αἰτίων γνωστική. ταῦτα δέ ἐστι τὰ ὧν ἕνεκα τὰ ἄλλα ἔστιν. ἀρχικωτέρα γὰρ ἐν ἅπασιν ἡ γνωρίζουσα τίνος ἕνεκα ἕκαστον δεῖ ποιεῖν τῶν γιγνομένων τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ὑπάρχει ἐπὶ ἀρχιτεκτονικῆς. εἰπὼν δὲ ἡ γνωρίζουσα τίνος ἕνεκα πρακτέον ἕκαστόν ἐστι, τὸ τοιοῦτον αἴτιον οὗ ἕνεκεν αἰτίου ἕκαστον πρακτέον ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τἀγαθόν· τοιοῦτο γὰρ τὸ τελικὸν αἴτιον, ὡς εἶπε καὶ τῶν Νικομαχείων Ἠθικῶν ἀρχόμενος· “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”. τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἁπάντων αἴτιον· πάντα γὰρ ἐκείνου χάριν ἔστι τε καὶ γίγνεται τὰ φύσει γιγνόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς· ὥστε ἡ τοῦ τοιούτου ἀγαθοῦ γνωστικὴ ἀρχικωτάτη ἂν εἴη. βουληθεὶς δὲ δηλῶσαι πῶς τὸ πρῶτον αἴτιον τοῖς οὖσιν αἴτιον, ὅτι ὡς τέλος, καὶ ὅτι ἡ τοῦ τοιούτου αἰτίου γνωστικὴ ἀρχιτεκτονικωτέρα τῶν ποιουσῶν τὰ ἐκείνου χάριν, εἶπε τὸ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον. ἡ δὲ ἐπιχείρησις τοιαύτη. εἰ ἐν πάσαις τέχναις τε καὶ ἐπιστήμαις ἀρχιτεκτονικωτέρα τῆς ποιούσης τι ἡ γιγνώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἐστί τε καὶ γίγνεται εἰδυῖα ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη.1 τοιαύτη δέ ἐστιν ἡ σοφία ἡ τοῦ πρώτου αἰτίου θεωρητική· πάντα γὰρ τὰ ὄντα τοῦ κυριωτάτου τῶν ἀγαθῶν ἐφίεται καὶ τἀγαθοῦ, τἀγαθὸν δὲ τὸ πρῶτον αἴτιον. Ἐφ’ οἷς δειχθεῖσι συγκεφαλαιοῦται τὰ εἰρημένα, δεικνὺς ὅτι ἐξ ἁπάντων τῶν τοῖς σοφοῖς ἑπομένων δέδεικται σοφία οὖσα ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική· τὸ γὰρ ἀγαθὸν καὶ οὗ ἕνεκά ἐστί τε καὶ γίγνεται πάντα, οὗ ἐστιν ἡ προκειμένη ἐπιστήμη θεωρητική, τῶν αἰτίων ἐστίν· τοιοῦτον γὰρ τὸ ὡς τέλος αἴτιον· δεῖ γὰρ αὐτὴν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν. ἐξ ἁπάντων οὖν τῶν εἰρημένων γίγνεται ἡ σοφία ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική. προσέθηκε δὲ καὶ γὰρ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα τῶν αἰτίων ἐστίν, ἐπεὶ εἶπε δεῖν μὲν τὴν σοφίαν κατὰ τὰς κοινὰς προλήψεις ἀρχικὴν εἶναι ἐπιστήμην καὶ μὴ ὑπηρετικήν, εἶπε δὲ ἀρχικωτέραν εἶναι τὴν γνωρίζουσαν τὸ τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον, τοῦτο δ’ ἐστὶ τἀγαθόν. εἰπὼν οὖν ἀρχικωτέραν εἶναι τὴν γνωστικὴν τοῦ τίνος ἕνεκεν ἕκαστόν ἐστιν, ὅπερ ἐστὶ τἀγαθόν, ὅτι ἡ τῶν πρώτων γνωστικὴ καὶ τούτου ἐστὶ γνωστική, δι’ ὃ καὶ ἔστιν ἀρχική, ἔδειξε διὰ τῆς προσθήκης ταύτης.2
至于它们是最高程度的可认知之物,他通过提出证明是出于第一原理、且对可认知之物的认知是通过证明而达成的这一事实展示了出来;因此,第一原因对于其他可证明且可认知的事物而言,也是它们之所以是可认知之物的原因,但后者对于前者而言却非如此;因为后者是在后的,而没有任何证明是通过在后之物进行的。此外,如果诸科学的原理确实将这些[第一原因]作为自己的原理,那么这些对于一切可认知之物而言,都是它们之所以是可认知之物的原因。不仅如此,在诸科学中最为统治性的科学,是认识最主导性原因的科学;而这些就是其他事物为了它们而存在的那种事物。因为在一切事务中,知道所产生之物的每一件应当为了什么而制作的科学,比起制作它们并充当侍役的科学都更具统辖性,正如这在建筑术上是显而易见的那样。在说了“认识每一事物应当为了什么而履行的科学”之后,他通过说“而这就是善”,表明了每一事物应当为了它而履行的那样一种原因;因为目的因就是如此的,正如他在《尼各马可伦理学》开篇也说过的:“每种技艺和每种研究,同样还有行为与选择,似乎都以某种善为目的。” 而一切存在者的原因也是如此的;因为凡按本性产生的事物,其存在和产生全都是为了那一原因,并且依照它们天赋的欲求倾向于它;因此,认识这样一种善的科学必将是最为统治性的。他由于想要阐明第一原因如何作为存在者的原因,即它是作为目的,并且认识这样一种原因的科学比起制作为了那一原因之物的诸科学更具统辖性,因而说了“知道每一事物应当为了什么而履行[的科学],比起侍役性的科学更具统治性”。其推论如下:如果在一切技艺和科学中,认识其所为之目的与终点的科学比起制作某物的科学都更具统辖性,那么知晓万物的终点以及万物为了其而存在和产生的那个终点的科学,也必将是最高程度统辖的和在先的。而审视第一原因的智慧正是这样的;因为一切存在者都向往诸善中最为主导的善,即善本身,而第一原因就是善。在展示了这些之后,他对所谈论的内容加以总结,表明从伴随智者的一切特征中已经证明了,智慧就是审视第一原理和第一原因的科学;因为万物为了它而存在和产生的善即目的——也就是摆在面前的这门科学所要审视的对象——也是诸原因之一;因为作为目的的原因就是如此的;因为这门科学必须是对第一原理和原因的审视。因此,从所谈论的一切中得出,智慧就是审视第一原理和原因的科学。他还补充道:“因为善和目的也是诸原因之一”,这是因为他曾说过,按照共同的前概念,智慧必须是一门统治性的科学而非侍役性的,并且他说过认识每一事物应当为了什么而履行的科学是更具统辖性的,而这就是善。因此,在说了认识每一事物是为了什么而存在(即善)的科学更具统辖性之后,他通过这一补充指明了,认识在先之物的科学也是认识这一目的的,因之它也是统治性的。
- 1.12καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἐστί τε καὶ γίγνεται εἰδυῖα ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη
条件从句(εἰ ἐν πάσαις...)之后的主句开头的 καί 是引出主句的 apodotic καί,起强调归结的作用。主语是带冠词的分词短语 ἡ ... εἰδυῖα(“知晓……的[科学]”),谓语是 ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη。
- 1.12εἰπὼν οὖν ἀρχικωτέραν εἶναι τὴν γνωστικὴν τοῦ τίνος ἕνεκεν ἕκαστόν ἐστιν, ὅπερ ἐστὶ τἀγαθόν, ὅτι ἡ τῶν πρώτων γνωστικὴ καὶ τούτου ἐστὶ γνωστική, δι’ ὃ καὶ ἔστιν ἀρχική, ἔδειξε διὰ τῆς προσθήκης ταύτης.
全句的主动词是位于句末的 ἔδειξε,其宾语是由 ὅτι 引导的从句(ὅτι ἡ τῶν πρώτων γνωστικὴ καὶ τούτου ἐστὶ γνωστική...)。前置的分词短语 εἰπὼν οὖν... 表示时间(“在说了……之后”),并在其内部支配宾格不定式结构 ἀρχικωτέραν εἶναι。骨干为:“因此,在说了……之后,他通过这一补充指明了[对在先之物的认识也是……]”。
