← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§148.20-149.13

永恒之物的本原为何必然最为真实

亚历山大注解了亚里士多德《形而上学》993b28中“恒常存在之物的本原必然始终是最为真实的”这一论点,论证了永恒事物之原因不仅因自身永恒而是真实的,更因作为原因而在本性上先于其结果,从而最为真实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας." Τουτέστι τὴν γνῶσιν αὐτῶν εἶναι ἀεὶ ἀληθεστάτην· εἰ γὰρ τὸ ὂν ἀληθές, τὸ ἀεὶ ὂν ἀληθὲς ἀεί. ὃ δὴ τοῦ ἀεὶ ἀληθοῦς ἐστιν ἀληθέστερον, ἀεὶ ἀληθέστατον ἂν εἴη. τοιαῦτα δὲ τὰ αἴτια τῶν ὄντων ἀεί, οἷον κόσμου τοῦδε καὶ τῶν ἄστρων, ἢ τῶν τεσσάρων σωμάτων, ὧν κατ’ εἶδος ἡ ἀιδιότης, καὶ τῶν ἐπὶ τοῖς καθ’ ἕκαστά τε καὶ ἐν γενέσει ἀιδίων· καὶ γὰρ αὐτὰ ἀίδια. τὰ γὰρ τῶν τοιούτων αἴτια τῷ μὲν ἀεὶ εἶναι (οὐ γὰρ δὴ τῶν ἀιδίων οὐκ ἀίδια τὰ αἴτια)1 ἀεὶ ἔσται ἀληθῆ· τῷ δὲ αἴτια εἶναι τῶν ἀιδίων τε καὶ ἀεὶ ἀληθῶν μᾶλλον αὐτῶν ἀληθῆ ἔσται, ὥστε καὶ ἀληθέστατα. κεῖται γὰρ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον, καὶ ὅτι ἀληθέστατον τοῦτο ὡς ἀεὶ ὄν, καὶ ὅτι μηδὲν ἔστιν αἴτιον τοῦ εἶναι αὐτῷ, ἀλλ’ αὐτὸ τοῖς ἄλλοις.2 εἰπὼν δὲ ὥστε καὶ ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι, ἐπήνεγκε τὸ καὶ γὰρ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας, ὡς ὁμολογουμένου τοῦ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον. οὗ οὕτως ἔχοντος ἕπεται τὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀληθεστάτας εἶναι· τὰ γὰρ τῶν ἀεὶ ὄντων ἀληθῶν ἀληθέστερα ἀληθέστατα. διὰ τούτων δὲ δείκνυσιν ὡς συνηρτημένου τοῦ ἀληθοῦς τῷ ὄντι· διὸ καὶ ἐπιφέρει ὥστε ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας, ἴσον λέγων τῷ ὡς γὰρ ἕκαστον ἔχει τε καὶ μετέχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας. οὐ γὰρ ποτὲ ἀληθεῖς,3 τοῦτο δὲ διὰ τὸ ἀΐδια εἶναι· ἀλλὰ κατά γε τοῦτο κοινωνεῖ αὐτοῖς καὶ τὰ ἄλλα τὰ ἀΐδια. τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις δεικτικὸν τῆς καὶ ἐν τοῖς ἀϊδίοις αὐτῶν κατὰ τὴν ἀλήθειαν ὑπεροχῆς.

“因此,恒常存在之物的本原必然始终是最为真实的。” 这就是说,对它们的认识始终是最为真实的。因为如果存在者是真实的,那么恒常存在者就始终是真实的。而比始终真实之物更加真实的,就始终是最为真实的。而恒常存在之物的原因正是此类事物,例如对于这个宇宙与星体,或者对于其永恒性在于形式的四种物体,以及对于附随于个别事物及处于生成之物的永恒之物的原因(因为这些本身也是永恒的)。因为此类事物的原因,一方面因恒常存在(因为永恒之物的原因绝非不是永恒的)而将始终是真实的;另一方面因作为永恒且始终真实之物的原因,将比它们更加真实,从而也是最为真实的。因为此前确立的命题是:作为某些事物之存在的原因者,也是它们为真的原因;而且这一原因作为恒常存在者乃是最为真实的;并且没有任何事物作为它存在的原因,反而它自身是其他事物[存在的原因]。而在说出“因此,作为后起事物为真之原因者也是最为真实的”之后,他补充道“因为恒常存在之物的本原必然始终是最为真实的”,这乃是将“作为某些事物存在之原因者,也是它们为真之原因”视作已被公认的道理。在此前提下,便自然得出恒常存在之物的本原是最为真实的;因为比恒常存在的真实之物更加真实者,就是最为真实的。通过这些论述,他表明真理是与存在者紧密相连的;因此他又补充道“因此,事物各自如何具有存在,也就如何具有真理”,这等于说“因为事物各自如何具有并分有存在,也就如何[具有]真理”。“因为它们并非在某一时刻才是真实的”,这乃是由于它们是永恒的;然而至少在这一方面,其他永恒之物也与它们相同。而“对于它们而言没有任何存在的原因,相反它们自身是其他事物[的原因]”这一说法,则表明了即使在永恒之物中,它们在真理方面也具有优越性。

语法注3 条
  1. 2.8οὐ γὰρ δὴ τῶν ἀιδίων οὐκ ἀίδια τὰ αἴτια

    双重否定(οὐ... οὐκ)构成的强肯定句式,意为“因为永恒之物的原因绝不可能不是永恒的”。

  2. 2.8τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις

    中性冠词 τό 将引自亚里士多德 993b29–30 的整句(传世本为 οὐδʼ ἐκείναις αἴτιόν τί ἐστι τοῦ εἶναι...)名词化并作为主语,句末的 δεικτικόν 为其表语形容词,构成“……这一表述表明了……”的句式结构。

  3. 2.8οὐ γὰρ ποτὲ ἀληθεῖς

    引用亚里士多德原文 993b29 的文句(οὐ γάρ ποτε ἀληθεῖς,“因为它们并非在某一时刻才是真实的”)。句中省略了系动词 εἰσίν,用以解释前文关于其始终为真的论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:148.20-149.13