← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§147.1-148.19

同名性的原因与最具真实性的永恒原因

亚历山大阐释了亚里士多德提出的“使同名性质属于其他事物的原因其自身最是该性质”(993b24)这一原理,通过火与热的例子说明了原因与同名性的关系,并论证了在永恒事物及其原因中存在与真理的优先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

" Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον.1" Εἰπὼν ὅτι μὴ οἷόν τε τὴν ἀλήθειαν τὴν ἐν τοῖς ἔχουσιν αἰτίας γνῶναι χωρὶς τῆς γνώσεως τῶν αἰτιῶν αὐτῶν, καὶ διὰ τούτου δείξας ἀναγκαίαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, νῦν ὅτι ἀναγκαία δείκνυσι πάλιν διὰ τοῦ δεῖν μὲν τὸν περὶ τῆς ἀληθείας φιλοσοφοῦντα τὰ μάλιστα ἀληθῆ γνωρίζειν, μάλιστα δὲ ἀληθῆ τὰ ἀίδια αἴτια· ταῦτα γὰρ καὶ τῆς τῶν δι’ αὐτὴν ὄντων ἀληθείας αἴτια. ἀληθέστατον μὲν γὰρ ὃ καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἀληθέσιν εἶναι, αἱ δὲ ἀρχαὶ αἴτια τῆς ἐν τοῖς δι’ αὐτὰς οὖσιν ἀληθείας. ἕκαστον γὰρ τῶν ὄντων ἐφ’ ὅσον τοῦ εἶναι μετέχει, ἐπὶ τοσοῦτον καὶ τῆς ἀληθείας· τὸ γοῦν ψεῦδος μὴ ὄν. διὸ τὰ ἀίδια μάλιστα ὄντα, καὶ μάλιστα ἡ ἐκείνων γνῶσις ἀλήθεια, εἴ γε ἐπιστήμη. εἰ δὲ τὰ ἀίδια μάλιστα ὄντα, ἔτι μᾶλλον ὄντα τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄντα καὶ μάλιστα ὄντα. οὗ τὴν αἰτίαν παρέθετο εἰπὼν ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. δι’ ὃ γάρ τισιν ὑπάρχει τὸ τοῖσδέ τισιν εἶναι καὶ συνωνύμοις κατὰ τοῦτο ἀλλήλοις, οἷον θερμοῖς, ἐκεῖνο μάλιστα θερμόν. δεῖ γὰρ μὴ μόνον ἀλλήλοις αὐτὰ εἶναι συνώνυμα, ἀλλὰ καὶ τὸ αἴτιον αὐτοῖς τοῦ εἶναι τοιούτοις συνώνυμον αὐτοῖς εἶναι· τότε γὰρ ἔσται μάλιστα τοιοῦτον αὐτό, ὅταν ᾖ πρῶτον τοιοῦτον, οἷον μάλιστα θερμὸν ἔσται τὸ τοῖς θερμοῖς αἴτιον τοῦ εἶναι θερμοῖς, πρῶτον θερμὸν ὂν αὐτό. οὕτως αἴτιον τὸ πῦρ τοῖς θερμοῖς τοῦ εἶναι θερμοῖς· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καθ’ ὃ καὶ τοῖς ἄλλοις, ἐπεὶ δύναται αἴτιόν τισιν εἶναι τοῦ τοῖσδε εἶναι μὴ ὂν αὐτὸ τοιοῦτον, οἷον ἡ τρῖψις αἰτία θερμότητός τισιν, ἀλλ’ οὐ μάλιστα θερμὴ οὖσα αἰτία τῆς θερμότητος ἐκείνοις. τὸ δὲ πῦρ, ἐπεὶ τοῖς θερμοῖς αἴτιον τῆς θερμότητος θερμὸν ὂν καὶ αὐτό, διὰ τοῦτο μάλιστα καὶ αὐτὸ θερμόν. καὶ τὰ τῶν ὄντων δὴ μάλιστα αἴτια, ὄντα καὶ αὐτά, ὄντα μᾶλλον ἐκείνων τῷ αἴτια αὐτῶν εἶναι, καὶ ἀληθῆ ἔτι μᾶλλον· ἦν γὰρ κείμενον τὸ ᾗ ἕκαστον τοῦ ὄντος μετέχει, οὕτω καὶ τῆς ἀληθείας ἔχειν. καθ’ ὅσον μὲν οὖν ἀίδια καὶ τὰ ἀεὶ ὄντα λέγω καὶ τὰ τούτων αἴτια, κατὰ τοσοῦτον συνωνύμως ἀλλήλοις τε καὶ τοῖς αἰτίοις αὐτῶν ἀληθῆ· καθ’ ὅσον δὲ αἴτιά τισι τοῦ εἶναι μάλιστα τοιαῦτα, κατὰ τοσοῦτον μᾶλλον ἐν τοῖς ἀιδίοις ἀληθῆ τὰ αἴτια αὐτῶν· ὥστε μάλιστα ἂν εἴη περὶ ἀληθείας ἡ περὶ τῶν τοιούτων αἰτίων γνῶσις. καὶ γὰρ εἰ τὰ ἀεὶ ὄντα, περὶ ἃ ἡ θεωρία, ἀεὶ ἀληθῆ τῷ ἀεὶ εἶναι, ἀλλ’ οὖν καὶ ἐν τούτοις μάλιστα τὰ αἴτια τῶν αἰτιατῶν ἀληθῆ· τὰ μὲν γὰρ πρῶτα τὰ δὲ ὕστερα, οὐ τῷ χρόνῳ (ἀμφότερα γὰρ ἀίδια) ἀλλὰ τῇ φύσει· φύσει γὰρ πρῶτον τὸ αἴτιον τῶν οἷς ἐστιν αἴτιον. οὐδὲν δὲ ἄτοπον λέγειν ἀληθὲς ἀληθοῦς διαφέρειν, εἴ γε τὸ μὲν ἀληθὲς τοῦ εἶναι ἤρτηται, διαφέρον δὲ τὸ εἶναι τοῖς γνωστοῖς· τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐπιστητὰ τὰ δὲ δοξαστά. τὴν γὰρ ὕλην, ὡς προελθὼν ἐρεῖ, κινουμένων εἶναι ἀνάγκη. οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα, ἀλλὰ καθ’ ἕκαστον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια,2 οὐ κατ’ αὐτά (οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλήθεια) ἀλλὰ καθ’ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ μάλιστα ὡς ἔχει γνῶσις μάλιστα ἀλήθεια, εἴ γε καὶ ἐπιστήμη. ὥστ’ ἐπεὶ τῷ ὄντι ἕπεται τὸ ἀληθές, τῷ μάλιστα ὄντι ἕποιτο ἂν τὸ μάλιστα ἀληθές.

“而且,事物各自在其他事物之中最是其自身,依照的是那使得同名之物也属于其他事物的性质。” 在指出若不知晓原因就不能认识具有原因之事物中的真理、并由此表明原因的认识对于理论哲学是必然的之后,他现在再次表明这是必然的,依据的是探求真理的哲学家必须认识那些最为真实的事物,而永恒的原因则是最为真实的事物;因为这些原因也是凭借它们而存在的事物之真理的原因。因为对于其他事物而言也作为其为真之原因者最为真实,而本原乃是凭借它们而存在的事物中真理的原因。因为存在者各自在何种程度上分有存在,也就在何种程度上分有真理;至少虚假乃是非存在。因此永恒之物最是存在者,而对那些事物的认识,如果确实是知识的话,就最是真理。如果永恒之物最是存在者,那么对于这些事物而言作为其恒常存在之原因者,就更是存在者;因为凭借作为这些事物的原因,那些原因比这些事物更是存在者,且最是存在者。关于这一点的缘由,他通过说“而且,事物各自在其他事物之中最是其自身,依照的是那使得同名之物也属于其他事物的性质”而给出了说明。因为凡作为某些事物具有如此这般的性质并在这一方面彼此同名(例如皆为热的)的原因者,其自身最是热的。因为不仅它们自身之间必须彼此同名,而且作为它们具有如此性质之原因者也必须与它们同名;因为唯有当它自身首要地具有如此性质时,它自身才最是具有如此性质——正如作为热的事物之所以为热的原因者,因其自身首要地是热的,故而最是热的。火就是以这种方式成为热的事物之所以为热的原因;因为他通过说“依照的是也属于其他事物”表明了这一点,因为某物即便自身不具有如此性质,也有可能成为某些事物具有如此性质的原因,例如摩擦是某些事物发热的原因,但它并不是因其自身最是热的而成为那些事物发热的原因。然而火既然在自身也是热的同时作为热的事物发热的原因,正因如此它自身也最是热的。毫无疑问,存在者中最为首要的原因,由于自身也是存在者,因作为它们的原因而比那些事物更是存在者,并且更是真实的;因为此前确立的命题是:各事物在何种程度上分有存在者,也就同样分有真理。因此,就它们是永恒的而言——我是指那些恒常存在的事物及其原因——它们彼此之间以及与其原因同名地是真实的;但就它们作为某些事物最具有如此性质的原因而言,它们的原因在永恒之物中就更是真实的;从而关于此类原因的认识就最是关于真理的。因为即便作为观想对象的恒常存在之事物因恒常存在而始终真实,但在这些事物之中,比起结果而言原因仍然最为真实;因为前者是首要的,后者是后起的,这并非在时间上(因为二者皆是永恒的),而是在自然本性上;因为原因在自然本性上先于那些以它为原因的事物。如果真理确实取决于存在,并且对于可知事物而言其存在方式有所不同(因为其中有些是可由知识把握的,有些是意见的对象;因为正如他在后文将要说的,质料必然属于运动之物),那么说一个真实事物不同于另一个真实事物便毫无荒谬之处。因为并非所有存在者都是知识的对象,虽然存在者是真实的,但就每一事物而言,对存在者如其所是的认识才是真理,这并非就事物自身而言(因为真理不在事实本身之中),而是就在何种程度上对存在者如其所是的认识是真理而言。如果这是如此,那么对最充分如其所是者的认识,如果确实也是知识的话,就最是真理。因此,既然真理伴随着存在,那么最充分真实者也将伴随着最充分的存在者。

语法注2 条
  1. 2.7Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον.

    在引文的句法中,ἕκαστον 是主语,μάλιστα αὐτό 是表语(“最是其自身”),τῶν ἄλλων 是受最高级 μάλιστα 支配的比较属格(“相比于其他事物”)。关系代词从句 καθ’ ὃ 是表示特定方面或性质的状语短语,指代所预设的属性(如热)。中性短语 τὸ συνώνυμον 作从句的主语,意为“同名的状态/属性”。

  2. 2.7οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα, ἀλλὰ καθ’ ἕκαστον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια, οὐ κατ’ αὐτά (οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλήθεια) ἀλλὰ καθ’ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια.

    该句的骨干为“οὐ γὰρ A, ἀληθῆ δὲ B, ἀλλὰ C”的对照结构。前半部分的 ἀληθῆ δὲ τὰ ὄντα 充当让步性插入:“[并非所有存在者皆可被科学认识],尽管存在者是真实的”。紧接的 οὐ κατ’ αὐτά 经由插入语(οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλήθεια)到 ἀλλὰ καθ’ ὅσον... 的对照,其理据在于真理的所在不在于事实本身,而在于对存在者如其所是的认识掌握。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:147.1-148.19