- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:144.15-146.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大根据理论哲学与实践诸学在目的上的差异,阐释了亚里士多德为何将哲学称为“真理的知识”,进而探讨了“无原因便不知晓真理”这一论断的适用范围及其与无因第一本原的认识之间的关系。
" Ὀρθῶς δὲ καὶ τὸ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας." Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι· φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια, καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὑτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἐστὶν ἡ ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως παρὰ τῆς ἀληθείας αὕτη καλεῖται· τοῦτο γὰρ αὐτῆς τέλος. καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν δὲ παραθέσει ἔδειξε τὸ εὐλόγως καλεῖσθαι παρὰ τῆς ἀληθείας τὴν θεωρητικήν· τέλος γὰρ τῇ πρακτικῇ ἡ πρᾶξις, καὶ οὐχ ἡ γνῶσις τέλος τῆς ἐν τοῖς πρακτοῖς ἀληθείας· καὶ γὰρ ἐν οἷς τὸ πῶς ἔχει τὸ ὑποκείμενον ἀληθείας σκοποῦσιν οἱ πρακτικοί, οὐ περὶ ἀιδίου τινὸς ἀλήθειαν σκοποῦσιν. ὡς δὲ τῆς περὶ τὰ ἀίδια ἀληθείας κυρίως καὶ μάλιστα ἀληθείας οὔσης, οὐ τῆς ἐν τοῖς πρακτοῖς, τοῦτο προσέθηκεν. οὐ δὴ περὶ ταύτης οἱ πρακτικοί, ἀλλὰ τῆς τινὶ καὶ ποτέ, καὶ ἐπὶ τὴν πρᾶξιν τὴν ἀναφορὰν τῆς θεωρίας ποιούμενοι· τοιαῦτα γὰρ τὰ πρακτά, οὐκ ἀεὶ οὐδὲ καθόλου, ἀλλὰ μεταπίπτοντα καὶ κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ κατὰ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ αἱ περὶ τῶν ἀρετῶν καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν ζητήσεις, αἳ μὴ θεωρίας χάριν ἐγίνοντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα ἡ αὐτῶν ἀναφορά. διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἀίδιον ἔδειξεν ὅτι μὴ τὸ τέλος τοῖς πρακτικοῖς ἀλήθειά τε καὶ ἐπιστήμη· ἀιδίων γὰρ αἱ ἐπιστῆμαι καὶ θεωρίαι. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις οὐ τὸ αἴτιον καθ’ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν. οὗ γεγραμμένου1 εἴη ἂν λέγων ὅτι οὐ τὸ κυρίως καὶ καθ’ αὑτὸ αἴτιον, ὃ τοῦ ἁπλῶς ἀληθέσιν αὐτοῖς εἶναι αἴτιόν ἐστι, θεωροῦσιν οἱ πρακτικοί, ἀλλὰ τοῦ πρός τόδε καὶ νῦν ἀληθὲς αὐτὸ εἶναι· τοιοῦτον γὰρ τό τε ἐν τοῖς πρακτοῖς ἀληθὲς καὶ τὸ ὡς πρακτῶν αὐτῶν αἴτιον.
“哲学被称为关于真理的知识也是正确的。” 在将真理之名用于理论哲学之后,他现在确立了它如此得名是合乎情理的;因为正如他通过后续附加的话所表明的那样,他特别把理论[哲学]称为哲学,说“因为理论[哲学]的目的是真理”,而在其中,他更指关于完全脱离感觉且依其本性而存在的第一本原与原因的理论,他也将此称为智慧。而他如下确立前述观点:既然理论哲学的目的是真理,而每种探求方法都由其目的与目标来规定特征并获得其本质,那么它依真理得名便是理所当然的;因为这就是它的目的。此外,通过与实践诸知识的对照,他也表明了理论[哲学]依真理得名是合乎情理的;因为对于实践[知识]而言目的是行动,而在实践事物中关于真理的认识并非[其]目的;因为实践者即便考察基础事物的状况如何这一真理,他们所考察的也不是关于某种永恒者的真理。基于关于永恒者的真理才是严格且最首要的真理、而非实践事物中的真理这一理由,他补充了这句话。实践者确实不关心这种[永恒真理],而是关心针对某人且在某时的真理,并把观想的归宿引向行动;因为实践事物就是如此,既非永恒亦非普遍,而是随着行动者的年龄、命运以及与行动所针对的人的关系而变化。因为即使是关于德性及依德性活动的探求,凡不是单纯为了观想而进行的,也都在实践事物之中且关乎个别事物;因为它们的归宿正是关乎这些事物。通过说“不是永恒的”,他表明了真理与知识并不是实践者的目的;因为诸知识与观想是关于永恒者的。但在某些抄本中写着“他们并不是在观想因其自身的原因,而是在观想相对于某物且在当下的[原因]”。如果这样写,他的意思就会是,实践者并不是在观想严格且因其自身的原因——即作为事物单纯为真的原因——而是在观想它相对于此物且在当下为真的[原因];因为实践事物中的真理以及它们作为实践事物的原因就是如此。
"Οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας." Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν τὸ ἀληθὲς οὐχ οἷόν τε ἄνευ αἰτίας εἰδέναι· ὥστε εἰ οἱ πρακτικοὶ μὴ κατὰ τὸ κυρίως αἴτιον τὴν γνῶσιν περὶ τῶν προκειμένων ποιοῦνται, οὐδὲ τὸ ὄντως ἀληθὲς ἐν αὐτοῖς θεωροῦσι. καὶ εἴη ἂν οὕτως μὲν λεγόμενον ἀκολούθως εἰρημένον τῇ δευτέρᾳ γραφῇ· εἰ δὲ ἁπλῶς λέγοιτο, ὡς δεικτικὸν ἂν λέγοιτο τοῦ δεῖν τὸν περὶ τὸ ἀληθὲς πραγματευόμενον τῶν αἰτιῶν εἶναι θεωρητικόν. ἐνδειξάμενος δὲ ὅτι ἐστὶν αὐτῷ ἡ προκειμένη πραγματεία περὶ τῆς ἀληθείας θεωρία, καὶ τίς ἐστιν αὕτη δείξας, ὅτι ἡ σοφία καὶ ἡ θεωρητικὴ φιλοσοφία, προστίθησι τοῖς εἰρημένοις ὅτι ἀδύνατον τὸ ἀληθὲς γνῶναι ἀγνοοῦντας τὴν αἰτίαν, διδάσκων ἡμᾶς διὰ τούτου καὶ τοῦ ἐπὶ τούτῳ λεγομένου ὅτι ἀναγκαία ἂν εἴη τῷ περὶ ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ τῆς Φυσικῆς μὲν ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξεν ἐπιστήμην οὖσαν τὴν δι’ αἰτίου γνῶσιν· ἔδειξε δὲ καὶ ἐν τῷ πρώτῳ τὴν κυρίως γνῶσίν τινος ἐκ τῆς τῶν αἰτίων αὐτοῦ γνώσεως ἠρτημένην. οὐχ ὅτι δὲ πᾶν ἀληθὲς ἐξ αἰτίας γνωρίζεται λέγει· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια, καὶ οὐδὲν γνωστὸν ἂν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας.2 ἔστι δέ τινα γνωστὰ χωρὶς αἰτίας· τὰ γὰρ οὐκ ἔχοντα αἰτίας τοιαῦτα οἷα τὰ πρῶτα καὶ αἱ ἀρχαί, ὧν οὐκ ἔστιν αἴτια. ἢ οὖν ἐνδεῶς εἴρηκε· λείπει γὰρ τὸ ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια, ὃ εἶπεν ἐν τῇ Φυσικῇ ἀκροάσει· ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη ἐστὶ κυρίως ἡ δι’ ἀποδείξεως γνῶσις, τῶν δὲ ἀρχῶν οὐκ ἔστιν ἀπόδειξις, ὥστε οὐδὲ γνῶσις τοιαύτη. ἢ δι’ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει·3 τοιοῦτον γὰρ τὸ ὥστε καὶ ἀληθέστερον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι· καὶ διὰ τοῦ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς δέον ἀεὶ εἶναι ἀληθεστάτας· οὐ γάρ ποτὲ ἀληθεῖς, οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι ἄλλο, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις.
“而在没有原因的情况下我们并不知晓真理。” 所说的内容等同于“然而,离开原因就不可能知晓真理”;因此,如果实践者不是根据严格意义上的原因来获得关于眼下主题的认识,那么他们也就没有观想其中真正真实的事物。如果这样说,就是依循第二种异读所说的;但如果单纯来看,这句话则是为了表明致力于真理的人必须是原因的观想者。在指明他眼前的探求是关于真理的观想,并说明了这就是智慧和理论哲学之后,他向已经说过的内容补充道:在不知晓原因的情况下不可能认识真理;他通过这句话以及紧随其后的言论教导我们,对于致力于真理的人而言,认识原因将是必然的,正如他在开始撰写《物理学》时所说的那样;并且在《后分析篇》中他也表明,知识是借由原因的认识;在[《形而上学》]第一卷中他也表明,对某物的严格认识取决于对其原因的认识。但他并不是说一切真理都是从原因被认识的;因为如果那样,正如他不久后将要表明的,原因将走向无限,而任何事物都将不可被认识;而是显然,对于那些具有原因的事物,脱离原因便不可能知晓这些事物的真理。然而存在某些无需原因即可被认识的事物;因为不具有原因的事物就是如此,例如第一事物和本原,它们是没有原因的。因此,要么是他说话有所欠缺(因为缺少了他在《物理学讲义》中所说的“凡有本原和原因的事物”);要么“我们不知晓”等同于“我们不具有知识”(因为严格意义上的知识是借由证明的认识,而本原是不存在证明的,因此也不存在此类知识);要么是通过他后续附加的话,他也谈论了这一问题;因为“因此,作为后起事物为真的原因者,本身更为真实”以及“恒常存在之物的本原必须始终最为真实”就是这种性质;因为[本原]绝不是有时真实[有时不真实],它们的存在也没有别的原因,而是它们自身成为其他事物的原因。
- 2.5οὗ γεγραμμένου
属格独立结构,中性关系代词 οὗ 指代前面引述的整个异读书句(οὐ τὸ αἴτιον καθ’ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν),在此相当于条件从句(“如果如此写道”)。主句则由表达潜势的希求法加 ἄν(εἴη ἂν λέγων)构成。
- 2.6τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας
此处出现语序倒置(hyperbaton)结构:属格指示代词 τούτων 与其同位语短语 τῶν ἐχόντων αἰτίας 被谓语部分 τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας 隔开。句子的骨干结构为:“脱离原因,便不可能知晓这些事物——即具有原因的事物——的真理”。
- 2.6ἢ οὖν ἐνδεῶς εἴρηκε... ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην... ἢ δι’ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει
针对亚里士多德“无原因便不知晓真理”的论断与“第一本原并无原因”这一事实之间的疑难,作者运用 ἢ... ἢ... ἢ...(“要么……要么……要么……”)的并列句式提出了三种解释方案:其一是文句存在省略说,其二是将“知晓”限定解释为“拥有证明性知识”,其三是认为紧随其后的文句实际上已经涵盖了对本原的讨论。
