- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:143.3-144.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于应当感激所有前人学者的论点(993b11),阐明即使是提出浅显观点的早期思想家,也因激发知性能力、开辟探究途径而使后人受益。他还指出了本卷与前一卷中批判前人观点的论述之间的连贯性,并通过音乐家提摩太与弗律尼斯的比喻论证了开创者与完善者各自具有的贡献。
" Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις." Εἰπὼν περὶ τῆς θεωρητικῆς φιλοσοφίας ὅτι τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία, εἰπὼν δὲ καὶ ὅτι μηδεὶς τῶν ἁψαμένων αὐτῆς ἱκανῶς τι περὶ αὐτῆς εἶπε, λέγει ὅτι μὴ διὰ τοῦτο χρὴ παραπέμπεσθαι αὐτούς, ἀλλὰ χάριν αὐτοῖς ἑκτέον ὡς οὐ μικρὰ ὠφελήσασι τοὺς ὑστέρους. ἅμα δὲ τὴν θεωρίαν διὰ τούτων συνίστησιν ὡς πάσης σπουδῆς ἀξίαν. ἀξιοῖ γὰρ χάριν ἡμᾶς ἔχειν μὴ μόνον τοῖς εἰρηκόσι τοιοῦτον ᾧ κἂν ἡμεῖς ὡς καλῶς εἰρημένῳ χρησαίμεθα καὶ κοινωνήσαιμεν τῆς δόξης, ἀλλὰ καὶ τοῖς ἀρχαιοτέροις, εἰ καὶ ἐπιπολαιότερον δοκοῦσι περὶ τούτων εἰρηκέναι. καὶ λέγει τούτου τὴν αἰτίαν· καὶ γὰρ οὗτοι συνετέλεσάν τι ἡμῖν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν. τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ᾗ δυνάμει τῆς ψυχῆς τὰ τοιαῦτα ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν1 θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν, ἅτε ὁδοποιήσαντες καὶ ἐπιστήσαντες εἰς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἴη δ’ ἂν καὶ διὰ τούτου προτρέπων ἡμᾶς ἐπὶ τὸ πάσαις ταῖς παρὰ τούτων καταβεβλημέναις δόξαις ἐντυγχάνειν· ἡ γὰρ τῶν καταβεβλημένων δοξῶν εὐπορία εὑρετικωτέρους ἡμᾶς τῆς ἀληθείας παρασκευάσει. πῶς γὰρ οἷόν τε χάριν ἔχειν τούτοις, ὡς ἀξιοῖ, μὴ πρῶτον αὐτῶν τὰς δόξας ἱστορηκότας; δόξαι δ’ ἂν ἐκ ταύτης τῆς λέξεως τὸ βιβλίον τοῦτο ἀκόλουθον εἶναί πως τῷ πρὸ αὐτοῦ τεταγμένῳ· ἐν ἐκείνῳ γὰρ ἱστορήσας τὰς τῶν πρὸ αὐτοῦ περὶ τῶν πρώτων ἀρχῶν δόξας καὶ ἀντειπών τινα πρὸς αὐτούς, ἐν τούτῳ φησίν, οὐκ ἐπειδὴ ἀντιλέγομεν ταῖς τινῶν δόξαις διὰ τοῦτο ὡς μηδὲν ἡμῖν εἰς τὰ προκείμενα συντελέσαντας παραπέμπεσθαι χρή, ἀλλὰ καὶ τοῖς εὐκαταφρονήτως εἰρηκέναι δοκοῦσί τινα χάριν ἑκτέον· καὶ γὰρ παρὰ τούτων ὠνάμεθά τι· προησκήθημεν γὰρ τὴν ἕξιν. ὅτι γὰρ χρήσιμοι οἱ ὁπωσοῦν ἀρξάμενοί τινος καὶ οὐχ οἱ ἐπὶ πλέον ἐπεξεργασάμενοι μόνον, δῆλον ἐποίησε παραθέμενος Τιμόθεόν τε ὃς ἄριστος ἐδόκει γεγονέναι μελοποιός, καὶ Φρῦνιν ὃς ἀρχαιότερος ἐγένετο Τιμοθέου, οὐ μὴν τοιοῦτος τὴν τέχνην· τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τιμόθεον τοιοῦτον γενέσθαι·2 οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον οὗτος ἐξειργάσατο ταῦτα μὴ πρώτου ἐκείνου γιγνομένου τε καὶ ἀρξαμένου. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτω καὶ ἐπὶ τῆς καλῆς κατὰ τὴν ἀλήθειαν θεωρίας· παρὰ μὲν γὰρ τινων ἔχομεν δόξας τινάς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ τούτους εἰπεῖν τι καὶ εὑρεῖν τοιοῦτον ἐγένοντο αἴτιοι.
“不仅应当对那些人们可以赞同其意见的人心存感激。” 在论述了理论哲学在某种意义上困难而在另一种意义上容易,并且论述了接触它的人中没有谁充分地谈论了它之后,他说,不应当因此而把他们弃置不顾,而是应当对他们心存感激,因为他们给后继者带来了不小的益处。同时,他通过这些言论确立了理论观想值得一切严肃的努力。因为他要求我们不仅应当对那些说出了那类我们也可以当作善言来使用并赞同其意见的话的人心存感激,而且也应当对更古老的人心存感激,即便他们关于这些事物的言论显得较为浅显。他也说明了这一点的缘由:因为这些人也为我们发现所寻求的事物做出了一定贡献。因为品质,即我们的能力,我们借以能够探求此类事物的那种灵魂的能力(而这就是依凭理智的能力),他们通过探求在某种程度上予以磨砺并激发,从而预先对它进行了锻炼,因为他们开辟了道路并引导我们自己也去探求这些事物,且使我们意识到关于他们所处理的事物的观想对于我们是本己的。并且通过这一点,他或许也在劝导我们去接触由他们所奠定的所有意见;因为充分掌握所奠定的各种意见,将使我们准备好成为真理的更有力的发现者。因为如果不首先查明他们的意见,又怎能如他所要求的那样对他们心存感激呢?此外,从这句话看来,这一卷书似乎在某种方式上紧承排在它前面的那一卷;因为他在那一卷中查明了前人关于第一本原的意见并对他们提出了某些反驳之后,在这一卷中他说,并不是因为我们反驳某些人的意见,就必须因此把他们当作对眼前的议题毫无贡献而弃置不顾,反而对那些看起来言论微不足道的人也应当心存感激;因为我们从他们那里也获得了益处,由于我们在品质上受到了预先的锻炼。因为无论以何种方式开启某事的人都是有益的,而不仅仅是那些做了进一步加工的人,他通过举出提摩太和弗律尼斯清楚地表明了这一点:提摩太被认为成为了最优秀的抒情诗人,而弗律尼斯虽然比提摩太更为古老,在技艺上却没有达到那种境界;因为在他们当中,[我们]从提摩太那里获得了抒情诗,而从弗律尼斯那里获得了提摩太成为这样的人这一结果;因为若非那一位首先出现并发端,这位后起者绝不可能将这些事物发展到如此地步。正如在那些人的情形中那样,在合乎真理的优美观想中也是如此;因为我们从某些人那里获得了某些值得使用的意见,因其包含非凡之物,而另一些人则是这些人能够谈论并发现此类事物的原因。
- 2.4τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ᾗ δυνάμει τῆς ψυχῆς τὰ τοιαῦτα ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν
这是一种前置宾语结构(hyperbaton):句首的宾语 τὴν ἕξιν(连带其同位语 τουτέστι τὴν δύναμιν ἡμῶν 以及关系从句 ᾗ...)在主动词 προήσκησαν 之前由指示代词 ταύτην 进行了复指承接。句子的主语是前代哲学家们(οὗτοι),宾语是理智层面的品质/能力(ἕξις)。
- 2.4τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τιμόθεον τοιοῦτον γενέσθαι
这是一个省略了主动词的句式。根据上下文,需要补充表示获取或承受的动词(如前文出现的 ὠνάμεθα 或 ἔχομεν)。全句构成对仗结构:“在他们当中,[我们]从提摩太那里[获得了]抒情诗创作(τὴν μελοποιίαν),而从弗律尼斯那里[获得了]提摩太成为这样的人(τὸ γενέσθαι)这一事实。”
