← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§141.36-143.2

困难的两种原因与蝙蝠的比喻

亚历山大阐释了亚里士多德将困难区分为源于事物本性与源于研究者软弱两类,并将对真理的探究归于后者。他结合蝙蝠的比喻,论述了由于理智与感觉相结合,导致在本性上最显明的诸本原对我们而言变得难以把握的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους." Δείξας τῇ μὲν ῥᾳδίαν τὴν θεωρητικὴν φιλοσοφίαν τῇ δὲ χαλεπήν, διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ, δεικνὺς κατὰ τί ἡ φιλοσοφία,1 δι’ οὗ πάλιν δείκνυται τὸ πῇ μὲν χαλεπὴν αὐτὴν εἶναι πῇ δὲ ῥᾳδίαν. οἱ δὲ τρόποι τῆς χαλεπότητος δύο, εἷς μὲν ὁ παρὰ τὴν τοῦ πράγματος θεωρουμένην φύσιν, τοιούτου ὄντος ὡς τῇ αὑτοῦ φύσει δυσθεώρητον εἶναι, δεύτερος ὁ διὰ τὴν τοῦ θεωροῦντος αὐτὸ ἀσθένειαν· δύναται γάρ τι τῇ αὑτοῦ φύσει ὂν εὐθεώρητον τῷ ἁπλοῦν εἶναι, διὰ τὴν ἡμετέραν ἀσθένειαν ἡμῖν εἶναι χαλεπόν τε καὶ δυσθεώρητον. ᾧ τρόπῳ τῆς χαλεπότητος ὑπάγει καὶ τὴν θεωρητικὴν τέχνην καὶ περὶ τῆς ἀληθείας φιλοσοφίαν. προτρέποι δ’ ἂν ἡμᾶς καὶ διὰ τούτου πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν· εἰ γὰρ τὰ γνώριμα καὶ πρῶτα τῇ αὑτῶν φύσει ἡμῖν ἐστι δύσγνωστα διὰ τὴν ἀργίαν τοῦ νοῦ, δῆλον ὅτι δεῖ γυμνάζειν τε καὶ ἐπεγείρειν πρὸς αὐτὰ τὸν νοῦν, ὅπως αὐτῷ εὔγνωστα γίγνηται τὰ τῇ αὑτῶν φύσει γνώριμα. πῶς δὲ ἔνιά ἐστι χαλεπὰ παρὰ τὴν τῶν μετιόντων αὐτὰ ἀσθένειαν, οὐ παρὰ τὴν αὐτῶν φύσιν, ἔδειξεν ἐπὶ τῶν νυκτερίδων, αἷς τὸ μεθημερινὸν φῶς δι’ ἀσθένειαν τῶν ὀφθαλμῶν πρὸς τὸ ὁρᾶν ἐμποδίζει, ὂν τῇ αὑτοῦ φύσει μάλιστα ὁρατόν τε καὶ αἴτιον τοῦ ὁρᾶσθαι τὰ ὁρώμενα. ὡς δὴ ἐκείνων οἱ ὀφθαλμοὶ πρὸς τὸ φῶς ἔχουσιν, οὕτω καὶ ἐφ’ ἡμῖν φησι τὸν νοῦν τὸν ἡμέτερον ἔχειν πρὸς τὰ τῇ φύσει φανερώτατα· ταῦτα δέ ἐστι τὰ ἁπλούστατα, τοιαῦται δὲ αἱ ἀρχαί. οὕτω δὲ ὁ ἡμέτερος νοῦς πρὸς τὰ φανερώτατα τῶν ὄντων ἔχει διὰ τὸ μὴ ἀπολελυμένος καὶ κεχωρισμένος εἶναι, ἀλλ’ εἶναι σὺν αἰσθήσει καὶ ταῖς παθητικαῖς δυνάμεσι τῆς ψυχῆς, ἃ πάντα ἐμπόδια τῇ οἰκείᾳ τοῦ νοῦ ἐνεργείᾳ· ἡ γὰρ περὶ τὰ αἰσθητὰ συνεχὴς ἡμῶν ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. εἰ δὲ διὰ ταῦτά ἐστι τῆς ἀληθείας γνῶσις χαλεπή, ἀληθὲς τὸ προειρημένον τὸ ‘ἡ περὶ τῆς ἀληθείας γνῶσις τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία’· χαλεπὴ γὰρ ἡμῖν, τῇ δὲ αὐτῆς φύσει ῥᾳδία. καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν,2 ὃ οὐ παρ’ ἄλλο τί ἐστιν ἢ παρὰ τὸ τῇ μὲν αὐτῆς φύσει τοιαύτην εἶναι, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν χαλεπὴν εἶναι γνωσθῆναι.

“或许也因为困难具有两种方式。” 在表明了理论哲学在某种意义上容易而在另一种意义上困难之后,他把困难作了划分,指出了哲学是依凭何者[而为困难],通过这一点,又再次表明了它在何种意义上是困难的而在何种意义上是容易的。困难的方式有两种:一种是由于被考察事物的本性,即事物本身依其本性就是难以考察的;第二种是由于考察者的软弱。因为某种事物虽然因其单纯而按其自身本性是易于考察的,却可能由于我们的软弱而对我们而言是困难且难以考察的。他也将理论技术,即关于真理的哲学,归入困难的这后一种方式之下。而且通过这一点,他或许也能劝导我们走向理论哲学;因为如果在本性上可知且居先的事物,由于理智的不活动而对我们而言难以认知,那么显而易见,必须锻炼并唤醒理智去朝向它们,以便按其本性可知的事物能变得对理智易于认知。至于某些事物如何不是由于自身的本性,而是由于追求它们的人的软弱而成为困难的,他在蝙蝠的例子中表明了这一点:对于蝙蝠而言,白昼的光线由于其眼睛的软弱而成为观看的障碍,尽管光线依其自身本性是最为可见的,并且是被看见的事物得以被看见的原因。他说,正如它们的眼睛对待光线那样,在我们这里,我们的理智对待在本性上最为显明的事物也是如此;而这些事物是最单纯的,诸本原便是如此。我们的理智之所以对待存在者中最为显明的事物处于这种状态,是由于它不是被解脱和被分离的,而是与感觉及灵魂的受动能力共存,这一切都是理智本己活动的障碍;因为我们关于感觉对象的持续活动,成了脱离感觉的活动的阻碍。而如果由于这些原因对真理的认识是困难的,那么先前所说的“关于真理的认识在某种意义上困难而在另一种意义上容易”便是真实的;因为对我们而言是困难的,但就其自身本性而言却是容易的。先前那些言论也可能是为此缘故而说的,用以确立哲学兼具这二者,而这无非是由于它就其自身本性而言是如此的[容易],但对我们而言却因我们的软弱而在被认知上是困难的。

语法注2 条
  1. 2.3δεικνὺς κατὰ τί ἡ φιλοσοφία

    在间接疑问从句 κατὰ τί ἡ φιλοσοφία 中,省略了作表语的形容词与系动词(χαλεπή ἐστι)。承接前面的 διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ(“对困难作了划分”),需补充理解为“指出了哲学是依凭[两种方式中的]何者[而为困难]”。

  2. 2.3καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν

    主句谓语是由祈愿语气 εἴη ἄν 与完成时被动分词 εἰρημένα 构成的迂回形式,主语是指示代词 κἀκεῖνα(即 καὶ ἐκεῖνα,指前一节中提到的谚语等言论)。分词短语 κατασκευαστικὰ ὄντα 作为主格补足语说明主语的功能,属格不定式短语 τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν 则作形容词 κατασκευαστικά(确立/论证……的)的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:141.36-143.2