- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:140.10-141.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助弓箭手的比喻解释了谚语“谁会打不中大门”的起源与逻辑,并针对表面上相互矛盾的语句“具有整体而不能具有部分”,提出了词序倒置、超置以及省略补充等多种解释,以调和该项探究的困难与容易。
" Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι, τίς ἂν θύρας ἁμάρτοι." Ὅτι τὸ πάντας τι ὑγιὲς εἰρηκέναι τοὺς περὶ αὐτῆς λέγοντας σημεῖον ἂν εἴη τοῦ ῥᾳδίαν αὐτὴν εἶναι, ἔδειξε τῇ παροιμίᾳ προσχρησάμενος τῇ “τίς ἂν θύρας ἁμάρτοι;” ἣ λέγεται μὲν ἐπὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων, εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ὁ προκείμενος ᾖ σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἂν δὲ ᾖ πλατύς, οὐ χαλεπὸν τὸ τούτου τυγχάνειν, διὸ καὶ πάντες αὐτοῦ τυγχάνουσιν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, καὶ οὐ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο.1 τὸ δὲ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. πάλιν τοῦ χαλεπὴν καὶ δύσκολον τὴν πραγματείαν εἶναι σημεῖον ποιεῖται τὸ ἕτερον τῶν προρρηθέντων. ἦν δὲ τὸ καθ’ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, τῷ τοὺς καθ’ ἕνα μήτε περὶ ὅλης λέγειν τῆς πραγματείας μήτε περὶ μέρους αὐτῆς ὁλοκλήρως. οἱ γὰρ μηδὲν ἢ μικρὸν ἐπιβάλλοντες αὐτῇ πρὸς τῷ τοῦ παντὸς ἀπολείπεσθαι ἀπολείποιντο ἂν καὶ τῶν μερῶν αὐτῆς. οὗτοι δὴ τὸ χαλεπὸν αὐτῆς δεικνύουσιν. ἔχει δέ τι ἡ λέξις ἀκατάλληλον ἡ τὸ δ’ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς.2 δοκεῖ γὰρ δι’ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε. προείρηκε μὲν γὰρ ὅτι κατὰ μέρος μὲν ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. ὃ φεύγοντές τινες ἐνηλλάχθαι φασὶ τὴν λέξιν καὶ εἶναι τὸ κατάλληλον αὐτῆς “τὸ δὲ ὅλον μὴ δύνασθαι καὶ μέρος ἔχειν δηλοῖ τὸ χαλεπὸν αὐτῆς”· τοῦτο γὰρ σύμφωνον εἶναι τοῖς προειρημένοις. μήποτε δὲ ἄμεινον τῆς λέξεως ἀκούειν, ὡς προειρήκαμεν, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε μέρος ὁλοκλήρως ἔχειν δύνασθαι· ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ τὸ δὲ μήτε ὅλον τι ἔχειν ἀλλὰ μηδὲ μέρος δύνασθαι· τὸ γὰρ ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ οὔτε τὸ ὅλον ἔχειν ἦν οὔτε μέρος αὐτῆς ὅλον· οὐ γὰρ καὶ τὸ μέρος δύσληπτον, χαλεπὸν τοῦτο. καὶ εἴη ἂν ὑπερβατὸν ἐν τῇ λέξει τοιοῦτον, τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος, ὡς εἰ ἔλεγε, τὸ δὲ μηδέτερον δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ τὸ δ’ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι, τὸ εἰς ἔννοιαν μὲν τοῦ ὅλου καὶ ἐπίστασιν πάντας ἐλθεῖν, μηδὲν δὲ μέρος αὐτῆς ἐξακριβώσασθαι δυνηθῆναι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναται καὶ λείπειν τῇ λέξει τὸ πάντας ἅμα, ἵν’ ᾖ τὸ δ’ ὅλον τι ἔχειν πάντας ἅμα, μέρος δὲ ἕκαστον μὴ δύνασθαι,3 δηλοῖ τὸ χαλεπὸν αὐτῆς. καὶ τοῦτό γε μᾶλλον ἀκολουθεῖν δόξει τοῖς προειρημένοις τοῖς “καθ’ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, ἐκ πάντων δὲ τῶν συναθροιζομένων γίγνεσθαί τι μέγεθος.” δύναται ἴσον εἶναι τὸ εἰρημένον τῷ τὸ δὲ μὴ δύνασθαι καὶ ὅλον τι ἔχειν καὶ μέρος, ἀλλὰ μέρος τι μόνον λαμβάνειν αὐτοῦ. τὸ δὲ “τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία” λέγοι ἂν οὐχ ὡς κατὰ ταὐτὸν ὄντων ἀμφοτέρων περὶ αὐτήν, ἀλλ’ ὡς φαντασιῶν καὶ δοξῶν ἀμφοτέρων οὐσῶν περὶ αὐτῆς, κατὰ μέν τι ὅτι ῥᾳδία, κατὰ δέ τι ὅτι χαλεπή· διὰ μὲν γὰρ τὸ καὶ πάντας ἐπιβάλλειν αὐτῇ οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ κατὰ μέρος ὅλον οὐ ῥᾳδία.
“因此,如果情况恰如我们常说的谚语那样,‘谁会打不中大门呢?’” 所有谈论它的人都说出了某种合理之物,这将是它容易的一个标记,这一点他通过借用谚语“谁会打不中大门?”表明了。这句谚语用于指称那些容易且没有任何困难和难以发现之处的事物,它取自向靶子射箭的弓箭手。因为如果设在他们面前的靶子是狭窄的,他们就不容易击中它;但如果是宽阔的,击中它就并非难事,因此所有人都能击中它。那么,如果所有人都击中容易之物,所有人都能击中之物也就是容易的。“另一方面,具有整体而不能具有部分,则表明了它的困难。”他又把先前所说的另一件事作为这项研究是困难和艰巨的标记。那便是按个人而言他们对它把握很少或毫无把握,这是由于每个人既不谈论研究的整体,也不完整地谈论它的一部分。因为那些对它毫无把握或仅有微少把握的人,除了缺失整体之外,也会缺失它的一些部分。正是这些人表明了它的困难。然而,“另一方面,具有整体而不能具有部分,则表明了它的困难”这句措辞包含着某种不协调之处。因为通过这句话,他似乎说了与他先前所说的相反的话。因为他先前曾说,每个人在部分上把握了存在者的真理,却在整体上失败了;而现在他似乎是在说,着手于它的人具有整体,却不能具有部分。有些人为了回避这一点,说措辞发生了颠倒,其协调的形式是:“另一方面,不能具有整体而具有部分,则表明了它的困难”;因为这与先前所说的话一致。但也许按照我们先前所说的那样来理解这句话更好,即通过既不能具有整体也不能完整地具有部分,表明了这项研究的困难;从而所说的话等同于“既不能具有任何整体,也不能具有哪怕部分”。因为对它把握很少或毫无把握,既不是具有整体,也不是具有它完整的一部分;因为如果连部分也难以把握,这就是困难的。在这句话中会有这样一种超置,即“不能具有整体和部分”,就好像他是在说“两者皆不能,这表明了它的困难”。人们也可以这样来理解“具有整体而不能具有部分”:所有人都达到了对整体的概念和关注,却无法精确弄清它的任何部分,这表明了它的困难。在这句话中也可能省略了“所有人一起”,以便成为:“所有人一起具有某种整体,而每个人却不能具有部分,这表明了它的困难。”并且这看来更符合先前所说的那些话:“按个人而言,他们对它把握很少或毫无把握,但从聚集在一起的全体中产生了某种宏大。”所说的话也可以等同于“不能同时具有某种整体和部分,而只能获取它的一定部分”。而“在某种意义上困难,在另一种意义上容易”,可以说并不是因为这两者在同一方面属于它,而是因为这两者都是关于它的表象与意见,在某个方面认为是容易的,而在另一个方面认为是困难的。因为由于所有人也都着手于它,它并不困难;但由于没有人哪怕在部分上能完整地获得成功,它并不容易。
- 2.2καὶ οὐ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο
写本中的 οὐ 被理解为关系代词/副词 οὗ(“凡……之物”)的讹误或同音异写,从而构成相关的对应命题:“凡所有人都击中之物,这也同样是容易的”。在上下文中,它作为前一句“所有人都击中容易之物”的互逆推论。
- 2.2τὸ δ’ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς
关于亚里士多德原文(993b5–7)引文句法不协调(ἀκατάλληλον)的讨论。由于该句表面上与前文“每个人把握部分而错失整体”相矛盾,亚历山大提出了两种句法方案:一是将否定词颠倒置于整体之前;二是将其视为超置(hyperbaton),重组为 τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος,意即“整体与部分二者皆无法完全具有”。
- 2.2δύναται καὶ λείπειν τῇ λέξει τὸ πάντας ἅμα, ἵν’ ᾖ τὸ δ’ ὅλον τι ἔχειν πάντας ἅμα, μέρος δὲ ἕκαστον μὴ δύνασθαι
关于补充句法省略(λείπειν)的一种解释方案。通过补出作为逻辑主语的对比项 πάντας ἅμα(所有人一起,集合整体)与 ἕκαστον(每个人单独),分别作为不定词 ἔχειν 与 μὴ δύνασθαι 的主语,从而构成通顺的意义:“所有人合起来把握了整体,而每个人单独却无法完成部分”。
