← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§138.24-140.9

真理的考察与探求难易的标记

亚历山大考察了《形而上学》第二卷开篇(993a30)的文本异读(有无“由于/ὅτι”)以及“对真理的考察”之内涵,并解释了探求真理之所以困难(无人能配得上地阐述)与之所以容易(每个人都说出了部分合理见解)的标记。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

" Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία. σημεῖον δέ." Γράφεται καὶ χωρὶς τοῦ “ὅτι,”1 ἡ περὶ τῆς ἀληθείας θεωρία· καὶ μᾶλλον δοκεῖ ἐκεῖνο ἀρχὴ εἶναι, τὸ δὲ μετὰ τοῦ ὅτι οὐκ ἀρχὴ ἀλλ’ ἑπόμενον προειρημένῳ τινί. περὶ δὲ τῆς ἀληθείας θεωρίαν λέγει πᾶσαν τὴν θεωρητικὴν φιλοσοφίαν, οὐχ ὡς μόνην περὶ τὴν ἀλήθειαν πραγματευομένην (καὶ γὰρ ἡ πολιτική τε καὶ πρακτικὴ φιλοσοφία περὶ τὸ ἐν ἐκείναις ἀληθές, ἀλλὰ καὶ αἱ τέχναι περὶ τῆς τῶν ὑπ’ αὐτὰς ἀληθείας εἰσὶ θεωρητικαί, εἴ γε ἐστὶ τέχνη ἕξις μετ’ ἀληθοῦς λόγου ποιητική), ἀλλ’ ὅτι ταύτης μόνης τέλος ἡ γνῶσις τῆς ἀληθείας καὶ τῆς κυρίως ἀληθείας· τὸ γὰρ ἀΐδιον ἀληθὲς αὕτη θεωρεῖ. συνιστὰς δὲ τὴν θεωρητικὴν φιλοσοφίαν ὡς μάλιστα οἰκείαν ἡμῖν καὶ κατὰ φύσιν, τῇ μέν φησι χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι τῇ δὲ αὖ ῥᾳδίαν, χαλεπὴν μὲν καθ’ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατ’ ἀξίαν εἰπεῖν περὶ αὐτῆς·2 τοῦ δὲ αὖ ῥᾳδίαν εἶναι σημεῖον πάλιν ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγον παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἁπάντων ἀθροίσαιμεν εἰς ταὐτὸ δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτῆς θεωρία φανεῖται. περὶ γοῦν τῶν ἀρχῶν, ὡς ἐν τῷ πρὸ τούτου προείρηκεν, ἕκαστος μὲν τῶν εἰπόντων μέρος τι αὐτῶν εἶπε, καὶ οὐδὲ τοῦτο σαφῶς, τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι τῷ ἄλλον ἄλλης μνημονεῦσαι. μήτε πάντας ἀποτυγχάνειν. τοῦτο εἴρηκεν ὡς ἴσον τῷ μήτε τινὰ τῶν πάντων ἀποτυγχάνειν αὐτῶν πάντῃ. ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐποίησεν ἐπενεγκὼν ἀλλ’ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως· τοῦτο γὰρ συνῳδὸν τῷ μηδένα ἀποτυγχάνειν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό.3 δοκεῖ δέ μοι διὰ μὲν τοῦ πολλούς τε ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα αὐτῶν πάντῃ διαμαρτάνειν δείκνυσθαι τὸ κατὰ φύσιν ἡμῖν εἶναι τήνδε τὴν πραγματείαν, διὰ δὲ τοῦ μηδένα κατ’ ἀξίαν εἰρηκέναι περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς ἐνδείκνυσθαι καὶ τὴν χαλεπότητα, καὶ ὅτι μὴ χρὴ πάρεργον ποιεῖσθαι τὴν ζήτησιν αὐτῆς. ἔχεσθαι μὲν γὰρ αὐτῆς χρή, ὅτι ἡμῖν ἐστι κατὰ φύσιν, μὴ παρέργως δέ, ὅτι ἐστὶ χαλεπή. προτρέποι δ’ ἂν ἡμᾶς δι’ ὧν εἴρηκε καὶ ἐπὶ τὸ μήτε καταφρονεῖν αὐτῆς ὡς ῥᾳδίας πάντῃ μήτε ἀπογινώσκειν ὡς πάντῃ χαλεπῆς.

“对真理的考察在某种意义上是困难的,在另一种意义上是容易的。其标记是”它也被写作没有“由于”的形式,即“对真理的考察”;并且那一种读法更显得是一个开端,而带有“由于”的读法不是开端,而是紧接着先前所说的某事。他用“对真理的考察”指称全部理论哲学,并不是说只有它从事于真理(因为政治哲学和实践哲学也涉及存在于那些领域中的真理,甚至各门技艺若确实是伴随真理性的理性的制作品质,也考察从属于它们的事物的真理),而是因为唯独它的目的才是对真理的认知,且是对本原意义上的真理的认知;因为它观照永恒的真理。在确立理论哲学对我们而言是最亲近且合乎本性之物的过程中,他说在某种意义上它会被认为难,但在另一种意义上又会被认为是容易的:说是困难的,是因为尽管有许多人着手于它,却没有一人作出了配得上它的论述;因为关于它的考察难以发现且困难的充分标记,正在于谈论它的人无法以配得上的方式谈论它;而作为它容易的标记,他又指出,谈论它的人并没有全然误入歧途,而是谈论者中的每个人都说了关于它的某种合理之物。因为如果我们按每一个从事哲学的人单独加以考察,就会发现他们每个人所说的合理之物都极其微少;但如果我们把所有人的意见汇聚为一体,关于它的考察就会显得已经颇为可观且宏大了。至少关于本原,正如他在前一卷中所说的那样,谈论者中的每个人都只说了它们的一部分,而且连这一部分也没有讲清楚,但他指出,由于一人提及这一本原而另一人提及另一本原,在某种方式上所有的本原都已被提及了。“也不是所有人都失败。”他说这句的意思等同于“所有人中没有一个人在关于它们的事情上全然失败”。而他表达的是这个意思,这一点他通过随后添加“而是每个人都说出了一些关于自然的话”表明了;因为这与“没有人失败”相吻合。并且添加的“关于自然的”这一用词本身也表明,这本书是位于全部理论哲学之前的。在我看来,通过许多人着手谈论它且他们之中没有一人完全失误,表明了这一研究对我们而言是合乎本性的;而通过没有一人以配得上的方式谈论它,则指明了它的宏大与困难,以及不应当把对它的探求当成副业。因为我们必须执持它,由于它合乎我们的本性;但不可马虎从事,由于它是困难的。通过他所说的这些话,他也是在勉励我们,既不要以为它在各方面都容易而轻视它,也不要以为它在各方面都困难而放弃它。

语法注3 条
  1. 2.1Γράφεται καὶ χωρὶς τοῦ “ὅτι,”

    此处指涉手抄本异读。中性单数属格冠词短语 τοῦ “ὅτι” 将连词 ὅτι 名词化。语法主语是其后的短语 ἡ περὶ τῆς ἀληθείας θεωρία,整句意为“也可以不带‘ὅτι’而写作‘对真理的考察……’”。

  2. 2.1τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατ’ ἀξίαν εἰπεῖν περὶ αὐτῆς

    句子的基本骨架为:[主语] τὸ μὴ δύνασθαι... + [省略的系词] + [表语] σημεῖον ἱκανόν + [说明性属格不定词短语] τοῦ ... εἶναι θεωρίαν。置于句首的属格短语 τοῦ ... εἶναι 修饰名词 σημεῖον(“……的充分标记”)。

  3. 2.1τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό

    语序存在倒装(hyperbaton)。主语为 τὸ προσκείμενον τῆς φύσεως(“‘关于自然的’这一添加”),并由 καὶ αὐτό 加以强调。动词 συνίστησι(“论证/表明……”)支配带不定词的宾格结构(τὸ ... εἶναι τὸ βιβλίον πρὸ πάσης τῆς θεωρητικῆς φιλοσοφίας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:138.24-140.9