← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§137.2-138.23

小α卷的真伪与全书定位

亚历山大讨论了《形而上学》中《小α卷》的真确性及其篇章定位,审视了它与《大A卷》和《B卷》衔接上的疑难以及类似于物理学序论的结尾,并指出该卷实际上构成了对全部理论哲学的引论以及关于原因非无限性的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Τὸ ἔλαττον ἄλφα τῶν Μετὰ τὰ Φυσικὰ ἔστι μὲν Ἀριστοτέλους ὅσα καὶ τῇ θεωρίᾳ τεκμήρασθαι, οὐ μὴν ὁλόκληρον ἔοικεν εἶναι, ἀλλ’ ἔστιν ὡς μέρος βιβλίου, τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι.1 ὅσον μὲν οὖν ἐπὶ τῷ περὶ ἀρχῶν καὶ ἐν τούτῳ ποιεῖσθαί τινα λόγον, δόξει καὶ οὐκ ἀπᾴδειν τοῦτο τοῦ μείζονος Α, ἀλλ’ ἕπεσθαι ἐκείνῳ περὶ ἀρχῶν καὶ αἰτίων, ἐξ ὧν ἐν ἐκείνῳ παυόμενος τοῦ βιβλίου εἶπεν “ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἂν ἐξ αὐτῶν εὐπορήσαιμεν πρὸς τὰς ὕστερον ἀπορίας”. προειπὼν δὲ τοῦτο ἐν ἐκείνῳ, ἐν τούτῳ ζητεῖν ἀκολούθως δοκεῖ εἰ ἐπ’ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια, καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ὅσον δὲ πάλιν ἐπὶ τῷ τέλει αὐτοῦ, οὐ δόξει τοῦτο ἐκ ταύτης εἶναι τῆς συντάξεως, ἀλλὰ τῆς φυσικῆς πραγματείας προοίμιόν τι· ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις, ἐπαύσατο.2 εἶπε γὰρ “διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.” φυσικοῦ δὲ τὸ περὶ τούτου σκέπτεσθαι· διὸ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηται τὸν περὶ φύσεως λόγον. ἔτι δὲ οὐδ’ ἡ ἀρχὴ αὐτῷ τοῦ Β τὸν περὶ φύσεως περιέχει λόγον, ὡς δοκεῖν ἕπεσθαι τούτῳ ἐκεῖνο, ἀλλὰ περὶ ὧν ἀναγκαῖόν ἐστι προαπορῆσαι ἐν τῇδε τῇ πραγματείᾳ, ταῦτα ἐν αὐτῷ καταλέγει τε καὶ ἐκτίθεται. διὸ δόξει τῷ μείζονι Α τὸ Β μᾶλλον ἀκολουθεῖν· συνῳδὸς γὰρ ἡ τούτου ἀρχὴ τῷ ἐκείνου τέλει. ἐκεῖ τε γὰρ προέθετο περὶ ὧν ἀπορήσειεν ἄν τις περὶ τῶν εἰς τὰς ἀρχὰς καὶ τὴν εὕρεσιν αὐτῶν συντεινόντων εἰπεῖν, ἔν τε τῷ Β φαίνεται τοῦτο ποιῶν. οὐ μὴν οὐδὲ τὰ ἐν τούτῳ λεγόμενα ἀλλότρια πάντη τῆς προκειμένης πραγματείας εἶναί μοι δοκεῖ, ἀλλ’ ἔστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας τὰ ἐν τούτῳ λεγόμενα. πρῶτον μὲν γὰρ ἐν αὐτῷ περὶ τῆς θεωρητικῆς φιλοσοφίας κοινῶς πάσης λέγει, δεικνὺς ὅτι πῇ μέν ἐστι χαλεπή, τεκμαιρόμενος ἀπὸ τοῦ μηδένα ἀξίως περὶ αὐτῆς εἰρηκέναι, πῇ δὲ ῥᾳδία, τεκμαιρόμενος πάλιν ἀπὸ τοῦ μηδένα αὐτῆς παντάπασιν ἀποτυγχάνειν. ἀλλὰ καὶ διὰ τί δυσχερὴς μᾶλλον προστίθησι, δεικνὺς τούτου τὸ αἴτιον ἐν ἡμῖν ὄν· ὁ γὰρ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν. καὶ ἐπὶ τούτοις ἐπαινέσας τοὺς ὁπωσοῦν ἡμμένους αὐτῆς ὡς οὐ μικρὰ συμβεβλημένους, καὶ ᾗ διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς εἰπών, καὶ ὅτι τὸ κύριον τῆς θεωρίας ἡ γνῶσις, δείκνυσιν ὅτι πλεῖστον εἰς θεωρίαν τε καὶ τὴν τῆς ἀληθείας γνῶσιν ἡ τῶν ἀρχῶν τε καὶ τῶν αἰτίων γνῶσις συντελεῖ· μάλιστα γὰρ ἔστι τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, τὰ δὲ μάλιστα ὄντα καὶ ἀληθῆ μάλιστα καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ταῦτα.3 δείκνυσι δὲ ἐν αὐτῷ καθόλου τε καὶ κοινῶς καὶ ὅτι εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τῶν ὄντων, ἀνελὼν τὸ ἐπ’ ἄπειρον τὴν πρόοδον τῶν αἰτίων εἶναι.

《形而上学》的《小α卷》就其义理的推测而言固然属于亚里士多德,但似乎并不完整,而对于根据其开端以及篇幅简短来推断的人而言,它更像是一部书的一部分。因此,就该卷同样对本原进行了某种论述而言,它似乎与《大A卷》并不脱节,反而是在关于本原与原因的问题上承接着那一卷,这正如他在那一卷末尾结束时所言:“让我们重新回到人们就这些相同问题可能提出的疑难;因为或许从这些疑难中,我们能更有准备地面对以后的疑难。”他在那一卷中预先说了这番话之后,在这一卷中似乎顺理成章地探求本原与原因是否无限,并且论证了在它们之中存在着某种本原,而进展并非无限。但另一方面,就其结尾而言,这一卷似乎又不属于这部编著,而是某种物理学论著的绪论;因为他结束该卷时,就仿佛在接下来的内容中将要讨论自然并探求自然是什么。因为他说:“因此必须首先考察自然是什么;因为如此一来,自然学所关涉的对象也会明了。”而考察这一点属于自然哲学家的职责;正因如此,他在《物理学讲演录》中也展开了关于自然的论述。此外,对他而言,《B卷》的开端也并未包含关于自然的论述,以至于能让人觉得那一卷承接于这一卷之后;相反,在《B卷》中他列举并陈述的,是在本部论著中必须预先提出疑难的事情。因此,似乎《B卷》更直接承接于《大A卷》;因为前者的开端与后者的结尾相吻合。因为在《大A卷》中,他提议陈述人们就关涉本原及其发现的问题可能提出的疑难,而在《B卷》中他显然正是这样做的。然而,在我看来,这一卷中所讨论的内容也绝非完全与当前的论著无关,相反,其中所说的内容仿佛构成了对全部理论哲学共通的前言和引论。因为首先,他在其中一般性地论述了全部理论哲学,指出它一方面是艰难的(这是从无人能对它作出当之无愧的阐述推断出来的),另一方面又是容易的(这又是从无人会完全与之失之交臂推断出来的)。不仅如此,他还补充了为什么它更为困难,指明这一困难的原因在我们自身;因为我们的智性对于认识在自然本性上明晰的事物是孱弱的。在这些之后,他赞扬了凡以某种方式触及过这门哲学的人,认为他们的贡献不可小觑;在说明了理论哲学与实践哲学的区别、以及理论的主要目标是知识之后,他论证了对本原和原因的认识对理论以及对真理的认识贡献最大;因为第一原因和本原最是真实存在,而最真实存在的事物也是最真实无妄的,并且它们是其他事物之存在以及在其中之真理的原因。此外,他在这一卷中通过否定原因的进展是无限的,普遍且共通地证明了存在者的本原和原因确实存在。

语法注3 条
  1. 2.0τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι

    与格分词 τεκμαιρομένοις 是判断者与格(dativus iudicantis),表示“在从……做出推断的人看来”。与之连用的名词短语 τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι 是由分词 τεκμαίρομαι 所支配的方式或依据与格。

  2. 2.0ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις, ἐπαύσατο

    连词 ὡς 与将来时分词 ἐρῶν 及 ζητήσων 连用,修饰主动词 ἐπαύσατο,表示主观意图或态度(“就仿佛他打算在后文中讨论……并探求……一样结束了”)。全句的省略主语可理解为亚里士多德本人或拟人化的该卷文本。

  3. 2.0καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ταῦτα

    句末的指示代词 ταῦτα 复指前面的主语(τὰ δὲ μάλιστα ὄντα),所在分句省略了系动词 ἐστί(“这些正是其他事物之存在以及在其中之真理的原因”)。αἴτια 作主格补足语并支配属格短语 τοῦ τε εἶναι 与 τῆς ... ἀληθείας,τοῖς ἄλλοις 则是关涉与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:137.2-138.23