← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§134.15-136.17

四因说的完备性与对前人学说的总结

亚历山大注释亚里士多德对前人学说的总结(993a11–993a24),指出在四种原因之外并未发现其他原因,并通过恩培多克勒关于骨骼比例的说法说明前人的表述并不明晰,随后解释向《B卷》及《小α卷》中探讨的诸难题的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.110

" Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας p. 993 a ζητεῖν ἐοίκασι πάντες." Ἐν τῇ Φυσικῇ ἀκροάσει εἰς τέσσαρα εἴδη αἰτίων ἀνήχθη ὑπ’ αὐτοῦ τὰ αἴτια πάντα. ὃ βουλόμενος καὶ νῦν πιστώσασθαι ἦλθεν ἐπὶ τὸ τὰς τῶν * περὶ αἰτίων εἰπεῖν δόξας, ἐξετάζων εἰ μή τις ἄρα αὐτῶν ἄλλο τι εἶδος ἐζήτησεν αἰτίου· καὶ εὗρε πάντας τοὺς περὶ αἰτίων εἰρηκότας τούτων τι τῶν εἰρημένων αἰτίων λέγοντας αἴτιον, τοὺς μέν τινας ἓν ἐξ αὐτῶν, ὡς οἱ τὸ ὑλικὸν αἴτιον ἀποδιδόντες, τοὺς δὲ δύο, τοὺς δὲ τρία, ὧν οἱ μὲν τὸ ποιητικὸν πρὸς τῇ ὕλῃ ὑπελάμβανον, ὡς Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, οἱ δὲ τὸ εἶδος, ὡς οἱ τὰς ἰδέας, οἱ δὲ καὶ ἀμφοτέρων πως ἐφήπτοντο, τοῦ τε ποιητικοῦ καὶ τοῦ κατὰ τὸ εἶδος, ὡς ἐρεῖ περὶ Ἐμπεδοκλέους. πλὴν οὐδείς γε ἔξω τούτων τῶν εἰδῶν ἄλλο τι εἶδος αἰτίου ἐζήτησεν ἢ ὑπέθετο, ἀμυδρῶς μέντοι περὶ αὐτῶν εἶπον πάντες καὶ οὐ διηρθρωμένως. καὶ γὰρ Πλάτων τῶν τεσσάρων μνημονεύων αἰτίων εὑρεθείη ἄν, καὶ Ἐμπεδοκλῆς τῶν τριῶν, ὡς ἐρεῖ, οὐ σαφῶς δὲ οὐδὲ διωρισμένως. αἰτίαν δέ φησι τοῦ περὶ τῶν αἰτίων ἀδιαρθρώτως αὐτοὺς εἰρηκέναι, καίτοι τούτοις ἐπιβάλλοντας, τὸ μηδέπω τῶν κατὰ φιλοσοφίαν ἐπιστήμην τινὰ πρὸ Ἀριστοτέλους ἀκριβῶς εὑρῆσθαι,1 ἀλλ’ ἔτι ἀδιαρθρώτως, ὥσπερ οἱ ψελλίζοντες τὰς φωνὰς λέγουσιν, οὕτω δὲ καὶ τοὺς πρὸ αὐτοῦ περὶ φιλοσοφίας λέγειν. ὅτι δὲ ταῦτα ἔλεγον οὐ διαρθροῦντες, Ἐμπεδοκλέους μέμνηται λέγοντος τὸ ὀστοῦν κατὰ τὸν λόγον ὀστοῦν εἶναι, οὐ κατὰ τὴν ὕλην· ἡ μὲν γὰρ ὕλη κοινὴ καὶ τοῖς ἄλλοις κατ’ αὐτόν (τὰ γὰρ τέσσαρα στοιχεῖα), ὀστοῦν δὲ ἐν τῇ ποιᾷ τούτων καὶ ποσῇ κράσει φησὶ γίγνεσθαι, λέγων ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο·2 τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο. εἰ δὲ τοῖς ὀστοῖς κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι (τοῦτο γάρ ἐστιν ὁ λόγος), τὸ ὀστοῦν εἶναι κατ’ αὐτόν, δῆλον ὡς καὶ τῇ σαρκὶ καὶ τῷ νεύρῳ καὶ ἑκάστῳ τῶν ὄντων, οἷον λίθῳ ξύλῳ, κατὰ τὸν λόγον καὶ τὸ εἶδος τὸ εἶναι· ἢ γὰρ ἐπὶ πάντων τὸ εἶδος καὶ ὁ λόγος αἴτιος τοῦ ἕκαστον εἶναι ὃ ἔστιν, ἢ ἐπ’ οὐδενός. διὰ γὰρ τὸν λόγον καὶ διὰ τὸ εἶδος ἡ διαφορὰ ἐν τοῖς οὖσι, καὶ ἔστιν αὐτῶν τὸ μέν τι σὰρξ τὸ δέ τι ὀστοῦν τὸ δὲ ἄλλο τι, ἐπεὶ ἥ γε ὕλη κατ’ αὐτὸν πᾶσι τοῖς οὖσιν ἡ αὐτή, ὡς ἔφαμεν· τὰ γὰρ τέσσαρα στοιχεῖα ἡ ὑλικὴ ἀρχὴ αὐτῷ. ὅτι μὲν οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τὸ εἶδος αἴτιον ἑκάστῳ τοῦ τῷδέ τινι εἶναι, πάντως ἂν συνέφησεν Ἐμπεδοκλῆς, εἴ τις αὐτὸν ἐπῆγε τῷ λόγῳ παραδεικνὺς ἕκαστον οὕτως ἔχον· αὐτὸς μέντοι ἐφ’ ἑαυτοῦ λέγων οὐδὲν περὶ αὐτοῦ σαφῶς διώρικεν, οὐδὲ κατ’ ἐπιστήμην εἴρηκέ τινα τῷ μὴ περὶ πάντων ὁμοίως τῶν ὁμοίων εἰρηκέναι.

“由此可见,所有人似乎都在寻求《物理学》中所说的那些原因。” 在《物理学讲演录》中,所有的原因都被他归结为四种原因。由于他现在也希望确证这一点,便转而陈述[前人]关于原因的看法,考察他们当中是否有人探求了某种其他种类的原因;他发现,所有谈论过原因的人,所说的原因都是这些已被陈述的原因中的某一种:有些人主张其中的一种(如那些提出质料因的人),有些人主张两种,有些人主张三种,在这些人中,有的在质料之外假定了动力因(如阿那克萨戈拉与恩培多克勒),有的假定了形式(如提出理念的人),有的则以某种方式同时触及了两者,即动力因与依据形式的原因(正如他关于恩培多克勒所要谈到的那样)。不过,绝没有任何人在这些种类之外探求或假定了某种其他种类的原因;然而,他们所有人关于这些原因的表述都是隐晦的,而不是清晰区分的。因为柏拉图也会被发现提到了四种原因,而恩培多克勒如他所言提到了三种原因,但既不清楚也没有明确界定。他说,他们虽然触及了这些原因,但论述它们时却缺乏明晰区分,其原因在于亚里士多德之前关于哲学的各门知识尚未被精确发现,而是仍然缺乏明晰性,正如口齿不清的人吐字发音一样,在他之前的人论述哲学也是如此。至于他们是在未加区分的情况下说出这些的,他提到了恩培多克勒,后者说骨之所以是骨乃依据比例,而非依据质料;因为在他看来质料对于其他事物也是共通的(因为四元素即是质料),但他声称骨是在这些元素某种质与量的混合中生成的,他说: “而和悦的大地在精制的熔炉中, 在八个部分中分得了涅斯提斯之光的两份, 分得了赫淮斯托斯的四份;于是白色的骨骼生成了。” 如果照他所说,骨之所以成为骨是依据比例,也就是依据形式和本质(因为这就是比例),那么显而易见,对于肌肉、筋腱以及石、木等每一个存在者来说,存在也是依据比例和形式的;因为形式和比例或者是万物各自成为其所是的原因,或者对任何事物都不是原因。因为正是由于比例和形式,存在者之中才有差异,它们之中有的是肉,有的是骨,有的则是别的东西,因为正如我们所说,在他看来至少质料对于一切存在者都是相同的;因为四元素是他的质料本原。因此,事情确实是这种情形,并且形式是每个事物成为这一具体事物的原因,对于这一点,如果有人通过论辩引导恩培多克勒并向他指明每个事物都是如此,恩培多克勒必定会完全赞同;然而他自己陈述时并未对此做出任何明晰的界定,也没有依据任何科学知识来论述,因为他并没有对所有类似的事物作一律的论述。

§1.111

"Περὶ μὲν οὖν τῶν τοιούτων δεδήλωται καὶ πρότερον." Λέγοι ἂν περὶ τούτων ὡς εἰρηκὼς ἤδη, ὅτι εἶπε καὶ ἐν τοῖς πρὸ τούτου περὶ Ἀναξαγόρου λέγων καὶ τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν οὖν λέγοντι ταῦτα ἐπηκολούθησεν, οὐ μὴν αὐτὸς σαφῶς τι περὶ τούτων εἶπεν, ὥσπερ οὐδὲ Ἐμπεδοκλῆς, περὶ οὗ νῦν εἶπεν. ἐπὶ τούτοις ἀπορίας τινὰς ἀπορήσειν ἐπαγγέλλεται συντεινούσας εἰς τὸν περὶ τῶν ἀρχῶν λόγον, ἐξ ὧν ῥηθεισῶν φησι καὶ καλῶς ἀπορηθεισῶν εὐπορωτέρους ἡμᾶς ἔσεσθαι πρὸς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορουμένων· αἱ γὰρ περὶ τῶν ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορουμένων ἐν τῷ Β· διὸ καὶ δόξαι ἂν ὅσον ἐκ τῶν νῦν εἰρημένων3 συνῆφθαι τούτῳ τῷ βιβλίῳ τὸ Β. οὐ μὴν ἀλλὰ λέγει γε περὶ ὧν ἐνταῦθα προτίθεται καὶ ἐν τῷ ἐλάττονι α. εἰπὼν γὰρ ὅσα δὴ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις ἐπανέλθωμεν πάλιν, περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτίων καὶ ἐν τῷ μετὰ τοῦτο ἐλάττονι α ζητεῖ τε καὶ ἀπορεῖ.

“关于这些事情,以前已经说明过了。” 他这样讲关于这些事情的论述,就像是他已经陈述过一样,因为他在先前论述阿那克萨戈拉并纠正其观点时也曾说过,阿那克萨戈拉只是附和了讲出这些话的另一个人,他自己关于这些事物并未清楚地说出什么,正如他方才谈到的恩培多克勒一样。接着,他预告自己将提出一些切中关于本原之论述的疑难,他说,一旦这些疑难被表述且得到了恰当探讨,我们将更有准备去解决后文中所讨论的难题;因为关于本原的疑难与解答,乃是解决其后所讨论难题的本原。他在《B卷》中讨论了所质疑的难题;因此,仅就目前所谈及的内容而言,可能会觉得《B卷》是直接衔接这一卷的。然而,他在此处提出的论题,在《小α卷》中实际上也讨论了。因为在说了“让我们重新回到人们就这些相同问题可能提出的疑难”之后,他在紧随其后的《小α卷》中同样对本原和原因进行了探求和质疑。

语法注3 条
  1. 1.110αἰτίαν δέ φησι τοῦ περὶ τῶν αἰτίων ἀδιαρθρώτως αὐτοὺς εἰρηκέναι, καίτοι τούτοις ἐπιβάλλοντας, τὸ μηδέπω τῶν κατὰ φιλοσοφίαν ἐπιστήμην τινὰ πρὸ Ἀριστοτέλους ἀκριβῶς εὑρῆσθαι

    复杂的间接引语结构。动词 φησί 统辖一个带不定式的宾格结构,其中 αἰτίαν 为谓词宾格,冠词不定式短语 τὸ μηδέπω ... εὑρῆσθαι 作主格性质的受格主语。属格短语 τοῦ ... εἰρηκέναι 修饰名词 αἰτίαν,其逻辑主语为 αὐτούς,分词 ἐπιβάλλοντας 与 αὐτούς 在性、数、格上保持一致。

  2. 1.110τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο

    恩培多克勒诗句中的格位支配关系。动词 λάχε(λαγχάνω 的史诗简单过去时)支配宾格阴性形式 τὰς δύο[省略 μοίρας]和中性形式 τέσσαρα[省略 μέρη]作为直接宾语。τῶν ὀκτὼ μερέων 为表示整体的部分属格,而 Νήστιδος αἴγλης 与 Ἡφαίστοιο(史诗属格)则是表示分配给主语 χθών 的质料/来源的属格。

  3. 1.111ὅσον ἐκ τῶν νῦν εἰρημένων

    限制性副词宾格惯用短语。意为“仅就目前所谈及的内容而言”,限定了主句谓语 δόξαι ἂν ... συνῆφθαι(“可能看似相连”)陈述的有效范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:134.15-136.17