← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§133.20-134.14

感觉对象的认识难点与实资本原的核心性

亚历山大解释了亚里士多德如何借由“缺乏感觉者无法认识感觉对象”的反谬,驳斥一切事物具有相同本原和元素的观点,并澄清亚里士多德自身对“作为存在者的存在者”之本原的探求并不自相矛盾,因为实体的本原是以实体为核心的方式成为其他存在者的本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.109

" Ἔτι δὲ ὧν αἴσθησις, ταῦτα1 πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν ἔχοι;" Καὶ τοῦτο πρὸς τὸ μὴ τὰς αὐτὰς ἁπάντων ἀρχὰς εἶναι καὶ στοιχεῖα λέγει. εἰ γὰρ εἶεν πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὁ μαθὼν ταύτας πάντα ἂν δι’ αὐτῶν γνωρίζειν δύναιτο τὰ ὄντα. ὡς γὰρ ὁ τὰ γράμματα καὶ τὰ στοιχεῖα εἰδὼς πάντα γνωρίζει καὶ πάσας τὰς ἐξ αὐτῶν συγκειμένας φωνάς, οὕτως ἀκολουθήσει καὶ τῷ τὰς τῶν ὄντων ἀρχὰς εἰδότι τὰ ἐξ αὐτῶν ὄντα γνωρίζειν δι’ αὐτῶν· εἰ δὲ τοῦτο, δυνήσεται ὁ τὰς ἀρχὰς εἰδὼς ταύτας καὶ τὰ αἰσθητὰ γνωρίζειν· ἐξ ἐκείνων γὰρ καὶ ταῦτα, εἴ γε ὄντα. πῶς οὖν ὁ μὴ ἔχων τὴν αἴσθησιν γνωρίσει τὰ αἰσθητά; αἰσθήσει γὰρ τὰ αἰσθητὰ καὶ οὐκ ἄλλῳ τινὶ γνωρίζεται. ἀκολουθεῖ δὲ τῷ τὰς ἀρχὰς αὐτῶν εἰδότι γνωρίζειν αὐτὰ δι’ ἐκείνων· εἴσεται δὲ τὰς ἀρχὰς αὐτῶν ὁ τὰς κοινὰς πάντων τῶν ὄντων ἀρχὰς εἰδώς, κἂν μὴ ἔχῃ τὴν αἴσθησιν (οὐ γὰρ δὴ αἱ τῶν ὄντων ἀρχαὶ αἰσθηταί)· ὡς γὰρ τὰ μὴ αἰσθητὰ διὰ τῶν ἀρχῶν γνωρίζει, οὕτω γνωρίσει καὶ τὰ αἰσθητὰ δι’ αὐτῶν, εἰ ὁμοίως καὶ τούτων ἐκεῖνα ἀρχαί. ὡς γὰρ αἱ σύνθετοι φωναὶ πᾶσαι, ὧν τὰ αὐτὰ στοιχεῖα, ἐκ τῶν αὐτῶν σύγκεινται στοιχείων, οὕτω καὶ τὰ ὄντα πάντα ἐκ τῶν αὐτῶν στοιχείων ἔσται γνωριζόμενα, εἰ τὰ αὐτὰ πάντων αὐτῶν ἐστι στοιχεῖα. οὐ μαχόμενος δὲ αὑτῷ λέγοι ἂν2 ζητῶν μὲν τὰς τοῦ ὄντος ᾗ ὂν ἀρχάς τε καὶ αἰτίας, δεικνὺς δὲ διὰ τούτων ὅτι ἄγνωστοί εἰσιν. δείξει γὰρ ὅτι μηδέ εἰσι πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὡς ἡγοῦντο οἱ εἰς τὸ ἓν πάντα πειρώμενοι διὰ τῶν κοινῶν ἀνάγειν ὁμοιοτήτων. ἀλλ’ εἰσὶν αἱ ζητούμεναι ὑπ’ αὐτοῦ τοῦ ὄντος ᾗ ὂν ἀρχαὶ κοιναὶ πάντων ἀρχαὶ αὗται· ἀλλ’ αἱ τῆς οὐσίας οὐκ οὖσαι ὁμοίως καὶ τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων ἀρχαί, γίγνονταί πως κἀκείνων ἀρχαὶ τῷ καὶ τῶν ἄλλων τῶν ὄντων ἕκαστον παρὰ τῆς οὐσίας τὸ εἶναι ἔχειν.3

“此外,关于那些对其有感觉的事物,一个不具有感觉的人又怎么可能拥有它们呢?” 他说这话也是为了表明一切事物的本原和元素并不是相同的。因为如果一切存在者都有某些共通的本原,那么学会了这些本原的人就能够通过它们认识一切存在者。因为正如懂得一切字母和元素的人也认识由它们组成的一切语音一样,懂得存在者本原的人同样会顺理成章地通过这些本原认识由它们而来的存在者;而如果这样,懂得这些本原的人也就能够认识可感觉的事物;因为如果这些可感觉的事物确实是存在者,它们也是由那些本原构成的。那么,不具有感觉的人又将如何认识可感觉的事物呢?因为可感觉的事物是通过感觉来认识的,而不能通过任何其他东西来认识。然而,对于懂得它们本原的人来说,顺理成章地要通过那些本原认识它们;而懂得一切存在者共通本原的人,即使没有感觉也会知晓它们的本原(因为存在者的本原绝不是可感觉的)。因为正如他通过本原认识不可感觉的事物一样,如果那些本原同样也是这些可感觉事物的本原,他也将通过本原认识可感觉的事物。因为正如具有相同元素的所有复合语音都是由相同的元素组成的一样,如果相同的元素属于它们全体,那么一切存在者也同样将从相同的元素中被认识。然而,他一边探求作为存在者的存在者的本原和原因,一边通过这些论证表明它们是不可认识的,他这样说并不会自相矛盾。因为他将证明,并不存在一切存在者的某种共通本原,如那些试图通过共通的相似性将一切事物还原为一的人所设想的那样。相反,由他所探求的作为存在者的存在者的这些本原,是万物的共通本原;不过,实体的本原虽然并不以相同的方式也作为实体之外其他存在者的本原,但由于其他存在者中的每一个都从实体获得其存在,实体的本原在某种方式上也成为了那些事物的本原。

语法注3 条
  1. 1.109Ἔτι δὲ ὧν αἴσθησις, ταῦτα

    关系代词 ὧν 是受 αἴσθησις 支配的宾格性属格,其先行词 ταῦτα 充当后随动词 ἔχοι 的直接宾语。

  2. 1.109οὐ μαχόμενος δὲ αὑτῷ λέγοι ἂν

    带有 ἄν 的希求法(λέγοι ἄν)表达委婉断言,否定词 οὐ 修饰整个谓词结构。随后的一对分词 ζητῶν μὲν 和 δεικνὺς δέ 是情状分词,与主语(亚里士多德)一致,对照性地指明其探求与论证活动。

  3. 1.109τῷ καὶ τῶν ἄλλων τῶν ὄντων ἕκαστον παρὰ τῆς οὐσίας τὸ εἶναι ἔχειν

    带冠词的不定式与格(τῷ + 不定式 ἔχειν)表示原因。宾格 ἕκαστον 充当不定式 ἔχειν 的逻辑主语,其直接宾语为 τὸ εἶναι(存在)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:133.20-134.14