- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:131.12-133.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德将万物共通本原的知识视为天赋之说的反驳(指出其荒谬性),并基于《美诺篇》的探求悖论,阐明若无预先存在的认识,便无法认识或确定本原本身这一疑难。
" Ἀλλὰ μὴν εἰ καὶ τυγχάνοι σύμφυτος οὖσα." Ἀνελὼν τὸ εἶναι μάθησιν, εἰ τῶν ὄντων πάντων κοιναὶ ἀρχαὶ καὶ αἰτίαι, διδάσκει νῦν ὅτι μηδὲ χωρὶς διδασκαλίας σύμφυτον τὴν γνῶσιν ἔχειν αὐτῶν οἷόν τε, ὡς μὴ δεῖσθαι διδασκαλίας εἰς τὴν ἐπιστήμην αὐτῶν, μηδὲ προγιγνωσκομένων τινῶν. ἡ μὲν γὰρ τῶν κυριωτάτων γνῶσις κρατίστη τῶν ἐπιστημῶν, ἡ δὲ τῶν ἀρχῶν, αἵ τινες ἁπάντων τῶν ὄντων εἰσὶν ἀρχαί, γνῶσις τῶν κυριωτάτων ἐστὶ γνῶσις· κυριώτερον γὰρ ἀεὶ τὸ διότι ἔστι τι τοῦ δι’ ἐκεῖνο ὄντος, διὰ δὲ τὰς ἀρχὰς τὰ μετὰ τὰς ἀρχάς· ἡ τῶν ἀρχῶν ἄρα γνῶσις ἡ τῶν ἐπιστημῶν κρατίστη. τὸ δὲ τὴν κρατίστην τῶν ἐπιστημῶν σύμφυτον ἔχοντας μηδ’ εἰδέναι τοῦτο παράλογον.1 ἀλλ’ ὅτι μὲν αἴσθησιν ἔχομεν σύμφυτον, οὐ λελήθαμεν αὑτούς, οὐδὲ ὅτι βαδίζειν δυνάμεθα· ὅτι δὲ τὴν τῶν ὄντων ἐπιστήμην ἔχομεν ἔχοντες αὐτῶν τὰς ἀρχάς, ἢ ὅτι γε τὰς τῶν ὄντων πάντων ἀρχὰς ἐπιστάμεθα, λελήθαμεν ἑαυτούς, καὶ οὐδὲ ἐξετασθέντες καὶ ἐπιστήσαντες εἰπεῖν δυνάμεθα. πῶς ἂν οὖν ἔχοιμεν ἐπιστήμην σύμφυτον τούτων ἃ μὴ ἴσμεν; δύναται τοῦτο καὶ ὡς ἀρέσκον αὐτοῖς τὸ σύμφυτον ἔχειν ἡμᾶς τὴν τῶν ὄντων ἐπιστήμην εὐθύνειν·2 τοῦτο δέ, ἐπεὶ δοκοῦσιν αὐτοῖς αἱ μαθήσεις ἀναμνήσεις εἶναι.
“然而,即使它恰好是天生的……” 在否定了如果一切存在者的本原和原因共通则存在学习之后,[亚里士多德]现在教示道,人们甚至不可能在没有教学的情况下天生拥有关于它们的认识,以至于为了获得关于它们的科学知识既不需要教学,也不需要某些预先已知的事物。因为关于最主要事物的认识是诸门科学中最为有力的,而关于那些作为一切存在者之本原的本原的认识,正是关于最主要事物的认识;因为某物赖以存在的原因(即“何以”)始终比因它而存在的事物更为主要,而本原之后的事物都是因本原而存在的;因此,关于本原的认识乃是诸科学中最有力的。然而,天生拥有最有力的科学却对此一无所知,这是荒谬的。事实上,我们天生具有感觉,这一点并未逃过我们自身的觉察,我们能够行走也同样如此;然而,我们因拥有存在者的本原而拥有关于存在者的科学知识,或者至少我们知晓一切存在者的本原,这一点却逃过了我们自身的觉察,甚至当我们受到审问并集中注意力时也无法说出。那么,对于这些我们所不知晓的事物,我们又如何能天生拥有关于它们的科学知识呢?他也可以将“我们天生拥有关于存在者的科学知识”作为他们[柏拉图学派]所赞同的见解来加以检视;而对此予以检视,是因为在他们看来学习就是回忆。
"Ἔτι πῶς τις γνωρίσει ἐκ τίνων ἐστί, καὶ πῶς ἔσται δῆλον; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν." Εἰ καὶ εἰσὶ πάντων ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί, πῶς τις ταύτας γνωρίσει ὅτι αἵδε τινές εἰσι καὶ ὅτι ἐκ τούτων ἔστι τὰ ὄντα, εἰ μὴ προειδείη τινὰ δι’ ὧν γνωρίζειν τε καὶ δεικνύναι δυνήσεται ὅτι εἰσὶν αἵδε; τί γὰρ μᾶλλον ὅτι αἵδε τινὲς ἀλλ’ οὐχὶ αἵδε εἴσεται ὁ μὴ ἔχων πρὸς τὸ γνωρίζειν τὸ ζητούμενον ἀρχάς; οὐ γὰρ δὴ χωρὶς ἀμφισβητήσεως ὁμολογηθήσεται τάσδε τινὰς πρὸς ἁπάντων εἶναι· ἀλλ’ ὡς ἀμφισβητεῖται περὶ τῆς ζα συλλαβῆς πότερον αὐτὴν δεῖ διὰ τοῦ ζ καὶ α γράφειν ἢ διὰ τοῦ σ καὶ δ καὶ α, οὕτω δὴ καὶ ἡ περὶ τῶν ἀρχῶν ἀμφισβήτησις ἂν εἴη. ἐγράφετο δὲ ταῦτα διὰ δύο πάλαι ἕκαστον αὐτῶν γραμμάτων, διὸ καὶ διπλάσια τῶν στοιχείων ταῦτα ἐκαλεῖτο, καὶ τὸ μὲν ζ διὰ τῶν σδ, τὸ δὲ ξ διὰ τῶν κσ, τὸ δὲ ψ διὰ τῶν πσ. γνωρίσει γάρ τις αὐτὰ καὶ ζητήσει, εἰ ἀμφισβητοῖντο, ἢ δι’ ὁρισμοῦ ἢ διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς, ἃ πάντα διὰ προγιγνωσκομένων δείκνυσιν, ὡς προείρηται. ἔοικε δὲ τὴν ἐν τῷ Μένωνι [τὴν] ὑπὸ Πλάτωνος ἀπορίαν εἰρημένην λέγειν ὡς δυναμένην ἀπορεῖσθαι πρὸς τοὺς ἁπάντων τῶν ὄντων κοινάς τινας καὶ τὰς αὐτὰς ἀρχὰς τιθεμένους·3 τούτοις γὰρ ἀνάγκη μὲν λέγειν τὰς ἀρχὰς διδακτάς (οὐ γὰρ δὴ λανθάνομεν αὑτοὺς ἔχοντες τὴν κρατίστην τῶν ἐπιστημῶν, ἥτις ἐστὶν ἡ τῶν ὄντων ἁπάντων), τῷ δὲ τὸν τὰς τῶν ὄντων ἀρχὰς ἀγνοοῦντα μηδὲν δύνασθαι τῶν ὄντων εἰδέναι,4 οἱ μανθάνοντες τὰς τοιαύτας ἀρχὰς οὐδὲν ἂν εἶεν τῶν ὄντων προειδότες. ἀλλ’ εἰ τοῦτο, οὐδὲ γνωρίζειν ἂν δύναιντο τὰς τοῦ ὄντος ἀρχάς, ὅτι ἐκείνου εἰσίν, εἰ καὶ εὑρεθεῖεν, τῷ γίνεσθαι μὲν τοῦτο διὰ τινων προυπαρχουσῶν γνώσεων, ταύτας δὲ ἀδύνατον ἔχειν τὸν μηδέπω τὰς τοῦ ὄντος ἀρχὰς ἔχοντα, τῷ καὶ τούτων αὐτὰς ἀρχὰς εἶναι, εἴ γε καὶ αὐτὰ τῶν ὄντων. τὸ δὲ ἐκ τίνων ἐστὶ δηλωτικὸν ἔοικεν αὐτῶν τῶν ἀρχῶν, ὁποίας ἐζήτουν ἐκεῖνοι κοινὰς πάντων· τὴν γὰρ ὕλην καὶ τὸ εἶδος ἐζήτουν.
“此外,人们将如何认识它是由哪些构成的,又如何会变得明显呢?因为这也包含着困难。” 即使一切事物具有共通且相同的本原,如果人们不预先知道某些能够借以认识并证明本原就是这些事物的知识,他又如何能认识这些本原,即它们就是这一些,并且存在者是由这些构成的呢?因为对于一个缺乏用以认识所探求之物的本原的人来说,他凭什么更懂得本原就是这一些而不是那一些呢?因为大家绝不会毫无争议地一致承认它们就是这一些;相反,正如人们就音节ζα发生争议,究竟应当用ζ和α来书写它,还是应当用σ、δ和α来书写它一样,关于本原也会存在同样的争议。而在古时,它们每一个都是通过两个字母来书写的,因此它们也被称为双元素,其中ζ通过σδ书写,ξ通过κσ书写,ψ通过πσ书写。因为如果本原引起争议,人们将要么通过定义,要么通过三段论,要么通过归纳来认识并探求它们,而正如前文所说,所有这些都是通过预先已知的事物来证明的。而且他似乎在说,柏拉图在《美诺篇》中陈述的那个难题,也可以针对那些把某些共通且相同的本原设定为一切存在者之本原的人提出来;因为对这些人而言,他们固然必须主张本原是可教授的(因为我们绝不可能在拥有诸科学中最有力者——即关于一切存在者的科学——的同时却不自知),但由于不知晓存在者之本原的人不可能认识存在者中的任何事物,那些学习此类本原的人便不可能预先知道存在者中的任何事物。但如果这样的话,存在者的本原即使被发现,他们甚至也无法认识它们就是存在者的本原;这是因为这种认识是通过某些预先存在的认识而产生的,而尚未拥有存在者本原的人不可能拥有这些认识,因为如果这些认识也属于存在者,那么本原也就是这些认识的本原。而“由哪些构成”这一表述,似乎正指明了那些本原本身,即他们所探求的对于一切事物共通的本原;因为他们所探求的乃是质料和形式。
- 1.107τὸ δὲ τὴν κρατίστην τῶν ἐπιστημῶν σύμφυτον ἔχοντας μηδ’ εἰδέναι τοῦτο παράλογον.
句首的中性冠词 τὸ 将随后的不定式从句“τὴν κρατίστην τῶν ἐπιστημῶν σύμφυτον ἔχοντας μηδ’ εἰδέναι τοῦτο”(天生拥有最有力的科学却对此一无所知)名词化,作为句子的主语;谓语形容词 παράλογον 之后省略了系动词 ἐστίν。分词 ἔχοντας 与带不定式的宾格句式中的泛指逻辑主语相一致。
- 1.107δύναται τοῦτο καὶ ὡς ἀρέσκον αὐτοῖς τὸ σύμφυτον ἔχειν ἡμᾶς τὴν τῶν ὄντων ἐπιστήμην εὐθύνειν
无主语的动词 δύναται 在逻辑上以亚里士多德为主语,并带有补足语不定式 εὐθύνειν(“[他]也可以检视/批判这一点”)。ὡς ἀρέσκον 属于独立宾格(accusative absolute),意为“鉴于……是他们所赞同的见解”,其逻辑主语由不定式从句 τὸ σύμφυτον ἔχειν ἡμᾶς τὴν τῶν ὄντων ἐπιστήμην 充当。
- 1.108ἔοικε δὲ τὴν ἐν τῷ Μένωνι [τὴν] ὑπὸ Πλάτωνος ἀπορίαν εἰρημένην λέγειν ὡς δυναμένην ἀπορεῖσθαι πρὸς τοὺς ἁπάντων τῶν ὄντων κοινάς τινας καὶ τὰς αὐτὰς ἀρχὰς τιθεμένους
此句包含语序倒置(hyperbaton):省略主语的人称动词 ἔοικε 带不定式 λέγειν(“[他]似乎在陈述……”),其直接宾语为 τὴν ἐν τῷ Μένωνι ὑπὸ Πλάτωνος ἀπορίαν εἰρημένην(柏拉图在《美诺篇》中陈述的难题)。接续的 ὡς δυναμένην 为与 ἀπορίαν 一致的宾格分词,表示“作为亦可针对……提出之物”。
- 1.108τῷ δὲ τὸν τὰς τῶν ὄντων ἀρχὰς ἀγνοοῦντα μηδὲν δύνασθαι τῶν ὄντων εἰδέναι
带冠词不定式的与格(τῷ ... μηδὲν δύνασθαι)在句中表示原因或理由(“由于[某人]不可能认识……”)。不定式 δύνασθαι 的逻辑主语为宾格分词短语 τὸν τὰς τῶν ὄντων ἀρχὰς ἀγνοοῦντα(不知晓存在者本原的人),为后续主句“οἱ μανθάνοντες ... οὐδὲν ἂν εἶεν τῶν ὄντων προειδότες”提供原因。
