← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§129.10-131.11

万物共通本原不可学习性

亚历山大注释《形而上学》992b24,指出由于一切学习都以先在知识为前提,因而学会万物的共通本原在逻辑上是不可能的,从而关于此类本原的科学知识也无法成立,并通过证明、定义与归纳这三种形式对该论证进行了逐一说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106

" Πῶς δ’ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα;" Ὅτι εἰ καὶ ἔστι κοινὰ πάντων τὰ τῶν ὄντων στοιχεῖα, ἀδύνατον αὐτῶν μάθησιν καὶ ἐπιστήμην εἶναι, δείκνυσι. δι’ ἣν δὲ αἰτίαν ἀδύνατον τοῦτο μαθεῖν τὰ πάντων στοιχεῖα, αὐτὸς ἐπήνεγκεν εἰπὼν δῆλον γὰρ ὡς οὐδὲν οἷόν τε προυπάρχειν γνωρίζοντας πρότερον. ὁ δὲ λόγος τοιοῦτος. ἀδύνατον τι τῶν ἐχόντων ἀρχὰς εἰδέναι μὴ τὰς ἀρχὰς εἰδότα αὐτοῦ·1 ὧν γὰρ διὰ τῶν ἀρχῶν ἡ γνῶσις, ταῦτα ἀδύνατον εἰδέναι πρὸ τῆς τῶν ἀρχῶν γνώσεως. τῶν δὲ ὄντων πάντων εἰσὶ κατ’ αὐτοὺς ἀρχαὶ κοιναί· ἀδύνατον ἄρα τῶν ὄντων εἰδέναι τι μὴ πρότερον τὰς ἀρχὰς μαθόντας. ἀλλὰ μὴν ὧν ἐχόντων ἀρχὰς ἀδύνατον τὰς ἀρχὰς μαθεῖν, ἀδύνατον τούτων ἐπιστήμην ἔχειν· ἀδύνατον δὲ τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, ἀδύνατον ἄρα τῶν ὄντων ἐπιστήμην ἔχειν. ὅτι δὲ ἀδύνατον τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, δείκνυσιν οὕτως. πᾶσα μάθησις ἐκ προγινωσκομένων γίνεται· ὡς γὰρ καὶ ἀρχόμενος τῶν Ὑστέρων ἀναλυτικῶν εἶπε, ‘‘πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίγνεται γνώσεως’’. ἃ μὲν γὰρ μανθάνει τις οὐκ εἰδώς, ταῦτα οὐχ οἷόν τε προγινώσκειν· ἀλλὰ μέντοι τινὰ ἀναγκαῖον προγινώσκειν τὰ δι’ ὧν ἡ μάθησις· ὁ γοῦν γεωμετρεῖν μανθάνων, ὧν μέν ἐστιν ἡ γεωμετρία ἐπιστήμη, τούτων οὐδὲν προγινώσκει ὅτε τοῦ μανθάνειν ἄρχεται, ἀλλὰ μέντοι τινὰ οἶδεν ἐξ ὧν γνωρίζει τὰ δι’ ὧν ἡ διδασκαλία,2 οἷον μεῖζον ἔλαττον ἴσον, εὐθὺ κεκλασμένον, ἀλλὰ καὶ μήκους ἔννοιαν ἔχει καὶ πλάτους καὶ σώματος. εἰ δὴ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων ἄλλων τινῶν, οὐ τῶν μανθανομένων, δεήσει καὶ τὸν τὰς τῶν ὄντων ἀρχὰς μαθησόμενον ἄλλα τινὰ εἰδέναι. ἀλλ’ ἦν ἀδύνατον· πᾶν γὰρ ὅ τι ἂν εἰδέναι ληφθῇ, ὄν τι ἔσται καὶ ὑπὸ τὰς τοῦ ὄντος ἀρχάς, ἀδύνατον δέ ἐστί τι τῶν ὄντων εἰδέναι πρὸ τοῦ τὰς ἀρχὰς μαθεῖν αὐτοῦ. ἢ οὖν προειδὼς ἔσται ἃ μανθάνει, ἢ οὐ μαθήσεται. ὅτι δὲ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων, ἔδειξε λαβὼν τὰς μαθήσεις. ἢ γὰρ δι’ ἀποδείξεώς τι μανθάνομεν ἢ δι’ ὁρισμοῦ ἢ δι’ ἐπαγωγῆς. καὶ ἔστι τινὰ καὶ ἐν ταῖς δι’ ἀποδείξεως διδασκαλίαις γνωριζόμενα ὑπὸ τοῦ μανθάνοντος, ἄλλα ὄντα τῶν ἀποδεικνυμένων· τοιαῦτα γὰρ τὰ ἀξιώματα, φυσικαί τινες οὖσαι ἔννοιαι καὶ προτάσεις ἄμεσοι, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ἢ ὅτι ἐπὶ παντὸς ἢ κατάφασις ἢ ἀπόφασις, ἢ ὅτι τὸ ἀγαθὸν ὠφέλιμόν ἐστι τῇ αὑτοῦ φύσει. καὶ πᾶσα δὲ ἡ διὰ συλλογισμοῦ γνῶσις διὰ προγιγνωσκομένων· διὰ γὰρ τῶν προτάσεων ἃς ὁμολογεῖσθαί τε καὶ κεῖσθαι δεῖ. καὶ ἡ δι’ ὁρισμῶν δὲ ἐκ προγιγνωσκομένων γίγνεται· ὁ γὰρ μανθάνων τὸν τοῦ ἀνθρώπου ὁρισμόν, ὅτι3 ἐστὶ ζῷον πεζὸν δίπουν, οὐ προγιγνώσκει μὲν ὅτι ταῦτά ἐστιν ὁ ἄνθρωπος, ἕκαστον δὲ τούτων γνωρίζει, τὸ ζῷον, τὸ πεζόν, τὸ δίπουν, ἢ οὐκ ἂν μάθοι ὅτι ταῦτα ὁ ἄνθρωπός ἐστιν. ὁμοίως δὲ καὶ ἡ δι’ ἐπαγωγῆς διδασκαλία τὸ μὲν καθόλου βούλεται διδάσκειν, δι’ ὧν δὲ διδάσκει (ἔστι δὲ ταῦτα τὰ καθ’ ἕκαστα), ταῦτα δεῖ γνωρίζειν τὸν μανθάνοντα. εἰ δὴ οὕτως μὲν πᾶσα διδασκαλία, οἱ δὲ τὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦντες καὶ διδάσκειν λέγοντες ἀναιροῦσι τὸ δύνασθαί τι γνωρίζειν καὶ εἰδέναι τὸν μανθάνοντα, ἀναιροῦσι καθόλου διδασκαλίαν τε καὶ μάθησιν. τὸ δὲ ἢ πάντων ἢ τινῶν εἶπεν, ὅτι ἐν τῇ ἀποδείξει καὶ ἐν τῷ συλλογισμῷ ἐνδέχεται ἀμφοτέρας τινὰ τὰς προτάσεις προγιγνώσκειν τε καὶ γνωρίζειν, ὁμοίως καὶ ἐν τῷ ὁρισμῷ πάντα γνωρίζειν καὶ προγιγνώσκειν τὰ ἐξ ὧν ὁ ὁρισμός· καὶ ἡ ἐπαγωγὴ δὲ διὰ πάντων γνωρίμων ἢ προγιγνωσκομένων. ἢ πάντων, ὡς ἐν τοῖς ὁρισμοῖς καὶ ἐν ταῖς ἐπαγωγαῖς, ἢ τινῶν, ὡς ἐν ταῖς ἀποδείξεσιν.

“然而人们又如何能够学会万物的元素呢?” 他表明,即使存在对于万物共通的存在者之元素,也不可能对它们有学习和科学认识。至于出于何种原因学会万物的元素这件事是不可能的,他自己补充道:“因为显然,不可能预先就事先认识任何事物。”其论证如下:对于具有本原的事物,不认识其本原的人不可能认识其中的任何事物;因为对于那些通过本原而被认识的事物,在认识本原之前是不可能认识它们的。然而照他们看来,存在着一切存在者的共通本原;因此,未曾预先学会本原的人,不可能认识存在者中的任何事物。而且,对于那些具有本原而其本原却不可能被学会的事物,不可能拥有关于它们的科学认识;然而学会存在者的本原是不可能的;因此,拥有关于存在者的科学认识也是不可能的。而学会存在者的本原是不可能的,他通过如下方式证明。一切学习都是从预先已知的事物产生的;因为正如他在《后分析篇》开篇所说:“一切教学和一切理智的学习都是从预先存在的认识产生的。”因为一个人所未认识而正在学习的事物,他不可能预先知道;然而,预先知道那些学习赖以进行的某些事物却是必然的。无论如何,学习几何学的人在开始学习时,对于几何学所研究的那些科学对象毫无预先的认识,但他确实知道借以认识教学赖以进行之事的某些事物,例如较大、较小、相等、直线、折线,而且他也拥有长度、宽度和立体的概念。那么,如果一切学习都是从预先已知的其他事物产生的,而不是从正在被学习的事物本身产生的,那么将要学会存在者的本原的人也必然需要认识其他某些事物。然而这是不可能的;因为无论假设他认识什么,都将是某种存在者并从属于存在者的本原,而在学会存在者的本原之前,认识存在者中的任何事物都是不可能的。因此,他要么已经预先知道了自己正在学习的事物,要么就绝不可能学会。而一切学习都是从预先已知的事物产生的,他通过列举学习的诸种方式来加以证明。因为我们要么通过证明,要么通过定义,要么通过归纳来学习某物。即使在通过证明的教学中,也有某些被学习者所认识的事物,它们不同于被证明的事物;因为公理正是如此这般的事物,它们是某种自然的概念和无中介的命题,例如“与同一事物相等的事物彼此也相等”,或者“对于一切事物要么肯定要么否定”,或者“善就其本性而言是有益的”。而且,通过三段论获得的一切认识也都是通过预先已知的事物[获得的];因为它是通过必须得到承认和设定的前提[获得的]。通过定义[获得的认识]也是从预先已知的事物产生的;因为学习人的定义(即人是两足的陆生动物)的人,虽然并不预先知道人就是这些,但他认识这些中的每一个,即动物、陆生、两足,否则他就学不会人就是这些事物。同样,通过归纳的教学虽然意在传授普遍者,但学习者必须认识其赖以施教的那些事物(即诸个别事物)。那么,如果一切教学都是如此,而那些探究万物的本原并声称施教的人却取消了学习者认识和知晓任何事物的能力,他们便彻底取消了教学与学习。他说“要么全部,要么某些”,是因为在证明和三段论中,有可能预先知晓并认识两个前提,同样在定义中,也有可能认识并预先知晓构成定义的所有成分;而且归纳也是通过所有已知或预先已知的事物进行的。也就是说,要么是“全部”,如在定义和归纳中,要么是“某些”,如在证明中。

语法注3 条
  1. 1.106ἀδύνατον τι τῶν ἐχόντων ἀρχὰς εἰδέναι μὴ τὰς ἀρχὰς εἰδότα αὐτοῦ

    宾格分词 εἰδότα 与无人称句 ἀδύνατον [ἐστι] 之后的不定词 εἰδέναι 的隐含主语(泛指的“人”或“学习者”)保持一致。αὐτοῦ 是中性单数属格,指代前文的 τι τῶν ἐχόντων ἀρχάς(具有本原的事物中的某种事物)。

  2. 1.106ὁ γοῦν γεωμετρεῖν μανθάνων, ὧν μέν ἐστιν ἡ γεωμετρία ἐπιστήμη, τούτων οὐδὲν προγινώσκει ὅτε τοῦ μανθάνειν ἄρχεται, ἀλλὰ μέντοι τινὰ οἶδεν ἐξ ὧν γνωρίζει τὰ δι’ ὧν ἡ διδασκαλία

    主语 ὁ γεωμετρεῖν μανθάνων 支配两个对比的分句:τούτων οὐδὲν προγινώσκει 与 ἀλλὰ μέντοι τινὰ οἶδεν。关系从句 ὧν μέν ἐστιν ἡ γεωμετρία ἐπιστήμη 置于其先行词 τούτων 之前。后半部分的 ἐξ ὧν γνωρίζει τὰ δι’ ὧν ἡ διδασκαλία 构成了多重从属结构,意为“由此认识到教学赖以进行的手段(如公理、定义)的基础认知”。

  3. 1.106τὸ δὲ ἢ πάντων ἢ τινῶν εἶπεν, ὅτι

    亚里士多德文本中的短语 ἢ πάντων ἢ τινῶν 带中性定冠词 τό 作为引语被置于句首,充当话题/对象。εἶπεν 的主语是亚里士多德,随后的 ὅτι 起因果连词的作用(“[他说这是]因为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:129.10-131.11