← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§12.15-13.27

第一原因之学的精确性与可教授性

亚历山大阐释了《形而上学》982a26关于“出于较少原理的科学更精确”的论述,说明不含偶性的实体认知需要最高的精确性,并探讨了第一原理的认识与证明之间的难题,以及第一原因的科学所具备的教学能力与内在价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#1

" Αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι." Ὧι γὰρ ἐλάττονα τὰ συμβεβηκότα, δυσγνωστότερον τοῦτο1 καὶ πλείονος ἀκριβείας δεῖται· καὶ ᾧ μηδέν ἐστι συμβεβηκός, ἡ τούτου γνῶσις χαλεπωτέρα, διὸ καὶ πλείονος ἀκριβείας δεῖται, ἅτε οὐκ ἀπὸ συμβεβηκότων εἰς τὴν γνῶσιν τῆς οὐσίας αὐτῶν βοηθουμένη, ἀλλ’ ἀπὸ μόνης τῆς οὐσίας γιγνομένη. βελτίων τε ἡ τούτων ἐπιστήμη τῷ μᾶλλον γιγνώσκειν ποιεῖν. ἔτι ἡ ἀπόδειξις ἡ κυρίως ἐκ προτέρων· καὶ γὰρ τὰ ἄλλα τότε ἀποδείκνυται ὅταν διὰ τοιούτων δειχθῇ ἃ διά τινων πρώτων τὴν περὶ αὐτῶν πίστιν εἴληφεν. ἡ δὲ ἐκ πρώτων ἐξ ἐλαττόνων, ἡ δὲ ἐξ ἐλαττόνων ἀκριβεστέρα· ὥστε καὶ ἡ ἐκ πρώτων, εἴγε τὰ διὰ τούτων δειχθέντα αἴτια καὶ τοῖς ὑστέροις τοῦ ἀποδείκνυσθαι. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων γνῶσις χαλεπωτάτη, εἰ βέλτιον ἔχομεν περὶ αὐτὰς τῆς δι’ ἀποδείξεως γνώσεως.2 ἢ οὕτως ἔχομεν περὶ τὰς ὡς ἀξιώματα ἀρχάς, δι’ ὧν τὰ ἄλλα δείκνυται, ἤτοι τὰς ἀποδεικτικὰς ἀρχάς, οὐ τὰς τοῦ ὄντος; πῶς οὖν αὗται ἐπίστανται; ἢ καὶ αὗται δι’ ἀποδείξεων; ἀρχαὶ γὰρ καὶ τῆς τούτων δείξεως τὰ ἀξιώματα. ἀλλ’ ἐπεὶ πᾶσα ἀπόδειξις ἐκ πρώτων, εἴη ἄν τινα καὶ τούτων πρῶτα. ἢ οὐδὲν κωλύει ὡς ἀποδεικτῶν αὐτῶν πρῶτά τινα λέγειν εἶναι, ἀλλ’ εἰ ἀπόδειξις ἐκ πρώτων, εἴη ἄν τινα λέγειν εἶναι; ἀλλ’ εἰ ἡ ἀπόδειξις δι’ αἰτίου γνῶσις, εἴη ἄν καὶ τούτων αἴτιον, οὕτως δὲ καὶ πρῶτα. ἢ οὐ πᾶσα δι’ αἰτίου ἀπόδειξις. δῆλον δὲ ὅτι καὶ διδασκαλικώτεροι οἱ τὰ αἴτια εἰδότες· τῶν γὰρ διδασκόντων ἴδιον τὸ τὰς αἰτίας λέγειν τῶν διδασκομένων, ὡς προείρηκεν. ἤτοι δὲ μᾶλλον λέγει διδασκαλικὴν τὴν τῶν αἰτίων θεωρητικὴν τῆς μὴ τοιαύτης (διὰ γὰρ τῶν αἰτίων ἡ διδασκαλία) ὡς μόνης ταύτης οὔσης τῶν αἰτίων θεωρητικῆς· τὰ γὰρ κυρίως αἴτια ταῦτα· ἢ τὸ λεγόμενόν ἐστιν ὅτι ἡ τῶν μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον, ἐπειδὴ διὰ τῶν αἰτίων ἡ διδασκαλία· αὕτη δὲ ἡ τῶν μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον. ἀλλὰ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν χάριν τῶν νοουμένων τε καὶ γιγνωσκομένων καὶ μὴ ἄλλου τινὸς τῇ τῶν αἰτίων καὶ ἀρχῶν γνώσει μάλιστα ὑπάρχει· ταῦτα γὰρ μάλιστα ἐπιστητά, δι’ ἅ γε καὶ τῶν ἄλλων ἐπιστητῶν ἕκαστον ἐπιστητόν. ὥστε εἰσί τινες ἐπιστῆμαι δι’ αὑτὰς αἱρεταί, ὅπερ ἔκειτο· μάλιστα δ’ ἂν εἴη ἡ τοιαύτη. ὁ γὰρ τὸ ἐπίστασθαι δι’ αὑτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρήσεται. ᾧ γὰρ ὅλως τὸ ἐπίστασθαι δι’ αὑτὸ αἱρετόν, τούτῳ μάλιστα αἱρετὸν [τοιοῦτον] τὸ μάλιστα ἐπιστητόν· τοιαῦτα δὲ τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, εἴγε καὶ ἡ τῶν ἄλλων γνῶσις τῆς τούτων γνώσεως ἤρτηται· τότε γὰρ οἰόμεθα εἰδέναι ἕκαστον, ὡς καὶ αὐτὸς εἶπεν ἐν Φυσικῇ, ὅταν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τινὸς εἰδῶμεν.

“因为出于较少原理的科学更精确。” 因为对其而言偶性较少的事物,就更难被认知,且需要更大的精确性;而对于完全没有偶性的事物,对它的认知就更为艰难,因此也需要更大的精确性,因为它无法从偶性中获得对它们实体的认知的帮助,而是仅仅产生于实体本身。而且,关于这些事物的科学更为优越,在于它能让人在更高程度上认知。此外,真正意义上的证明是出于在先之物的;因为其他事物也唯有通过那些因某些在先之物而获得了关于自身的信据的事物得到显示时,才被证明。而出于在先之物的科学是出于较少原理的,出于较少原理的科学又是更精确的;因此出于在先之物的科学也是[更精确的],如果说通过这些事物展示出来的东西也是在后之物得以被证明的原因的话。但有人可能会质疑,如果我们关于第一原理和原因的状况比起通过证明而获得的认知处于更优的状态,那么对第一原理和原因的认知又何以是最艰难的呢?或者说,我们只是对那些作为公理、其他事物通过它们得以展示的原理,即证明性的原理处于这种状态,而对存在者的原理并非如此?那么,这些[存在者的原理]又是如何被认知的呢?难道它们也是通过证明被认知的吗?因为公理也是对这些原理进行证明的原理。但是,既然一切证明都出于在先之物,那么即便对这些原理而言也应当存在某些更在先之物。或者说,把它们作为可证明之物,并没有什么能阻止我们说存在某些比它们更在先之物,但如果证明出自第一原理,又怎能说存在某些在先之物呢?然而,如果证明是通过原因获得的认知,那么对这些原理来说也会有原因,因而也会有更在先之物。或者并非所有的证明都是通过原因的?而且显然,知晓原因的人也更具有教学能力;因为正如他此前所说,陈述所教授事物的原因是教学者的特有属性。他要么是指审视原因的科学比起不审视原因的科学更具教学能力(因为教学是通过原因进行的),因其唯独这一科学是审视原因的(因为真正意义上的原因就是这些);要么其含义是,审视更高程度原因的科学也更具教学能力,因为教学是通过原因进行的,而这门科学正是审视更高程度的原因且更具教学能力。不仅如此,为了所思想和认知的事物本身而不是为了任何其他事物去认知和理解,最高程度地属于对原因和原理的认知;因为这些是最高程度的可认知之物,由于它们之故,其他每一个可认知之物才成为可认知的。因此,存在某些因其自身而值得选择的科学,这正是此前所确立的论点;而这样一门科学将是最高程度如此的。因为因认知本身而选择认知的人,必将最高程度地选择最高程度的科学。因为若对某人而言认知完全因其自身而值得选择,最高程度可认知之物对他而言就是最高程度值得选择的;而第一原因和原理正是这样一种事物,如果说对其他事物的认知确实依赖于对它们的认知的话;因为正如他自己在《物理学》中所说,唯当我们知道了某物的原理和原因时,我们才认为自己知道了该事物。

语法注2 条
  1. 1.12Ὧι γὰρ ἐλάττονα τὰ συμβεβηκότα, δυσγνωστότερον τοῦτο

    关系代词 ᾧ 为所有者与格(“对它而言偶性更少者”),由后文的主格中性单数指示代名词 τοῦτο 所承接,充当 δυσγνωστότερον 的主语。整个句子构成了一个普遍命题:“偶性越少的事物越难被认知”。

  2. 1.12εἰ βέλτιον ἔχομεν περὶ αὐτὰς τῆς δι’ ἀποδείξεως γνώσεως

    短语 ἔχομεν + 副词 βέλτιον + 介词短语 περὶ αὐτάς 表示状态(“关于它们处于更优的状态”)。属格 τῆς δι’ ἀποδείξεως γνώσεως 是受比较级副词 βέλτιον 支配的比较属格(“比起通过证明的认知”),共同构成了这一疑难反问的条件从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:12.15-13.27