← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§127.1-129.9

数之后的事物与探求共通元素之不可能

亚历山大解释了亚里士多德所批评的“数之后的事物”(几何学对象及其本原)无法纳入柏拉图派的三重划分(理念、数学对象、感觉事物),从而导致荒谬的第四个属;随后他借助三段论和范畴论论证了在不区分“存在”之多重含义的情况下探究万物的共通元素或质料与形式构成本原是不可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμούς." Τίνα μὲν τὰ μετὰ τοὺς ἀριθμούς, αὐτὸς ἐπιφέρει· μήκη γὰρ καὶ ἐπίπεδα καὶ στερεά. διαιροῦντες γὰρ εἰς ταῦτα τὰ ὄντα οἵ τε Πυθαγόρειοι καὶ Πλάτων ἀρχὰς μὲν τῶν ὄντων καὶ πρῶτα τοὺς ἀριθμοὺς ἔλεγον, μετὰ δὲ τοὺς ἀριθμοὺς ἔτασσον μήκη καὶ μετὰ ταῦτα ἐπίπεδα, εἶτα τὰ στερεά, ὡς οὐκ ὄντα ταῦτα ἀριθμούς. ὡς δὲ ταῦτα πρὸς ἄλληλα τάξεως ἔχει, δῆλον ὡς καὶ ἀρχαὶ αὐτῶν ἕξουσι πρὸς ἀλλήλας· εἰσὶ γὰρ κατ’ αὐτοὺς ἑκάστου τούτων οἰκεῖαι ἀρχαί· ἐτίθεντο γὰρ καὶ τούτων ἰδέας, αἳ ἤδη τῶν μετὰ τοὺς ἀριθμοὺς ἀρχαί. ἀλλ’ εἰ ἀρχαὶ μήκους καὶ ἐπιπέδου καὶ στερεοῦ τὸ αὐτομῆκος καὶ τὸ αὐτοπλάτος καὶ αὐτοστερεόν, τίνος φύσεως καὶ δυνάμεως μετέχουσι κατὰ τοὺς τὰς ἰδέας τιθεμένους, ἔργον εὑρεῖν.1 οὔτε γὰρ ἰδέαι ταῦτα, ἐπεὶ αἱ μὲν ἰδέαι ἀριθμοὶ ταῦτα δὲ οὐκ ἀριθμοί· τὴν γὰρ μετὰ τοὺς ἀριθμοὺς τάξιν αὐτοῖς εἶχε ταῦτα. ἀλλ’ οὐδὲ τὸ βραχὺ καὶ μακρὸν καὶ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, αἱ ἀρχαὶ αἱ τούτων, οὐκέτι ἀριθμοί. ἀλλ’ οὐδὲ ἐν τοῖς μαθηματικοῖς ἔσται ταῦτα, ἃ μεταξὺ ἐτίθεντο ἐκεῖνοι τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν· τὰ γὰρ ἐξ ἐκείνων μαθηματικά, οὐχ αἱ ἀρχαὶ αὐτῶν. τὰ μὲν γὰρ μαθηματικὰ οὔτε ἀρχαὶ καὶ διαιρετὰ καὶ πολλά, ἐκεῖνα δὲ ἀρχαί τε καὶ ἀδιαίρετα καὶ ἀεὶ αὐτῶν ἕκαστον. ἀλλ’ οὐδὲ φθαρτὰ ταῦτα· ἀρχαὶ γὰρ καὶ ἄφθαρτα ταῦτα. πάλιν οὖν τετάρτη φύσις τῶν ὄντων ἔσται αὐτοῖς αὕτη καὶ τέταρτόν τι γένος παρὰ τὰ τρία τὰ ὑπ’ αὐτῶν τιθέμενα, ἃ ἦν αἱ ἰδέαι, τὰ μαθηματικά, τὰ αἰσθητά. αἱ γὰρ τῶν μαθηματικῶν ἀρχαὶ πάντων τούτων διάφοροι· οὔτε γὰρ ἰδέαι ὅτι μὴ ἀριθμοί, οὔτε τῶν λοιπῶν δύο, ἃ προείρηται· ταῦτα γὰρ ἓν λέγουσιν εἶναι καὶ τὴν τάξιν αὐτοῖς τὴν προειρημένην ἀποδιδόασιν. οὔτε δὲ πῶς ἔστιν οὔτε ἐν τίνι φύσει τῶν ὄντων ἔσται κατ’ αὐτούς, οἷόν τε εἰπεῖν. τὰ μὲν γὰρ φύσει ὄντα ἐστὶν αὐτοῖς ἢ ἰδέαι ἢ μαθηματικὰ ἢ αἰσθητά, τὸ δὲ αὐτομῆκος καὶ τὸ αὐτοεπίπεδον καὶ αὐτοστερεὸν ἰδέαι μὲν οὐκ ἔσονται, ὅτι αἱ μὲν ἰδέαι ἀριθμοὶ κατ’ αὐτούς, ταῦτα δὲ ἔλεγον μετ’ αὐτοὺς τοὺς ἀριθμοὺς εἶναι. ἀλλ’ οὐδὲ μεταξύ· μεταξὺ γὰρ τὰ μαθηματικὰ κατ’ αὐτούς. ἦν δὲ καὶ πολλά, οὐ πολλὰ δὲ τὸ αὐτομῆκος ἢ τὸ αὐτοεπίπεδον ἢ τὸ αὐτοστερεόν. ἀλλ’ οὐδὲ ἐν τοῖς αἰσθητοῖς ταῦτα καὶ φθαρτοῖς· οὐδὲ γὰρ τούτων τι κυρίως ὄν. φαίνεται οὖν τέταρτόν τι γένος τοῦτο τῶν ὄντων γενέσθαι κατ’ αὐτούς.

“数之后的事物也没有任何合理的道理。” 数之后的事物是什么,他自己补充道:即长度、平面与立体。因为毕达哥拉斯派与柏拉图把存在者区分为这些,称数是存在者的本原与最初之物,并在数之后排列长度,在这些之后排列平面,随后是立体,理由是这些并不是数。而正如这些事物彼此处于某种秩序一样,显然它们的本原彼此也同样如此;因为照他们看来,这些事物中的每一个都有其本己的本原;因为他们也设定了这些事物的理念,而这些理念已经是数之后的事物的本原。但是,如果“长度自身”、“宽度自身”与“立体自身”是长度、平面与立体的本原,那么按照设定理念的人,要发现它们分有了何种本性与潜能乃是一桩难事。因为这些并不是理念,既然理念是数而这些不是数;因为对他们而言,这些占据着数之后的位序。然而作为这些事物的本原的“短与长”、“窄与宽”以及“深与浅”,也同样不再是数了。不过,这些也不可能处于数学对象之中,那些人曾将数学对象设定在理念与感觉事物之间;因为由那些本原产生出来的是数学对象,而不是其本原本身。因为数学对象既不是本原,又是可分的并且是多数的,而那些本原既是本原又是不可分的,并且它们中的每一个始终是〔一〕。然而这些也不是可毁灭的;因为这些是本原且不可毁灭。因此,在他们所设定的三类事物(即理念、数学对象、感觉事物)之外,对他们而言将再次出现存在者的第四种本性,即某种第四个属。因为数学对象的本原不同于所有这些;因为由于它们不是数,所以既不是理念,也不是前述剩下的两者;因为他们说这些是一,并赋予它们前述的位序。然而照他们看来,既不可能说明它们是如何存在的,也不可能说明它们将处于存在者的何种本性之中。因为对他们而言,自然存在的事物要么是理念,要么是数学对象,要么是感觉事物;但“长度自身”、“平面自身”与“立体自身”不会是理念,因为照他们看来理念是数,而他们曾说这些处于数自身之后。但它们也不是中间物;因为照他们看来数学对象才是中间物。而且[数学对象]是多数的,但“长度自身”、“平面自身”或“立体自身”并不是多数的。不过,这些也不在感觉且可毁灭的事物之中;因为其中没有一个是本义上的存在者。因此看来,照他们而言出现了存在者的这第四个属。

§1.105

"Ὅλως τε τὸ τῶν ὄντων ζητεῖν στοιχεῖα μὴ διελόντα, πολλαχῶς λεγομένων, ἀδύνατον εὑρεῖν." Ὁ λόγος τοιοῦτος. ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὐκ εἰσὶν ἀρχαὶ κοιναί, ὥστε καὶ ἀδύνατον αὐτῶν εὑρεῖν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὐκ εἰσὶν ἀρχαὶ κοιναί τε καὶ αἱ αὐταί, δῆλον ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων 〈οὐκ εἰσὶν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί·〉 τὰ δὲ ὄντα πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὐκ εἰσὶν ἀρχαὶ αἱ αὐταί. ὅτι δὲ τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται. αἰτιᾶται δὴ αὐτοὺς ὅτι ἐζήτουν ἀρχὰς τῶν ὄντων μὴ πρότερον διελόμενοι αὐτὰ καὶ τὰ σημαινόμενα ἐκθέμενοι τοῦ ὄντος. ἄλλως τε ἔτι ἀτοπώτερον τὸ τὰς τοιαύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς ζητεῖν τὰς ἐξ ὧν εἰσιν, αὗται δέ εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος· τοιαῦται γὰρ ὡς ὑποτίθενται ἀρχάς, ἥ τε ἀόριστος δυὰς καὶ ἡ μονάς. ἔνια γὰρ τῶν ὄντων οὐδὲ ἔχει κατὰ τὴν οἰκείαν φύσιν τοιαύτας ἀρχὰς καὶ στοιχεῖα, εἰ μὴ κατὰ συμβεβηκός· ἐκ τίνος γὰρ ὕλης τὸ ποιεῖν τι ἔστιν2 ἢ τὸ πάσχειν; κατὰ συμβεβηκὸς μὲν γὰρ καὶ ταῦτα ὕλην ἔχει. ὅτι γὰρ ταῖς οὐσίαις, ὧν ἔστι τις ὕλη, ταῦτα ὑπάρχει, κατὰ τοῦτο ἂν εἴη τις ὕλη καὶ τῶν τοιούτων, καθ’ αὑτὰ δὲ οὔ. ὁμοίως δὲ οὐδὲ τοῦ εὐθέος ὕλη τις ἔστιν, οὐδὲ τινος ἄλλου παρὰ τὴν οὐσίαν. διὰ τοῦτο γὰρ εἶπε μὴ εἶναι τούτων λαβεῖν τοιαῦτα στοιχεῖα, ὅτι μηδὲ τὴν ἀρχὴν ἔστιν·3 τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπάρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι, μόνης τῆς οὐσίας εὑρεῖν ἔστιν· μόνη γὰρ αὕτη τῶν ὄντων ὑποκείμενον, τὰ δ’ ἄλλα ἐν ταύτῃ καὶ ταύτης τι. τὸ οὖν τῶν οὐκ ἐχόντων τοιαύτας ἀρχὰς ἢ ζητεῖν ἢ οἴεσθαι εὑρηκέναι μάταιον.

“总的来说,当存在者按多种方式被述说时,若不对它们加以区分就去探究它们的元素,便不可能找到。” 论证如下:对于那些没有共通本原的事物,不可能找到任何共通的本原;然而对于存在者并没有共通的本原,因此也不可能找到它们的共通本原。而存在者并没有共通且同一的本原,由此显而易见:按多种方式被述说的事物〈没有共通且同一的本原;〉而存在者是按多种方式被述说的;所以存在者并没有同一的本原。而“存在”属于按多种方式被述说的事物,在许多地方都已谈及。因此,他指责他们不曾预先区分存在者并列明“存在”的诸种含义,就探究存在者的本原。此外,去探究存在者由之构成的那些相同且如此这般的本原(即质料与形式),乃是更为荒谬的;因为他们所假定的本原(即不定之二与一)正是如此这般的。因为某些存在者就其本己的本性而言,除非依偶性,甚至不具有如此这般的本原与元素;因为做某事或受某事是从何种质料产生的呢?因为依偶性而言,这些也具有质料;因为由于这些属于具有某种质料的实体,依照这一点,此类事物也会有某种质料,但就其自身而言则没有。同样,直线也没有某种质料,除了实体之外的其他任何事物也没有。因为他正是因此而说不可能取得这些事物的如此这般的元素,因为根本就不存在;因为作为元素、内在于其中且事物被说成由之构成的这类本原,唯有在实体中才能找到;因为在存在者之中唯独它是底层基质,而其余的事物都在它之中并且是它的某种东西。因此,探究那些不具有如此本原的事物的本原,或者自以为找到了,都是徒劳的。

语法注3 条
  1. 1.104τίνος φύσεως καὶ δυνάμεως μετέχουσι κατὰ τοὺς τὰς ἰδέας τιθεμένους, ἔργον εὑρεῖν

    间接疑问从句 τίνος φύσεως καὶ δυνάμεως μετέχουσι 作为述谓短语 ἔργον εὑρεῖν(“发现……是一桩难事”)的宾语性或主语性内容被前置。名词 ἔργον 在此作为谓词,表示“困难的工作”或“难事”。

  2. 1.105τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπάρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι, μόνης τῆς οὐσίας εὑρεῖν ἔστιν

    短语 τὰς τοιαύτας ἀρχὰς 作为不定式 εὑρεῖν 的宾格直接宾语被置于句首。属格 μόνης τῆς οὐσίας 表示范围或关联(“唯在实体的情形中”)或作表语性的“唯属于实体”。该句的构架核心为非人称结构 ἔστιν εὑρεῖν(“可以找到”)。

  3. 1.105ὅτι μηδὲ τὴν ἀρχὴν ἔστιν

    短语 τὴν ἀρχήν 是与否定词连用的惯用副词性宾格,意为“根本”、“起初就不”或“压根(不)”。因此整句意为“因为它们根本就不存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:127.1-129.9