- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:125.13-126.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大反驳了通过展示使万物成为一的主张,阐明展示所产生的仅仅是作为普遍者(属或形式)的“自身为一者”,而具体多数依然为多;进而指出偶性相似、否定述说以及“存在”等多义词并不能产生共通的理念。
οὐ γὰρ οἱ πολλοὶ καὶ οἱ καθ’ ἕκαστα ἄνθρωποι αὐτοάνθρωπος ὄντες δείκνυνται (ἄλλος γὰρ ἐκεῖνος τούτων), οὐδὲ πάντα τὰ ὄντα αὐτοὸν καὶ αὐτοέν, ἀλλὰ κοινόν τι ἐπ’ αὐτοῖς οὖσι πολλοῖς τὸ ἕν τε καὶ τὸ ὄν. ὥστε οὐδὲ δοθέντος αὐτοῖς καὶ συγχωρηθέντος τοῦ πρὸς παράδειγμά τι ταῦτα γίγνεσθαι1 τὸ αὐτοέν, καὶ εἶναί τι ἓν οὗ μετασχέσει τὰ πολλὰ ταὐτὰ ἀλλήλοις ἢ κατὰ τὸ εἶδος ἢ κατὰ τὸ γένος λέγεται, οὐδ’ οὕτως γίγνεται τὰ πάντα ἕν, ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τούτων αὐτό τι ἓν γίγνεται καὶ ἑνάς τις, οὐ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο, φησίν, ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ λέγεσθαι ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, ἂν μὴ κατὰ τὸ εἶδος ἢ γένος ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταυτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατὰ τὸ συμβεβηκός. πολλὰ γὰρ ἔστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταύτην τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· τοιαῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τοῦτο ἔχει οὔτε εἶδος, οὔτε ἰδέα τις τὸ οὐ τρέχει. πάλιν ἐπὶ καθημένων ἢ περιπατούντων ἢ τεθνεώτων ἢ φθειρομένων, ἐπὶ μυρίων ἄλλων, ἃ κεκοινώνηκε μέν τινος, οὐ μὴν ἔστι λαβεῖν ἐπ’ αὐτῶν αὐτό τι ἕν. ἀλλὰ καὶ οἱ πατέρες κατὰ κοινὴν μέν τινα σχέσιν πατέρες πάντες εἰσίν, οὐκ ἔστι δέ τι ἓν αὐτοπατήρ. ἀλλὰ καὶ τὸ τῶν τριγώνων τὰς ἐντὸς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι καθόλου μέν ἐστι τῶν τριγώνων, οὐ μὴν καὶ γένος. ὥστε οὐκ ἐπὶ πάντων ἔστι τῇ ἐκθέσει τὸ ἓν λαμβάνοντας αὐτό τι ἓν ποιοῦντας εἰς τοῦτο ἀναγαγεῖν τὰ πάντα, μόνων δὲ ἐφ’ ὧν τὸ κοινῶς κατηγορούμενον καὶ καθόλου λεγόμενον ἢ γένος ἢ εἶδός ἐστιν. ὅθεν καὶ δῆλον ὅτι οὐκ ἄλλο τι αὐτοῖς ἐστιν ἡ ἰδέα ἢ τὰ γένη καὶ τὰ εἴδη, ἃ κοινῶς τε λέγεται καὶ συνωνύμως κατηγορεῖται ὧν ἐστιν ἢ εἴδη ἢ γένη. τοσοῦτον οὖν ἀπέχει τοῦ εἰς ἕν τι πάντα ἀνάγεσθαι ὑπ’ αὐτῶν, ὡς οἴονται, ὡς μηδὲ κατὰ πᾶσαν ὁμοιότητα δύνασθαι τὸ ἓν ἐπὶ τῶν πολλῶν λαμβάνεσθαι. τὸ δὲ ἂν διδῷ τις πάντα δοκεῖ μοι προσθεῖναι ἐνδεικνύμενος2 ὅτι μὴ συγχωρηθήσεται αὐτοῖς, εἰ κατὰ κοινωνίαν τινὰ τὴν πρὸς ἄλληλα ὁμοίως ἀλλήλοις λέγεταί τινα, ἤδη καὶ ἓν τίθεσθαι ἐκεῖνο, ὡς πάντα τὰ ὑπ’ αὐτὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχειν ὡς κεχωρισμένον αὐτῶν. ἢ τὸ ἄν διδῷ τις πάντα σημαίνοι ἂν τὸ ἂν συγχωρῇ τις πάντα τὰ ὁμοίως ἀλλήλοις λεγόμενα κατὰ ἑνός τινος κοινωνίαν οὕτω λέγεσθαι, καὶ συγχωροῖ τὸ ἓν ἐπὶ πολλοῖς τοιοῦτον εἶναι, οὐδὲ τοῦτο ἔσται ἐπ’ ἄλλων τινῶν ἢ τῶν ὡς γενῶν καὶ εἰδῶν κοινῶν· τὰ γὰρ οὕτως κοινά τε καὶ καθόλου μόνα ἰδέαν τινά, φησί, σημαίνειν δοκεῖ. καίτοι τοῦτό γε ἐν ἐνίοις ἀδύνατον· συμβαίνει γὰρ ἔνια τῶν κοινῶς κατά τινων κατηγορουμένων μὴ δύνασθαι γένη εἶναι τούτων ὧν κοινῶς κατηγορεῖται· τοιαῦτα γὰρ τὰ πολλαχῶς λεγόμενα. λέγοι δ’ ἂν μάλιστα αὐτὰ διὰ τὸ ὄν, ὃ ἐκεῖνοι μὲν ὡς γένος τι κοινὸν τῶν ὅλων λαμβάνοντες ἰδέαν ἐποίουν τὸ αὐτοὸν καὶ αὐτοέν, καὶ εἰς τοῦτο πάντα ὑπῆγον. εἰ δὲ μή ἐστι γένος τὸ ἕν, ἀλλὰ τῶν πολλαχῶς λεγομένων, δῆλον ὡς οὐδὲ ὁμοιότης ἂν τοῖς οὖσιν οὐσιώδης κατὰ τοῦτο εἴη.
因为多数的以及具体的个体人并不能被证明就是“人自身”(因为彼者不同于这些),所有存在者也不能被证明就是“存在自身”与“一自身”,相反,“一”与“存在”乃是存在为多数的它们之上的某种共通者。因此,即便向他们承认并容让这些事物是依照某种范型即“一自身”而产生的,并且存在某种一,多数事物因分有它而在形式上或属上被称为彼此同一,即使这样,万物也并不会成为一,而是依照这些多数事物的每一种相似性产生出某个自身为一者和某种单子,却非这些事物成为一。然而,[亚里士多德]说,甚至在所有相似性的情形中也无法证明并宣称依照每一种相似性都存在某个自身为一者,除非所取之物的相似性是依照形式或属的;因为依照实体以及属与形式的同一性与相似性才是理念,而依照偶性的则不是。因为有许多事物由于某种相似性而被彼此相似地称呼,但由于这一相似性不是它们的属或形式,在它们之上也不会有某个自身为一者;而以否定方式被述说的事物便是如此。因为“不奔跑”对于它所被真实述说的那些事物而言固然是共通且相似的,但它既没有属也没有形式,“不奔跑”也不是某种理念。再次,在坐着的人、行走的人、死者或正在毁灭的人的情形中,以及在其他无数具有某种共同特征的事物的情形中,绝不能在它们之上提取出某个自身为一者。不仅如此,诸父亲依照某种共通的关系固然全都是父亲,但并不存在某个作为“父亲自身”的一。而且,三角形的内角和等于两直角虽然对三角形而言是普遍的,但绝不是属。因此,并非在所有情形中都能通过展示提取出一、制造出某个自身为一者并将万物还原至此,而唯独在共通被述说且普遍被称呼者是属或形式的那些情形中才能如此。由此也显明,理念对他们而言不是别的,正是那些在它们作为形式或属的事物之上被共通称呼且同义述说的属与形式。因此,万物被他们还原为某个一(如他们所设想的那样),距此是如此遥远,以至于甚至不能在多数事物之上依照每一种相似性提取出一。而“假若人们承认一切”,在我看来是他补充进来以表明:如果某些事物依照彼此间的某种共性而彼此相似地被称呼,绝不会向他们承认那共性立刻就被设定为一个一,以至于其下的所有事物都相对于它而具有存在,如同它与它们相分离一样。或者,“假若人们承认一切”可以意味着:即使人们承认所有彼此相似地被称呼的事物都是依照某一个者的共性而如此被称呼,并承认多之上的那一者是如此这般的,这也绝不会存在于除了作为属与形式而共通的事物之外的任何其他事物之上;因为[亚里士多德]说,唯有以这种方式共通且普遍的事物,似乎才表示某种理念。然而,连这在某些事物中也是不可能的;因为碰巧的是,在某些事物之上被共通述说的某些东西,不可能成为它们被共通述说的那些事物的属;因为按多种方式被述说的事物便是如此。而他之所以这样说,大概主要是因为“存在”,他们将“存在”视为万物某种共通的属,把“存在自身”与“一自身”制作为理念,并将一切归并于此。但如果“一”不是属,而是属于按多种方式被述说的事物,那么显而易见,依照它,对于存在者而言甚至不会有实体性的相似性。
- 1.103δοθέντος αὐτοῖς καὶ συγχωρηθέντος τοῦ πρὸς παράδειγμά τι ταῦτα γίγνεσθαι
分词 δοθέντος 与 συγχωρηθέντος 构成中性单数属格的独立属格结构,其实质主语由后随的并列属格冠词引导的不定式短语 τοῦ πρὸς παράδειγμά τι ταῦτα γίγνεσθαι ... καὶ εἶναί τι ἕν 承担。
- 1.103τὸ δὲ ἂν διδῷ τις πάντα δοκεῖ μοι προσθεῖναι ἐνδεικνύμενος
短语 τὸ δὲ ἂν διδῷ τις πάντα 是由中性单数宾格冠词将亚里士多德的词句(引文)名词化的短语,作不定式 προσθεῖναι 的直接宾语。在与主动词 δοκεῖ(“似乎”)连用的人称结构中,主格分词 ἐνδεικνύμενος 与不定式 προσθεῖναι 的逻辑主语(亚里士多德)保持同格。
