- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:123.15-125.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》992b9中关于“通过展示并不能证明万物为一”的论述,亚历山大详细阐明了柏拉图主义者如何运用展示法从个别事物逐级上升并还原至“人自身”、“动物自身”、“实体自身”乃至“存在自身”,并阐发了亚里士多德的反驳:该方法至多确立了一个普遍的单一体,而那些被展示的众多事物自身依旧保持为多,并未成为一。
" Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα, οὐ γίγνεται· τῇ γὰρ ἐκθέσει οὐ γίγνεται πάντα ἕν, ἀλλ’ αὐτό τι ἕν, ἂν διδῷ τις πάντα.1 καὶ οὐδὲ τοῦτο, εἰ μὴ γένος δώσει τὸ καθόλου εἶναι· τοῦτο δὲ ἐν ἐνίοις τε ἀδύνατον." Οἱ τὰς ἰδέας θέμενοι τὸ ἓν τὴν κυριωτάτην οὐσίαν ὑπολαμβάνοντες εἶναι, ὥσπερ οὖν καὶ οἱ Πυθαγόρειοι, τὴν κατὰ τὸ εἶδος τῶν ὄντων ἀρχήν τε καὶ αἰτίαν ταύτην ἐπίστευσαν εἶναι, διὰ τὸ ὁρᾶν τοῦ μὲν εἶναί τε καὶ σώζεσθαι ἑκάστῳ τὴν τοῦ ἑνὸς φύσιν οὖσαν αἰτίαν (ἓν γάρ τι ἕκαστον τῶν ὄντων καθὸ ἔστι), φθορᾶς δὲ αἰτίαν τὴν εἰς πολλὰ διάλυσιν τοῦ ἑνός· ἕκαστον γὰρ τῶν ὄντων ἔσται μὲν ἐπὶ τῆς ἑαυτοῦ φύσεως, ᾗ καὶ ἐν μόνῃ σώζεται, διαλυόμενον δὲ φθείρεται· καὶ τοῦτο ἐπιστοῦντο τοῦτο μὲν ἀπὸ τῶν ζῴων, οἷς ἦν ἡ ἐν τῷ ἑνὶ μονὴ καὶ ἐν τῷ αὐτῷ εἴδει σωτηρία, φθορὰ δὲ ἡ εἰς πολλὰ διάλυσις, τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀψύχων ἑκάστου. ἀλλὰ καὶ τὸν κόσμον διὰ τὴν ἐν τῷ ἑνί τε καὶ τῷ αὐτῷ μονὴν σωζόμενον, φθαρέντα δ’ ἂν εἰ τῆς ταὐτότητος καὶ ἑνότητος ἐκσταίη.2 ἐκ τούτου δὴ πιστεύσαντες τὴν τοῦ ἑνὸς φύσιν τοῦ τε εὖ καὶ τοῦ εἶναι ἑκάστῳ τῶν ὄντων αἰτίαν εἶναι, διὰ τοῦτο ἀρχὴν αὐτὸ τὴν κυριωτάτην πάντων τῶν ὄντων ὑπέθεντο, καὶ δὴ τὰς ἰδέας αἰτίας ἔλεγον τοῖς ἄλλοις τοῦ εἶναι ὥσπερ ἑνάδας τινὰς οὔσας, καὶ κατὰ τοῦτο τοῦ εἶναι τοῖς εἰς αὐτὰς ἀναγομένοις τε καὶ ὑπαγομένοις εἰδητικὰς οὔσας αἰτίας. ἐπειρῶντο δὲ καὶ ἐκθέσει τινὶ χρώμενοι πάντα εἰς τε τὸ ἕν τε καὶ τὴν οἰκείαν οὐσίαν ἀνάγειν· ὁ δὲ τρόπος αὐτοῖς τῆς ἐκθέσεως ἦν τοιοῦτος. τοὺς καθ’ ἕκαστα ἀνθρώπους προχειριζόμενοι ἐπεσκόπουν τὴν ἐν ἅπασιν αὐτοῖς ὁμοιότητα, καὶ ταύτην εὑρίσκοντες μίαν καὶ τὴν αὐτὴν ἐν πᾶσιν οὖσαν καθὸ ἄνθρωποι, ἐς ταύτην τὴν ἑνάδα πάντας ἀνῆγον καὶ τῇ τοῦ ἑνὸς μετοχῇ τοὺς ἀνθρώπους ἀνθρώπους ἔλεγον εἶναι, καὶ τὸ ἓν τοῦτο τὸ ἐπὶ τοῖς ἀνθρώποις αὐτοάνθρωπον ἔλεγον· ὁμοίως πάλιν ἐπὶ ἵππων κυνῶν καὶ τῶν ἄλλων ἐποίουν. ἀλλὰ καὶ τοὺς ἀνθρώπους πάλιν καὶ τοὺς κύνας καὶ τὰ ἄλλα ζῷα ἐκτιθέμενοι, πάλιν ἐλάμβανον τούτοις τὸ εἶναι ζῴοις κατά τι ἕν, ὃ ἓν αἴτιόν τε αὐτοῖς τοῦ εἶναι ζῴοις ἐτίθεντο, καὶ δὴ καὶ πάλιν ἑνάδα τινὰ ἐποίουν καὶ ἰδέαν, καὶ τοῦτο ἔλεγον τὸ αὐτοζῷον, εἰς ἣν ἀνῆγον τὰ ζῷα. ὁμοίως δὲ πάλιν καὶ τὰ ζῷα λαμβάνοντες καὶ φυτὰ καὶ τὰ ἄλλα σώματα, ἑνὸς εὑρίσκοντες μετουσίᾳ ταῦτα οὐσίας ὄντα, ἰδέαν τινὰ καὶ ἑνάδα οὐσίας λαμβάνοντες τὴν αὐτοουσίαν, ὑπὸ μίαν ταύτην πάλιν ἀνήγαγον πάσας τὰς οὐσίας. οὕτω δὲ πάλιν τὴν οὐσίαν καὶ τὴν ποιότητα ἐν τῇ τοῦ ὄντος μετασχέσει λέγοντες ὄντα εἶναι, αὐτό τι ὂν ποιοῦντες, πάντα τὰ ὄντα εἰς ἓν τοῦτο ὑπῆγον. καὶ οὕτως αὐτοῖς ἐφοδεύουσι καὶ τῇ ἐκθέσει χρωμένοις πάντα τὰ ὄντα εἰς τὸ ἓν καὶ τὴν ἀρχὴν ἀνάγεσθαι ἐδόκει. τοῦτο γοῦν καίτοι δοκοῦν ὑπ’ αὐτῶν λαμβάνεσθαί τε τῇ ἐκθέσει καὶ δείκνυσθαι ὡς φανερὸν τὸ πάντα γίγνεσθαι ἕν, οὔ φησιν οὕτως γίγνεσθαι ὡς οἴονται. οὐ γὰρ ὅταν ἐκθέμενοί τινα πλείω, καὶ κοινωνίαν τούτων κατά τι λαβόντες, τοῦτο ἕν τε ποιήσωσι καὶ ἰδέαν, καθ’ ὃ ἡ κοινωνία καὶ ἡ ὁμοιότης ἐκείνοις, γίγνεται αὐτοῖς αὐτὰ τὰ ἐκτεθέντα ἕν, οἷον οἱ ἄνθρωποι ᾗ ἄνθρωποι· ἀλλ’ αὐτὸ μὲν ἄνθρωπος ἕν τι ἔσται δεικνύμενος ὑπ’ αὐτῶν ἐκ τῆς ἐκείνων πρὸς ἄλληλα ὁμοιότητος, οὗτοι δὲ οἱ πολλοὶ οὐχ ἕν. ὥστε οὐ τὰ πολλὰ καὶ τὰ πάντα ἓν γίγνεται, κἂν συγχωρήσῃ τις αὐτοῖς πάντα ἃ λαμβάνουσιν, ἀλλὰ πρὸς ἕν τι γεγονότα πολλὰ μέντοι ὄντα καὶ μένοντα.3
“而那看似容易的事,即证明万物为一,并不能成立;因为通过展示,并不能使万物成为一,而只是假若人们承认一切,也只产生某个自身为一者。而且若不承认普遍者是属,连这也无法成立;但这在某些事物中是不可能的。” 那些设定理念的人,正如毕达哥拉斯学派一样,认为“一”是最根本的实体,相信这是存在者在形式方面的本原和原因,因为他们看到,对于每一事物而言,其存在与得以持存的原因乃是“一”的本性(因为存在者中的每一者在其所是的限度内都是某种一),而毁灭的原因则是“一”瓦解为多;因为存在者中的每一者都将停留于其自身的本性之上,也唯有依此它才得以持存,而在被瓦解时它便毁灭了。他们确证这一点,一方面依据动物(对动物而言,停留在“一”以及同一形式中乃是持存,而瓦解为多则是毁灭),另一方面也依据每一无灵魂之物。不仅如此,[他们还认为]宇宙也因停留在“一”与同一之中而得以持存,若脱离同一性与单一性,它便会毁灭。于是,他们由此相信“一”的本性是每一存在者完满与存在的原因,因此将它设定为一切存在者最根本的本原,并且确实称理念为其他事物存在的原因,犹如它们是某种单子,并据此成为那些被还原并归属到它们之下的事物在形式方面的存在原因。他们还尝试运用某种展示,将万物还原到“一”以及本己的实体;而他们进行展示的方式如下。他们列出个别的具体的人,考察在他们所有人中的相似性,并在发现这在所有人中依其作为人而言是单一且同一的之后,便将所有人还原到这一单子,说由于对“一”的分有,人才成为人,并称在人们之上的这一“一”为“人自身”;同样,他们又对马、狗及其他事物如法炮制。但进而,他们再次展示人、狗以及其他动物,又认为它们作为动物的存在乃是依循某个“一”,他们将这个“一”设定为它们成为动物的原因,并再次确立某种单子和理念,称之为“动物自身”,并将动物还原至此。同样地,他们再次提取动物、植物以及其他物体,发现由于分有那一个,这些乃是实体,于是将“实体自身”取为实体的某种理念与单子,再次将所有实体归并到这单一者之下。这样,他们又说实体与性质因分有存在而是存在者,制造出某种“存在自身”,将所有存在者归并到这一个之下。因此,当他们这样推导并运用展示时,在他们看来所有存在者似乎都被还原到了“一”与本原。总之,尽管万物成为一似乎已被他们通过展示所把握,并作为显明之事得到证明,[亚里士多德]却说事情并不像他们以为的那样发生。因为并非当他们展示出多个事物、把握了它们在某方面的共性,并将这种共性与相似性所依据的这物确立为一个一与理念时,那些被展示的事物本身(例如就其作为人而言的人们)对他们而言就变成了一;相反,“人自身”将是由他们根据诸人相互之间的相似性所证明的某个一,但这些多数的事物却绝非一。因此,哪怕人们承认他们所假设的一切前提,多数事物与万物也不会成为一,而是即便被归向某个一,它们依然存在为多数,并且保持为多数。
- 1.103ἂν διδῷ τις πάντα
引文(lemma)中使用虚拟语气 διδῷ 的条件从句。这里的“承认一切”并非指承认其结论(万物为一),而是指即便承认他们所设定的全部推论步骤或前提(在各阶段确立普遍共性)。后文中亚历山大用 κἂν συγχωρήσῃ τις αὐτοῖς πάντα ἃ λαμβάνουσιν 明确了这一读法。
- 1.103ἀλλὰ καὶ τὸν κόσμον διὰ τὴν ἐν τῷ ἑνί τε καὶ τῷ αὐτῷ μονὴν σωζόμενον, φθαρέντα δ’ ἂν εἰ τῆς ταὐτότητος καὶ ἑνότητος ἐκσταίη
宾格分词 σωζόμενον 与带 ἄν 的 φθαρέντα ἄν 在句法上受前句的 διὰ τὸ ὁρᾶν 或 ἐπιστοῦντο 支配,构成间接引语。φθαρέντα ἄν 代表与条件从句 εἰ ... ἐκσταίη 相呼应的归结从句(在间接引语中转化为带 ἄν 的分词,表示潜能或非现实结果)。
- 1.103ἀλλὰ πρὸς ἕν τι γεγονότα πολλὰ μέντοι ὄντα καὶ μένοντα
紧接在 οὐ τὰ πολλὰ καὶ τὰ πάντα ἓν γίγνεται 之后的转折从句中的谓语省略。可补出谓语动词 [γίγνεται],或以 τὰ πολλὰ 为主语,将分词连结为主语的补足成分:“即便归向了某个一(γεγονότα),但依然存在为多数并保持为多数(πολλὰ μέντοι ὄντα καὶ μένοντα)”。μέντοι 在分词短语中表示让步性的对比(“然而/依然”)。
