- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:122.3-123.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德的批评:柏拉图学派将哲学还原为数学,使其质料本原(不定之二)沦为单纯的差异而非底层,并且完全未能解释自然事物中运动的来源,从而瓦解了自然学。
προπαιδείαν γοῦν τὴν τούτων θεωρίαν ἔλεγον, καὶ συνερίθους ὁ Πλάτων φιλοσοφίας τὰς μαθηματικὰς ἐπιστήμας ἐκάλει. ὅτι δὲ ταῦτα λέγοντες οὐδὲν ἄλλο περὶ τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται,1 δηλοῦσιν ἔκ τε τοῦ ἀρχὰς τῶν ὄντων ἁπάντων τοὺς ἀριθμοὺς λέγειν καὶ τὰς ἰδέας ἀριθμούς τινας ὑποτίθεσθαι καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν. καὶ γὰρ ἡ οὐσία αὕτη ἣν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων ἀρχήν (αὕτη δέ ἐστιν ἡ ἀόριστος δυὰς καὶ τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλον ἢ τῶν φύσει συνεστώτων ἀρχή, μαθηματικωτέρα μᾶλλον καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατηγορούμενόν τι τῆς ὕλης δόξειεν ἂν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην.2 εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι, πῶς κατηγορεῖται ἐδήλωσεν ἐπενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης ἢ ὕλην. ὡς γὰρ καθ’ οὓς ἐν ταῖς ἀρχαῖς εἰσι τῶν φυσικῶν τὸ μανὸν καὶ πυκνόν, οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἀὴρ τοῦτο εἴτε ὕδωρ εἴτε τὸ μεταξὺ τούτων, οὕτω καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί τινες ἂν μᾶλλον δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐτοῖς, ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τις καὶ ἔλλειψις εἶπεν ἐπὶ τοῦ μανοῦ τε καὶ τοῦ πυκνοῦ, δεικνὺς αὐτῶν τὴν πρὸς τὸ μέγα καὶ τὸ μικρὸν καὶ ὅλως τὴν ὑπεροχήν τε καὶ ἔλλειψιν ὁμοιότητα, ἃ διαφοραὶ τῆς ὕλης ἀλλ’ οὐχ ὕλη· ἀνάλογον γὰρ τὸ μὲν μανὸν τῇ ὑπεροχῇ τὸ δὲ πυκνὸν τῇ ἐλλείψει. ἀπορήσας δὲ περὶ τοῦ ἑνός, ἥτις αὐτοῖς ἦν κατὰ τὸ εἶδος ἀρχή, ἠπόρησε καὶ περὶ τῆς ἀορίστου δυάδος, ἣν ὡς ὕλην ὑπετίθεντο. ἀλλ’ οὐδὲ περὶ κινήσεώς τι λέγουσι τῶν φύσει γιγνομένων, πόθεν ἡ κίνησις ἐν αὐτοῖς· καίτοι τῷ περὶ τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι ἀναγκαιότατος ὁ περὶ κινήσεως λόγος. εἰ μὲν γὰρ ἔσται ταῦτα κίνησις, ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, ἔσται κινούμενα τὰ εἴδη, ἔχοντά γε ὡς ἀρχὰς ἐν αὑτοῖς τὴν ὑπεροχὴν ἢ τὴν ἔλλειψιν οὔσας κινήσεις, ὃ οὐ βούλονται· ἀκίνητα γὰρ τὰ εἴδη κατ’ αὐτούς. εἰ δὲ μὴ κινήσεις, πόθεν ἡ κίνησις ἐν τοῖς φυσικοῖς τοῖς κατὰ τὴν ἐκείνων μετοχὴν οὖσι τούτοις ἅ ἐστιν; τὸ γὰρ πρός τι παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον τὴν κίνησιν3 ἢ παρὰ τοῦ παραδείγματος ἔχειν δεῖ τοῦτο, ὄντος καὶ αὐτοῦ τοιούτου, ἢ παρά τινος ἄλλης αἰτίας. ἀναιρουμένης δὲ κινήσεως πᾶσα ἡ περὶ τῆς φύσεως θεωρία ἀναιρεῖται.
无论如何,他们曾称对这些对象的观照为预备教育,柏拉图也称数学诸学科为哲学的合作者。而他们虽然这样说,却并没有从事关于这些之外的任何哲思与研究,这一点从他们说数是一切存在者的本原、把理念假定为某种数,并由数学对象生成自然事物中显明出来。因为他们假定为依自然生成之物的质料与本原的这一实体(这就是不定之二以及大与小),与其说是自然的,不如说是数学的;因为“二”与其说是依自然构成之物的本原,不如说是数的本原,它更具有数学性质,而不是某种底层的自然本性,并且它似乎更像是被用来述说质料的某物,表示质料的差异,而不是表示自身作为某种底层与质料。而[亚里士多德]在说了“并且更是被述说的”之后,通过补充“并且是实体与质料的差异,而不是质料”而阐明了它是如何被述说的。因为正如在那些把稀薄与浓厚列为自然事物本原的人看来,这些并非质料,根据他们的看法乃是质料与底层的诸差异(无论底层是气、水还是它们之间的居间物),同样,大与小以及过度与不足,也更应被看作是某种底层的诸差异(事物据此而发生变化),而它们自身绝非底层。而[亚里士多德]关于稀薄与浓厚说“然而这些是某种过度与不足”,表明了它们与大和小以及普遍的过度与不足之间的相似性,而这些是质料的差异而非质料;因为稀薄相应于过度,浓厚相应于不足。在对作为他们形式方面的本原的“一”提出疑难之后,他也对他们假定为质料的“不定之二”提出了疑难。此外,对于自然生成之物的运动,他们根本未说明运动从何存在于它们之中;然而,对于论述自然事物并将理念设定为范型的人而言,关于运动的论述是最不可或缺的。因为如果这些(即过度与不足)是运动,那么诸形式就将处于运动之中,因为它们在自身之中具有作为运动的过度或不足作为本原——而这绝非他们所愿;因为在他们看来诸形式是不动的。但如果它们不是运动,那么在那些依据分有那些形式而是其所是的自然事物中,运动又是从何而来的呢?因为那相对于范型而具有其存在、并且具有固有运动的事物,必然要么在范型自身也是如此的情况下从范型那里具有此运动,要么从某种其他原因那里具有此运动。而一旦运动被取消,对自然的整个观照也就被取消了。
- 1.102οὐδὲν ἄλλο περὶ τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται
οὐδὲν ἄλλο 在此处起副词性或内宾语作用,意为“除了这些之外什么也不……”(隐含了 ἤ),用来突显他们实际的研究与他们自己声称的“数学仅是预备学科”之间的矛盾。
- 1.102καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην
διαφοράν 与 ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην 均为不定词 δηλοῦν 的宾格直接宾语,该不定词与 εἶναι 一起由 δόξειεν ἄν 统辖:意即“二”似乎表示质料的差异,而非表示底层自身与质料。
- 1.102τὸ γὰρ πρός τι παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον τὴν κίνησιν
在非人称动词 δεῖ 所统辖的“宾格加不定词”结构中,带冠词的分词短语 τὸ ... ἔχον 充当不定词 ἔχειν 的逻辑主语。分词 ἔχον 带有两个宾语:τὸ εἶναι(由介词短语 πρός τι παράδειγμα 修饰)以及 τὴν κίνησιν(由谓述形容词 σύμφυτον 修饰,意为“具有固有运动”)。
