- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:119.13-122.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德就点的本性及其产生原理向理念论者发难并批判柏拉图“不可分线”说的段落(992a19),随后阐述了理念论放弃说明可感显明事物的动力因、形式因与目的因,并误将数学对象的原理当作一切存在者原理的错误(992a24)。
" Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ὑπάρξουσιν;" Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐνὑπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη ἐν τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον ἐν τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὖν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται; καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ μήκει· ἀπορήσας δὲ τοῦτο ἑξῆς ἱστορεῖ τὴν Πλάτωνος περὶ τῶν στιγμῶν δόξαν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι ὡς οὖσαν φύσιν τινὰ σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικὴν εἶναι, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δὲ ἀρχὴν τῆς γραμμῆς πολλάκις, ἣν ἄτομον γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ ὡς καὶ Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰς τιθεμένου, ἣν δηλονότι ὑπὸ τὸ αὐτὸ γένος ὑπῆγον τῇ γραμμῇ, τὸ βραχὺ καὶ μακρόν. πρὸς ἃ διαπορῶν λέγει καίτοι ἀνάγκη καὶ τούτων, τῶν γραμμῶν δηλονότι, πέρας τι εἶναι, εἴτε ἄτομοι εἶεν εἴτε μή· καὶ γὰρ ἡ γραμμὴ ἄλλη τις οὖσα φύσις ὤφθη τοῦ ἐπιπέδου, οὐχ ὅτι ἔστι καθ’ αὑτήν· οὐδὲ γὰρ τὸ ἐπίπεδον, ὅτι ἦν πέρας τοῦ στερεοῦ, οὐκ ἦν παρ’ αὐτὸ ἕτερον·1 οὕτω δὴ καὶ τῆς γραμμῆς ἔστι τι πέρας, τοῦτο δέ ἐστιν ἡ στιγμή. ὁμοίως δὴ καὶ κατὰ τὸν αὐτὸν λόγον ἔσται ἡ στιγμή, ὡς καὶ ἡ γραμμή· ὥστε τῷ αὐτῷ λόγῳ δειχθήσεται οὖσα ἡ στιγμή, ᾧ λόγῳ καὶ γραμμὴ οὖσα δείκνυται καὶ ἐπίπεδον. ἀρχὴν δὲ τὸ μέγα καὶ τὸ μικρὸν Πλάτων ἐτίθετο τῶν ὄντων τὴν ὑλικήν, ὡς ἐν τοῖς πρὸ τούτων ἱστόρηται· τὸ γὰρ ἓν ἡ κατὰ τὸ εἶδος ἦν αὐτῷ ἀρχή.
“此外,点将从何产生?” 而他所说的是如下的意思。记号与点似乎内在存在于长度与线之中,正如线在平面之中、平面在立体之中一样,但它们似乎具有不同于那些的另一种自然本性,正如那些彼此之间互不相同一样。那么,它们的原理是什么?它们又将被归入哪一个属?它们又如何被还原为大与小?它们又将如何存在于长度之中呢?在对这一点提出疑难之后,他接着叙述了柏拉图关于点的学说;因为他说,柏拉图从一开始就根本不承认存在着点的某种自然本性,反而说这是一种学说和某种几何学的假定,并不存在于存在者的自然本性之中。因此,他既不说点是某种存在物,也不这样命名它,而是经常把它称为线的原理,称之为“不可分的线”。而且[亚里士多德]叙述道,不仅色诺克拉底,柏拉图也设定了不可分的线,他们显然把这归于与线相同的属,即短与长之下。针对这些,他提出疑难说道:然而这些东西,显然即线,无论是不可分的还是可分的,都必然具有某种界限;因为线被看作是某种不同于平面的自然本性,并不是因为它自身独立存在(因为平面也不会因为是立体的界限,就不存在为有别于立体的另一物);同样,线也具有某种界限,而这就是点。因此,以同样的方式且根据同样的道理,点将正如线那样存在;所以,依据表明线与平面存在的相同道理,点也将被表明是存在的。此外,正如在之前所叙述的那样,柏拉图把大与小设定为存在者的质料原理;因为对他来说,“一”是关于形式的原理。
"Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον, τοῦτο μὲν εἰάκαμεν." Καὶ ταύτῃ αἰτιᾶται τοὺς περὶ τῶν ἰδεῶν τι πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίγνεται, τὸ μὲν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον (οὐδὲν γὰρ λέγουσι περὶ τῆς αἰτίας τοῦ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶν ἡ ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα), οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν αὐτῶν ἀποδιδόναι (τετραχῶς γὰρ πάντα τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ τῶν φανερῶν ὑποτίθενται (τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη οὐκέτι λέγουσιν· κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασαφοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει, ὡς ἤδη φθάνει εἰρηκώς. ὥστε εὐλόγως καὶ κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας ἄλλα, μηδὲν αὐτοῖς εἰς τὰ ζητούμενα συντελοῦντα. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε ὡς εἴδη (τὸ γὰρ εἶδος ἐν τούτῳ οὗ ἐστιν εἶδος, αἱ δὲ οὔτε ἐν τούτοις οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατὰ νοῦν καὶ ἐπιστήμην καὶ φύσιν γιγνομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κατὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ τὰ κατὰ προαίρεσιν γιγνόμενα ἕνεκά του γίγνεται, καὶ ἔστιν ἐν αὐτοῖς ἡ κυριωτάτη αἰτία. οὐχ οὕτως δὲ αἱ ἰδέαι αἴτιαι τοῖς οὖσι κατ’ αὐτούς· οὐ γὰρ τοῦ εὖ εἶναι τὰ πρὸς τὰς ἰδέας γιγνόμενα αἰτίας τὰς ἰδέας λέγουσιν, ἀλλὰ τοῦ ὅλως εἶναι· παραδείγματα γὰρ ἀλλ’ οὐ τέλη λέγουσιν αὐτάς. πῶς γὰρ ἂν καὶ εἶεν ἐκεῖναι τέλη τούτων; οὔτε γὰρ προϋφέστηκε τὸ τέλος τοῦ οὗ ἐστι τέλος, ἀλλὰ μόνον προεπινοεῖται ὕστερον ἐπιγιγνόμενον τούτῳ οὗ ἐστι τέλος, αἱ δὲ ἰδέαι καὶ προϋφίστανται καὶ οὔτε γίγνονται οὔτε εἰσὶν ἐν τοῖς γιγνομένοις. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε εἴδη τῶν γιγνομένων μήτε τέλη, λέγει πόθεν αὐτοῖς ἡ τῆς περὶ αὐτὰς πλάνης αἰτία· τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ τὸ ταύτας ἀρχὰς ὑποτίθεσθαι τῶν ὄντων,2 ἃς ᾤοντο καὶ τῶν μαθηματικῶν ἀρχὰς εἶναι, καίτοι λέγοντες περὶ τῶν μαθηματικῶν ὅτι μὴ χρὴ ταῦτα ποιεῖσθαι τέλη, ἀλλ’ ὅτι δεῖ ἄλλων αὐτὰ χάριν μεταδιώκειν.
“总的来说,当智慧在寻求关于显明之物的原因时,我们却忽略了这一点。” 在这一点上,他也指责了那些从事理念论研究的人,因为对于那些承担对存在者进行观照的人来说,摆在面前的探究本应是看清这些可感且显明之物的动因到底是什么,以及它们各自是如何生成的,然而他们却放弃了探求这一原因到底是什么(因为他们对于“运动的本原由之而出的原因”,即动因,未置一词;因为理念不是任何事物的动因);他们自以为指明了它们的形式原因与实体(因为所有的原因有四种),便在显明之物的形式之外假定了某些另外的实体与另外的形式(即理念),但那些形式如何是这些事物的形式,他们却不再说明;因为他们只是说出了“分有”这一空洞的声音;因为正如他此前已经说过的那样,他们根本没有阐明这些事物是如何分有理念的。因此,他在一开始便指责他们是合理的,即他们只是给所探究的事物添加了等量的另一些事物,而这些对所探究的事物毫无助益。在表明了理念既不是动因也不是作为形式的原因之后(因为形式存在于它是其形式的那物之中,而理念既不存在于这些事物之中,“分有”这一名称也不表示任何东西),在此之上他又说,根据他们的观点,理念对于存在者来说也不是作为“为了什么”和目的的原因,而这一原因在一切依照理智、知识和自然本性生成的事物中是最为主导的原因;因为一切依照自然本性、技艺和知识生成的事物,乃至依照抉择生成的事物,都是为了某种目的而生成的,并且在它们之中目的就是最为主导的原因。然而在他们看来,理念对存在者而言并不是以此种方式作为原因的;因为他们并不是把理念说成是依照理念生成的事物“好地存在”的原因,而是说成是“根本上存在”的原因;因为他们称它们为范型,却不称之为目的。因为那些理念又如何能是这些事物的目的呢?因为目的并非先于它为其目的的那物而预先实存,而只是在思想上先被构想,而在后附加于它为其目的的那物之上;相反,理念既预先实存,又既不生成也不在生成之物之中。在指明了理念既不是动因,也不是生成之物的形式,亦不是目的之后,他指出了他们关于理念的错误原因何在:因为他们热衷于数学,并认为从事哲学就在于对这些数学对象的观照之中,且因此只把时间消磨在这些之上,于是他们便进而把那些他们认为也是数学对象的原理设定为存在者的原理,尽管他们自己也曾就数学对象说过,不应当把它们当作目的,而应当为了其他事物而去追求它们。
- 1.101οὐδὲ γὰρ τὸ ἐπίπεδον, ὅτι ἦν πέρας τοῦ στερεοῦ, οὐκ ἦν παρ’ αὐτὸ ἕτερον
由 οὐδὲ ... οὐκ ἦν 构成的双重否定结构。该句作为类比论据(立体与平面的关系类比平面与线的关系),支持前一句关于“线被承认为不同于平面的自然本性,并非因为它自身独立实存”的主张,意为“平面也不会因为是立体的界限,就不是独立于立体的另一物”。
- 1.102τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ τὸ ταύτας ἀρχὰς ὑποτίθεσθαι τῶν ὄντων
该句的句干为 ἦλθον ἐπὶ τὸ ... ὑποτίθεσθαι(“他们进而假定了……”),前置的定冠词与格 τῷ 引领三个并列的不定词(σπουδάσαι、ὑπολαβεῖν、διατρῖψαι)构成表示原因的与格结构(因热衷于数学、因认为哲学在于观照数学、因专注于数学),构成了引向主动词 ἦλθον 的长因果从属结构。
