← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§117.20-119.12

几何实体向原理的还原及其在立体中的难题

针对亚里士多德在《形而上学》992a10中关于将几何实体(长、面、体)还原为原理的讨论,亚历山大梳理了柏拉图学派的学说,并剖析了亚里士多德的反驳:如果各类原理属于互不统属的不同属,则立体中将不可能包含面与线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.100

" Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν ἐκ βραχέος καὶ μακροῦ." Τὸ μὲν τίθεμεν ἀκολούθως τοῖς προειρημένοις καὶ νῦν ἤδη λέγει· ὡς γὰρ οἰκείαν τὴν περὶ τῶν ἰδεῶν δόξαν εὐθύνει.1 ἐκτίθεται δὲ τὸ ἀρέσκον αὐτοῖς, ὃ καὶ ἐν τοῖς Περὶ φιλοσοφίας εἴρηκε· βουλόμενοι γὰρ τὰ ὄντα (ἀεὶ γὰρ οὐσίας τὰ ὄντα λέγει), ταῦτα δὴ τὰ ὄντα βουλόμενοι ἀνάγειν εἰς τὰς ἀρχὰς ἃς ὑπέθεντο (ἦσαν δὲ αὐτοῖς ἀρχαὶ τῶν ὄντων τὸ μέγα καὶ τὸ μικρόν, ἣν ἔλεγον ἀόριστον δυάδα), εἰς δὴ ταύτην θέλοντες πάντα ἀναγαγεῖν, τοῦ μὲν μήκους ἀρχὰς ἔλεγον τὸ βραχὺ καὶ μακρόν, ὡς ἐκ μακροῦ τινος καὶ βραχέος τὴν γένεσιν ἔχοντος τοῦ μήκους, ἅ ἐστι μέγα καὶ μικρόν, ἢ ὡς πάσης γραμμῆς ἐν τῷ ἑτέρῳ τούτων οὔσης, τοῦ δὲ ἐπιπέδου τὸ στενὸν καὶ πλατύ, ἃ καὶ αὐτά ἐστι μέγα καὶ μικρόν. εἰπὼν δὲ ταῦτα καὶ ἐκθέμενος τὴν δόξαν αὐτῶν ἐπὶ τούτῳ ἐπιφέρει τὸ τῇ δόξῃ ἑπόμενον ἄτοπον, λέγων καὶ πῶς ἕξει ἢ τὸ ἐπίπεδον γραμμὴν ἢ τὸ στερεὸν γραμμὴν καὶ ἐπίπεδον; ἔστι δὲ ὃ λέγει τοιοῦτον. δοκεῖ τοῦ μὲν σώματος, ὃ στερεόν ἐστι, πέρας εἶναι ἡ ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τῆς δὲ ἐπιφανείας καὶ τοῦ ἐπιπέδου πέρας ἡ γραμμή, ὃ μῆκος εἶπεν· ὥστε καὶ ἐν τῷ ἐπιπέδῳ τὸ μῆκός ἐστι, καὶ ἐν τῷ στερεῷ καὶ τὸ ἐπίπεδον καὶ τὸ μῆκος. λέγεται γοῦν ἡ μὲν ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τὸ μῆκος καὶ πλάτος ἔχον, τὸ δὲ στερεὸν ὃ πρὸς τούτοις καὶ βάθος ἔχει. οὕτω μὲν οὖν ταῦτα φύσεως ἔχει·2 κατὰ δὲ ἐκείνους ἄλλα λέγοντας καὶ διαφέροντα γένη εἶναι τὸ βραχὺ καὶ μακρὸν καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, καὶ ὡς ὑπὸ διαφέροντα γένη καὶ οὐχ’ ὑπ’ ἄλληλα αὐτὰ ὄντα τιθεμένους πῶς δυνήσεται ἔτι ἢ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ εἶναι ἢ ταῦτα ἐν τῷ στερεῷ; ὥσπερ γὰρ οὐδὲ ὁ ἀριθμός ἐστιν ἐν τούτων τινί, ὅτι ἄλλαι τοῦ ἀριθμοῦ ἀρχαὶ κατ’ αὐτοὺς ἦσαν (τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον τοῦ ἀριθμοῦ ἀρχαί, ἅ ἐστιν ἄλλα τῶν προειρημένων), οὕτως οὐδὲ ἐπὶ τούτων οὐδὲν ὑπάρξει τῶν ἄνω ἐν τοῖς κάτω, τουτέστι τῶν πρώτων ἐν τοῖς ὑστέροις. ἔστι γὰρ τούτων τῶν τριῶν πρῶτον καὶ ἄνω ἡ γραμμή, δεύτερον δὲ τὸ ἐπίπεδον, τρίτον δὲ τὸ στερεόν· ἔστι γὰρ ἁπλούστερα ἐκεῖνα τοῦ στερεοῦ καὶ προεπινοούμενα· τούτων δὲ πάντων ἐστὶ πρῶτον ἀριθμός. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις, καίτοι πρῶτος ὤν, διότι ἄλλο γένος τὸ πολὺ καὶ τὸ ὀλίγον, ὑφ’ ὃ ὁ ἀριθμός, τῶν γενῶν τούτων ἑκάστου ὑφ’ ἃ ταῦτα, οὕτως οὐδ’ ἐπὶ τούτων αὐτῶν ἔσται κατ’ αὐτοὺς θάτερον ἐν θατέρῳ. οὔτε γὰρ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ ἔσται, ἐπεὶ τὸ μὲν μῆκος ἐκ βραχέος καὶ μακροῦ, τὸ δὲ ἐπίπεδον ἐκ στενοῦ καὶ πλατέος, ἅ ἐστιν ἕτερα ἀλλήλων γένη, οὔτε ταῦτα ἐν τῷ στερεῷ. οὔτε γὰρ τοῦτο ἔνεστι λέγειν, ὅτι ταῦτα διαφέρει μὲν ἀλλήλων τὰ γένη καὶ ἔστιν ἕτερα, ὑπ’ ἄλληλα μέντοι ἐστίν, ὡς εἶναι ὑπὸ τὸ πλατὺ τὸ βαθὺ καὶ ὁμοίως ὑπὸ τὸ μακρὸν τὸ πλατύ, καὶ διὰ τοῦτο δύνασθαι ἐν τῷ στερεῷ ἐκεῖνα εἶναι, ὡς ἔστιν ἐν τῷ ὄρνιθι τό τε πτερωτὸν καὶ τὸ ζῷον. ταῦτα γὰρ τῶν διαφερόντων γενῶν κοινωνίαν ἔχει πρὸς ἄλληλα ὅσα ἐστὶν ὑπ’ ἄλληλα· τὸ γὰρ γένος τινὸς ἐν τῷ τί ἐστι καὶ αὐτοῦ κατηγορεῖται, καὶ τὸ ὑπό τι ὡς ὑπὸ τὸ γένος ὂν ὅπερ τὸ γένος ἐστίν,3 ὁ ἄνθρωπος ὅπερ τὸ ζῷον, τὸ λευκὸν ὅπερ χρῶμα. ὥστε εἰ ἔστι τοῦ βαθέος γένος τὸ πλατύ, καὶ ἔστι τι βαθὺ μὲν τὸ στερεὸν πλατὺ δὲ τὸ ἐπίπεδον, ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον. ἄτοπον δὲ τὸ σῶμα ἐπίπεδον λέγειν, ὁμοίως δὲ καὶ τὸ ἐπίπεδον μῆκος.

“由于想要把实体还原为原理,我们便把长度设定为出于短与长。” [亚里士多德]说“我们设定”,正如在之前所说的那样,现在也依然如此;因为他是在把关于理念的学说当作自己切身的学说来进行检视。他陈述了他们的见解,这一见解他在《论哲学》中也曾提及;因为由于想要把存在者(因为他总是把存在者称为“实体”),确实是想要把这些存在者还原为他们所假定的原理(而在他们看来,存在者的原理是“大与小”,他们称之为“不定的二元”),正因为想要把一切事物都还原为这一原理,他们便把短与长说成是长度的原理,这就像长度是从某种长与短中产生出来的一样,而这些就是大与小,或者就如同每一条线都在这两者之一之中一样;而平面的[原理他们说是]狭与宽,这些本身也是大与小。在说了这些并陈述了他们的学说之后,他紧接着指出伴随该学说而来的荒谬,说道:“而平面又如何能具有线,立体又如何能具有线与平面呢?”他所说的话是如下这般的。立体之物体的界限似乎是表面,他称之为平面;而表面与平面的界限则是线,他称之为长度;因此在平面之中也有长度,而在立体之中既有平面也有长度。总之,表面(他称之为平面)被称为具有长与宽之物,而立体则是在这些之外还具有深之物。事情的自然本性固然是如此;但在他们看来,既然他们把短与长、狭与宽、深与浅说成是其他互异的属,并把它们设定为从属于不同的属且彼此不互相统属,那么长度又如何还能存在于平面之中,或者这些又如何能存在于立体之中呢?因为正如数不存在于这些之中的任何一个一样——由于在他们看来数的原理是另外的(因为“多与少”是数的原理,这些与前述诸原理不同)——同样在这些事物上,上位者(即在先者)也绝不会存在于下位者(即在后者)之中。因为在这三者中,最初且居于上位的是线,第二是平面,第三是立体;因为那些相比于立体更为简单,且在思想上更先被构想;而在这所有之上最先的则是数。正如数虽然在先,却不存在于这些事物之中,因为数所从属的“多与少”这一属,有别于这些事物所分别从属的各个属;同样在他们看来,在这些事物本身之间,一者也不会存在于另一者之中。因为长度既不会存在于平面之中,因为长度出于短与长,而平面出于狭与宽,它们是彼此相异的属;这些也不会存在于立体之中。因为主张如下这一点也是不成立的:这些属虽然彼此相异且各自不同,但它们却是彼此统属的,以致宽之下有深,同样长之下有宽,并因此那些能够存在于立体之中,就像有翼者与动物都存在于鸟之中一样。因为在相异的诸属中,凡是彼此统属的,彼此之间便有相通性;因为某物的属是在“是什么”中被述说于该物自身的,而作为从属于属之物而从属于某物者,正是该属本身,如同人正是动物,白正是颜色。因此,如果深之属是宽,而立体是某种深,平面是宽,那么立体就将正是平面;因为鸟也正是动物。然而把物体称为平面是荒谬的,同样把平面称为长度也是荒谬的。

语法注3 条
  1. 1.100ὡς γὰρ οἰκείαν τὴν περὶ τῶν ἰδεῶν δόξαν εὐθύνει

    形容词 οἰκείαν 与 ὡς 连用作表语性修饰,意为“把关于理念的学说当作自己切身的学说来进行检视”,解释了亚里士多德为何在此使用第一人称复数 τίθεμεν(“我们设定”)。

  2. 1.100οὕτω μὲν οὖν ταῦτα φύσεως ἔχει

    动词 ἔχω 与表示性质/状态的属格 φύσεως 连用,意为“在自然本性上事情是如此的”,与下文的 κατὰ δὲ ἐκείνους ...(“但在他们看来……”)构成鲜明对比。

  3. 1.100ὅπερ τὸ γένος ἐστίν

    关系代词 ὅπερ 在此表达本质性述谓(“正是该属本身/本性”),指从属的种在本质上全盘接受其上位属的定义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:117.20-119.12