- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:116.14-117.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德引文中的异文(诸单子是“有差异的”还是“无差别的”),并论证即便采取单子有差异的立场,亚里士多德关于未规定何种单子为原理的批判依然成立,并会导致同名异义及相关疑难。
δύναται τὸ ἀλλὰ δῆλον ὅτι, εἴπερ ἔστι τι ἓν αὐτὸ ἐπενηνοχέναι ὡς εὔλογον ὂν τοῦτο αὐτοὺς λέγειν.1 οὔτε γὰρ ὡς γένος καὶ κοινὸν λέγοιεν ἄν, οὔτε ὡς ὁμοιομερὲς τὸ ἕν, ἀλλ’ ὡς ἄλλην τινὰ φύσιν ἔχον ἐκεῖνο τὸ ἓν τὸ ὡς ἀρχὴν παρὰ τὰ ἄλλα πάντα. ᾧ ἐπιφέρει τὸ ἔσεσθαι αὐτοῖς τὸ ἓν τῶν πολλαχῶς λεγομένων καὶ ὁμώνυμον. εἴρηκε δὲ ὅτι εἰ εἰσὶν ὁμώνυμα ταῦτα ἐκείνοις, οὐκέτι ἂν αὐτῶν ἐκεῖνα παραδείγματα οὐδὲ ἀεὶ ὄν. ἀλλὰ δηλονότι, εἴπερ ἔστι τι ἓν αὐτό, καὶ ἔστι τοῦτο αὐτὸ ἀρχὴ αὐτοῖς ἄλλης ὂν φύσεως παρὰ τὰς ἄλλας ἑνάδας, ἀκολουθεῖ τὸ πολλαχῶς λέγεσθαι τὰς μονάδας καὶ μὴ εἶναι ὁμοειδεῖς. ὅτι δὲ τοῦτο ἄτοπον, πρόδηλον· τίνες γὰρ ἔσονται μονάδων διαφοραί, καὶ τίνες οἱ διαφέροντες λόγοι; καὶ ὅτι οὐκ ἔσται τούτων ἰδέα καὶ παράδειγμα ἐκείνη ἡ μονάς. δοκεῖ δέ μοι ἡ λέξις μὴ οὕτως ἔχειν, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες ἀδιάφοροι, ἀλλὰ διάφοροι· τοῦτο γὰρ ἦν περὶ οὗ τὸν λόγον ἐποιεῖτο, καὶ τοῦτο αὐτοῖς ἐδόκει, διαφέρειν τὰς μονάδας, καὶ ἄλλας μὲν εἶναι τὰς ἐν ταῖς ἰδέαις ἄλλας δὲ τὰς μαθηματικάς. οὕτω δὲ ἐχούσης τῆς λέξεως, ὃ λέγει τοιοῦτον ἂν εἴη. εἰ αἱ μονάδες κατ’ αὐτοὺς διάφοροί εἰσι καὶ μὴ πᾶσαι ὁμοειδεῖς, ἐχρῆν αὐτοὺς ὁρίσαντας λέγειν στοιχεῖον καὶ ἀρχὴν εἶναι τήνδε τινὰ τὴν μονάδα, ἀλλ’ οὐχ ἁπλῶς μονάδα τὸ κοινόν. ὡς γὰρ οἱ περὶ τῶν σωματικῶν στοιχείων λέγοντες οὐχ ἁπλῶς σῶμα τὸ στοιχεῖον λέγουσιν, ἀλλ’ ἐπεὶ διαφέρει κατ’ εἶδος ἀλλήλων τὰ σώματα, ὁρίζονται καὶ λέγουσι τί δοκεῖ αὐτοῖς τῶν σωμάτων στοιχεῖον εἶναι, ὅτι γὰρ ἀὴρ ἢ πῦρ ἢ τοιοῦτόν τι, ἀλλ’ οὐ τὸ κοινὸν σῶμα ἁπλῶς (εἴτε γάρ τι ἔστι τὸ κοινὸν σῶμα παρὰ τὰ ὧν κατηγορεῖται, εἴτε μή, οὐ τοῦτο στοιχεῖον λέγουσιν· ἐγένετο γὰρ ἂν αὐτοῖς οὐ μᾶλλόν τι τούτων λέγειν στοιχεῖον ὧν λέγουσιν, ἢ καὶ ἄλλο τι καθ’ ὧν τὸ σῶμα κατηγορεῖται·),2 οὕτως ἔδει καὶ τούτους ὁρίσαι ποῖον ἓν στοιχεῖον λέγουσι καὶ ποίαν μονάδα, ἐπεὶ διαφέρουσιν αἱ μονάδες. νῦν δὲ ἁπλῶς λέγοντες τὸ ἓν οὕτω λέγουσιν ὡς ὁμοειδῶν καὶ ἀδιαφόρων οὐσῶν πασῶν τῶν μονάδων· τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· τὸ γὰρ ἀδιάφορον τῶν μονάδων καὶ ὁμοειδὲς διὰ τοῦ ὁμοιομερὲς εἰπεῖν ἔδειξεν. ἀλλ’ εἰ οὕτως ἔχοιεν αἱ μονάδες, οὐκ ἂν εἶεν ἔτι οὐσίαι οἱ ἀριθμοί, τουτέστιν αἱ ἰδέαι· περὶ γὰρ ἐκείνων τῶν ἀριθμῶν λέγει. εἰ γὰρ ὁμοειδεῖς πᾶσαι αἱ μονάδες, ὡς ὁ παρ’ ἡμῖν ἀριθμὸς οὐκ ἔστιν οὐσία, οὕτως οὐδ’ ἂν ἐκεῖνος εἴη ἐξ ὁμοειδῶν τούτῳ τῷ ἀριθμῷ τῶν μονάδων συγκείμενος. ἀλλὰ δηλονότι οὐχ οὕτως λέγουσιν, ἀλλ’ ἔστι κατ’ αὐτοὺς ἕν τι οὐ ταὐτὸν οὐδ’ ὁμοειδὲς τοῖς ἄλλοις, καὶ τοῦτο ἀρχή· εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν τὴν ἀρχὴν λέγειν. ὥστε χρῆν αὐτοὺς ποῖον λέγουσιν ἀρχὴν ὡρικέναι. ἕπεται δὲ μὴ ὁμοειδεῖς λέγουσιν εἶναι τὰς μονάδας αὐτοῖς καὶ τὸ προειρημένον ἄπορον, τίς ἡ τῶν μονάδων οὐσῶν ἀπαθῶν διαφορά.
也可以[理解为亚里士多德]加上“但显然,如果确实存在某种一自身”这句话,是因为他们说出这一点是合情合理的。因为他们既不可能把一称为属和共同物,也不可能称为同质物,而是会说作为原理的那一个一,具有与所有其他事物不同的另一种本性。对此他又补充说,一对于他们而言将属于在多种意义上被述说之物,且是同名异义的。而且他已经说过,如果这些东西与那些东西是同名异义的,那么那些东西就将不再是这些东西的范型,也不再是永恒的存在。但显然,如果确实存在某种一自身,并且这本身作为原理对他们而言具有不同于其他诸单一体的本性,那么得出的结论就是单子是在多种意义上被述说的,且并非同种。而这一点是荒谬的,则是显而易见的;因为诸单子的差异究竟会是什么,它们相异的定义又会是什么?而且那个单子将不会是这些单子的理念和范型。但在我看来,本文的字句似乎不是“此外,在已述诸点之外,如果诸单子确实是无差别的”,而是“有差异的”;因为这正是他当时所讨论的问题,而且这也是他们所持的见解,即诸单子是有差异的,理念中的单子是一类,数学的单子是另一类。如果本文是这样,那么他所说的话就会是如下这样:如果根据他们的观点,诸单子是有差异的且并非全都同种,那么他们本应当规定并说明某种特定的单子是元素和原理,而不是端纯地说共同的单子。因为正如谈论物体元素的人并不端纯地把物体称为元素,而是既然诸物体在形式上彼此相异,他们便加以规定并指出诸物体中哪一个在他们看来是元素——即那是气、火或此类事物,而不是端纯的共同物体(因为无论共同物体在它所被述说的事物之外是否是某种存在,他们都不把这称为元素;否则对他们来说,把他们所说的这些事物称为元素,就不会比把物体所被述说的任何其他事物称为元素更有理由)——同样,这些人既然诸单子有差异,本也应当规定他们所说的元素是怎样的一、怎样的单子。但现在,他们通过端纯地谈论一,其说法就好像所有的单子都是同种且无差别的;因为他通过说一就如同火或水一般是同质的,正指明了这一点;因为通过说“同质的”,他表明了诸单子是无差别且同种的。但如果诸单子是这样,数就将不再是实体,亦即理念不再是实体;因为他谈论的是那一类数。因为如果所有的单子都是同种的,正如我们身边的数不是实体一样,由与这一数同种的单子所构成的那个数也将不是实体。但显然他们并不是这样主张的,相反,根据他们的观点,存在着某种既非与他物同一、亦非与他物同种的一,且这是原理;但如果是这样,诸单子就不是同种的,而一便是在多种意义上被述说的;因为在其他情况下,把一称为原理是不可能的。因此他们本应当规定他们所说的原理是怎样的事物。而对于主张诸单子不同种的他们来说,也会伴随出现前述的疑难,即既然诸单子是不可受影响的,它们的差异究竟是什么。
- 1.99δύναται τὸ ἀλλὰ δῆλον ὅτι, εἴπερ ἔστι τι ἓν αὐτό ἐπενηνοχέναι ὡς εὔλογον ὂν τοῦτο αὐτοὺς λέγειν.
主要动词 δύναται 支配完成时不定词 ἐπενηνοχέναι,语境中承前省略的主语为亚里士多德。中性定冠词 τό 将其后引用的分句(ἀλλὰ δῆλον ὅτι...)实体化作为不定词的直接宾语,ὡς εὔλογον ὄν 则充当表原因的分词从句。
- 1.99ἐγένετο γὰρ ἂν αὐτοῖς οὐ μᾶλλόν τι τούτων λέγειν στοιχεῖον ὧν λέγουσιν, ἢ καὶ ἄλλο τι καθ’ ὧν τὸ σῶμα κατηγορεῖται·
由 ἐγένετο ἄν(不定过去直陈式 + ἄν)构成的反事实条件句结构。非人称用法支配与格 αὐτοῖς 与不定词 λέγειν。比较句式 οὐ μᾶλλόν τι... ἤ...(“并不比……更……”)表明其荒谬后果:他们将自己所提及的事物称为元素,与将物体所能述说的其他任何事物称为元素相比,并不会更有理由。
