- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:114.20-116.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》992a2中关于单子是否有差异的论述,亚历山大考虑了文本异读的可能性,并通过与自然哲学家将火或水等同质物作为元素的做法相对比,反驳并分析了柏拉图学派将“一”无条件作为普遍形式和原理所带来的困境。
" Ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι." Ἄν ᾖ ἀδιάφοροι γεγραμμένον,1 τοιοῦτον ἂν εἴη τὸ λεγόμενον. τοῖς τὸ ἓν ἀρχὴν ὑποτιθεμένοις καὶ τοῦτο ἄτοπον ἂν ἕποιτο τὸ κοινὸν κατηγορούμενον στοιχεῖον λέγειν εἶναι τούτων ὧν ἐστι κοινόν, ὅπερ ἀδύνατον. εἰ γάρ εἰσιν αἱ μονάδες τῆς αὐτῆς φύσεως, ἔσται κείμενον κατ’ αὐτῶν κατηγορούμενον τὸ μονάς· ἀλλὰ μὴν ὕστερον τὸ κοινόν, καὶ ἀπὸ τούτων καὶ ἐν τούτοις αὐτῷ τὸ εἶναι. ὅτι δὲ τοῦτο ἕπεται αὐτοῖς, δείκνυσι διὰ τοῦ ὁμοειδεῖς μὲν εἶναι τὰς μονάδας (τὸ γὰρ “εἴπερ ὁμοειδεῖς” ἔθηκεν ὡς ὁμολογουμένου τοῦ ὁμοειδεῖς αὐτὰς εἶναι), ὁμοειδῶν δὲ οὐσῶν τὴν μονάδα ἁπλῶς λαμβανομένην τὴν κοινῶς κατὰ πασῶν τῶν μονάδων κατηγορουμένην ὡς εἶδος λαμβάνεσθαι. ἐχρῆν γὰρ αὐτοὺς μὴ οὕτως τὸ ἓν ἁπλῶς ἀρχὴν ὑποτίθεσθαι, ἀλλ’ ὥσπερ ποιοῦσι καθ’ οὓς σῶμα τὸ στοιχεῖον· οὐ γὰρ λέγουσι σῶμα τὸ κοινόν, ἀλλ’ ὁρίσαντές τι τῶν ὑπὸ τὸ κοινὸν σωμάτων, τόδε τι φέρε εἰπεῖν πῦρ ἢ ἀέρα, τοῦτο λέγουσι τὸ στοιχεῖον, ὃ ἤδη μετά τινος διαφορᾶς ἐστιν· τὸ γὰρ σῶμα ἁπλῶς κοινὸν πάντων τῶν σωμάτων, ἃ κατὰ τὸ εἶναι σώματα ἀδιάφορά ἐστιν ἀλλήλων. οὔτε γὰρ ἔστι τι κοινὸν σῶμα ὃ στοιχεῖον εἶναι δύναται, οὔτε μᾶλλον κοινὸν ὃ μηδέ ἐστιν αὐτὸ καθ’ αὑτὸ κοινόν, ὡς καὶ αὐτοῦ τοῦ εἶναί τι ὅλως τὸ κοινὸν ἔχοντος ἀμφισβήτησιν.2 ἐχρῆν μὲν οὖν ὁμοίως καὶ τούτους ὁρίσαντας τὸ ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποτίθεσθαι· νῦν δὲ τὸ ἓν ἁπλῶς λέγουσιν ἀρχήν, ὥστε πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν, ἀλλ’ οὐχ ὅλου τινὸς ὄντος τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ καὶ τούτων ἑκάτερον ἕν τι ὂν καὶ ὁμοιομερές ἐστιν. εἰ δὲ οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί, τουτέστιν, εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν ὡς ὁμοιομερές, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκείμενα καὶ ὑλικά (τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ ἔσται τῶν αὑτοῦ μερῶν ἰδέα. † ἔτι τε οὐσία μὲν οὐκ ἔσται κυρίως τὸ εἶδος, οὐδὲ οἱ ἀριθμοὶ οὐχ ὕλης οὐκ εἴδους λόγον ἕξουσιν. ἢ δύναται τὸ λεγόμενον τοιοῦτον εἶναι. εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου συνθέσεως ὁ ἀριθμός (ἓν γάρ τι γίγνεται καὶ τὸ αὐτὸ ἐκ τῆς τούτου συνθέσεως, ὡς ἐπὶ τῆς τοῦ πυρὸς συνθέσεως), ἀλλ’ αἱ ἰδέαι καὶ αἱ ἀρχαὶ ἐκ τοιούτου δηλονότι ὁμοιομεροῦς, ἀλλ’ οὐκ ἀριθμός τις. οὐκέτι οὖν ἔσονται αὐτοῖς οὐσίαι καὶ ἰδέαι οἱ ἀριθμοί, ἀλλὰ δηλονότι ἐκεῖνο, εἴπερ ἔστι, τὸ αὐτοέν. ὃ εἰ ἔστι τι κατ’ αὐτοὺς καὶ ἔστιν ἀρχή, πλεοναχῶς ἂν τὸ ἓν λέγοιτο· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν ἀρχὴν λέγειν αὐτοῖς.
“此外,在已述诸点之外,如果诸单子确实是有差异的[或无差别的]。” 如果写的是“无差别的”,那么所说的意思将是如下这样。对于把一设定为原理的人而言,也将伴随着这样一种荒谬的结论,即主张那共同被述说的东西,乃是它所共同属于的那些事物的元素,而这是不可能的。因为如果诸单子具有相同的本性,“单子”就将被置为就它们而被述说的词;然而,共同之物其实是在后的,并且来自于这些事物且在这些事物之中获得其所是。而他通过诸单子是同种的这一点(因为他写下“如果确实同种”,就好像诸单子同种是公认的一样),以及既然诸单子同种,端纯被把握的单子,亦即就所有单子共同被述说的单子,作为形式被把握这一点,表明了这个结论伴随着他们。因为他们本不应当这样端纯地把一设定为原理,而是应当像那些主张物体是元素的人所做的那样;因为后者并不说共同的物体是元素,而是规定了共同物体之下的某个物体——比如说是火或气——并将这个已经带有某种差异的事物称为元素;因为端纯的物体是所有物体的共同之物,这些物体在作为物体这一点上是彼此无差别的。因为既不存在任何能够作为元素的共同物体,更不存在任何本身甚至不是自存的共同之物的共同物,就好像共同之物根本上是某种东西这件事情本身就招致争议一样。因此,他们本也应当同样地规定一作为某种特定的事物,正如那些主张某种物体是元素的人一样,并将之设定为原理;但现在他们却把端纯的一称为原理,以至于尽管诸单子是多数且彼此分离的,且一就它们而被共同述说,但单子并不是某种既是一又是同质的整体,具有与自身相似的部分即各单子,就像火与水那样;因为这两者中的每一个也都是单一的某种事物且是同质的。但如果这样,数就不会是实体;也就是说,如果他们这样主张一是同质的,数对他们而言就将不再是实体和理念,而是底层基质和质料性的东西(因为同质物就是这样的),而且整体也不会是其自身各部分的理念。此外,形式将不会是严格意义上的实体,数也不会具有质料的定义或形式的定义。或者,所说的话也可以是这样:如果他们说一是这样一种如同单一的本性,像火、像水那样,并且作为这样一种事物是原理,那么数对他们而言就将不再是实体、理念和原理;因为数并不是来自于这样一种事物的结合(因为由这种事物的结合产生的是某种单一且同一的东西,正如在火的结合中所见到的那样),相反,理念和诸原理显然是来自于这样一种同质物,而不是某种数。因此,数对他们而言将不再是实体和理念,而显然那“一自身”〔将是实体和理念〕,如果它确实存在的话。根据他们的观点,如果这个东西是某种存在物并且是原理,那么一就将是在多种意义上被述说的;因为在其他情况下,他们不可能把一称为原理。
- 1.99Ἄν ᾖ ἀδιάφοροι γεγραμμένον
带有虚拟式(ἄν ᾖ 为 ἐὰν ᾖ 之缩略)的条件从句,表达假设。针对引文中的 διάφοροι,提出了若文本异读(或修正读法)为 ἀδιάφοροι 时的论证理路。
- 1.99ὡς καὶ αὐτοῦ τοῦ εἶναί τι ὅλως τὸ κοινὸν ἔχοντος ἀμφισβήτησιν
由 ὡς 引导的属格绝对构词。分词 ἔχοντος 的逻辑主语是带冠词不定式短语 αὐτοῦ τοῦ εἶναί τι ὅλως τὸ κοινόν(“共同之物本身根本上是某种东西这一点”);其中 τὸ κοινόν 是不定式 εἶναι 的宾格主语,τι 作表语名词。
