- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:112.17-114.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德的批判(991b27–992a1),指出若假定单子异种,就必须设立另一类数学数,从而破坏中间物的地位;论证了作为原理的“二”之中的单子面临来源上的荒谬;并探讨了由单子构成的数在被总括时为何能成为单一形式的难题。
" Ἔτι τε ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν, περὶ ὃ ἀριθμητική." Εἰ ἀνομοειδεῖς αἱ μονάδες ἀλλήλαις καὶ μὴ πάσαις πᾶσαι ὁμοειδεῖς, δῆλον ὡς ἄλλαι μὲν ἔσονται ἐξ ὧν αἱ ἰδέαι, ἄλλαι δὲ αἷς οἱ ἀριθμητικοὶ χρῶνται· ὥστε ἔσται ἕτερον γένος ἀριθμῶν τι περὶ ὃ ἡ ἀριθμητική, καὶ ἕτερόν τι ἐξ ὧν αἱ ἰδέαι. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ πάντα τὰ μαθηματικὰ περὶ ἕτερον γένος ἔσται, τουτέστιν ἄλλο εἶδος ἀριθμῶν ἕξουσι τὰ μαθηματικά· τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει.1 ταῦτα δὴ τὰ παρὰ τούτοις τοῖς μαθηματικοῖς ὑποκείμενα ἕτερά τινα γένη ἔσται καὶ ἑτέρου εἴδους, εἰ ἔστιν εἰδητικὴ τῶν ἀριθμῶν διαφορὰ τῶν τε ἐξ ὧν ταῦτα ἐστι περὶ ἃ οἱ μαθηματικοί, καὶ τῶν ἐξ ὧν αἱ ἰδέαι (ἀριθμοὶ γὰρ αὐτοῖς καὶ τῶν μαθηματικῶν αἱ ἀρχαί, εἴ γε πάντων τῶν ὄντων ἁπλῶς) ἕτερα γένη ἔσται. ἁπλῶς φησι, λέγων περὶ τῶν μαθηματικῶν. ἢ ἐκ τίνων αὐτοῖς ἀρχῶν ἔσται, εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο; πῶς δὲ καὶ ἔτι αὐτοῖς μεταξὺ τὰ μαθηματικὰ ἔσται τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ἄλλης ὄντα φύσεως καὶ ἐξ ἄλλων ἀρχῶν; * * * πῶς ἂν ἔτι μεταξὺ εἴη τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτὰ λεγομένων τὸ εἶναι ἔχειν, οὐ τῶνδε καὶ οὐ τῶνδε διαφερουσῶν τούτων τε καὶ ἐκείνων· καὶ γὰρ τούτοις ἄλλων ἀρχῶν δεήσει. τὰ γὰρ ὡς ἐξ ἀφαιρέσεως λαμβανόμενα μεταξύ ἐστιν, οὐκ ἔστι δὲ ἐξ ἀφαιρέσεώς τισιν, εἰ ἐκ τῶν αὐτῶν ἀρχῶν εἴη. ἔτι καὶ κατὰ τοῦτο ἄτοπον τὸ μεταξὺ λέγειν τὰ μαθηματικά, καθ’ ὅσον ἀνθρώπου μὲν καὶ ἵππου καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν οὐκ ἔλεγον μεταξύ τινα, ἐπὶ δὲ τοῦ ἀριθμοῦ καὶ τῶν μαθηματικῶν τοῦτο ἔλεγον· τί γὰρ τὸ αἴτιον τούτου; αὐτῶν δὲ τῶν ἰδεῶν εἶπεν, ἐπειδὴ μετὰ τῆς τοῦ αὐτό προσθήκης δηλοῦνται.
“此外,必须确立算术所关于的另一种类的数。” 如果各单子彼此异种,且并非所有的单子都与所有的单子同种,那么显而易见,构成诸理念的单子是一类,而算术家所使用的单子则是另一类;从而将会有算术所关于的某种另一类的数,以及构成诸理念的某种另一类的数。按照同样的论理,所有的数学对象也将关于另一类;也就是说,数学对象将具有另一形式的数。因为数学对象就是所谓介于相对于理念而具有其所是的事物(即处于感觉事物之中的感觉形式)与这些事物相对于之而具有其所是的诸理念之间的中间物。如果构成数学家所关于的那些事物的〔数〕与构成诸理念的〔数〕之间存在数的种差,那么在这些数学家手下作为基础的这些事物就将是某些其他的类,且属于另一形式(因为如果数确实无条件是所有存在者的原理,那么在他们看来数也是数学对象的原理)。他在谈论数学对象时使用了“无条件”。否则,如果不是来自于他们设定为所有事物的原理的理念和形式之数所由来的同一诸原理,数学对象对他们而言将来自于什么原理呢?而且,既然数学对象具有另一种本性且来自于其他原理,对他们而言它又如何还能介于感觉事物与诸理念之间呢?[……]既然这些事物与那些事物并不是在这些方面或那些方面相异,它们又如何还能介于理念与被称为相对于理念而具有其所是的事物之间呢?因为这些事物也将需要其他原理。因为被视为通过抽象而获得的事物才是中间物;但如果来自于同一诸原理,对任何事物而言它就不可能是通过抽象得来的。此外,就这一点而言,说数学对象是中间物也是荒谬的:他们在人和马以及感觉实体与诸理念之间并未主张某种中间物,而在数和数学对象的情形下却主张了这一点;因为导致这一点的缘由是什么呢?他说“诸理念本身”,是因为它们是通过加上“本身”这一词而被指称的。
"Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος." Ἐπεὶ ἡ δυάς ἐστιν ἀρχή (λέγοι δ’ ἂν τὴν ἀόριστον), πάντα δὲ τὰ ὄντα ἢ ἀρχαὶ ἢ ἐξ ἀρχῶν, εἰσὶ δὲ καὶ ἐν τῇ δυάδι τῇ ἀρχῇ ὑπ’ αὐτῶν τιθεμένῃ μονάδες, ἐπεὶ μή εἰσιν ἀρχαὶ αὗται (ἡ γὰρ δυὰς ἀρχὴ αὕτη), αἱ μονάδες αἱ ἐν αὐτῇ ἐκ τῶν ἀρχῶν ἔσονται. ἐκ τίνων οὖν; δεήσει γὰρ ἑκατέραν αὐτῶν ἐκ τῆς δυάδος εἶναι· ἄτοπον δὲ τὰ μόρια τῆς δυάδος ἐκ τῆς δυάδος συγκεῖσθαι λέγειν καὶ τὴν μονάδα ἐκ δυάδος εἶναι· οὐ γὰρ δὴ ἑκατέρα τούτων τῶν ἐν τῇ † μονάδι δυάδων ἀνα σεται, ἢ εἰδοποιός πως ἀρχὴ λέγεται· πολλαὶ γὰρ αὗται ἐκείνην ἄν τι πρότεραι τῆς δυάδος. καίτοι ἀδύνατον, εἰ αἱ μονάδες αἱ ἐν τῇ δυάδι πρότεραι μὲν ἔσονται τῆς δυάδος κατὰ λόγον, εἴ γε ἐκ τούτων τῇ δυάδι τὸ εἶναι, ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ.2 ἀδύνατον δὲ τοῦτο λέγειν τοῖς λέγουσιν ἀρχὴν τὴν δυάδα· ἔσται γάρ τις ἀρχὴ τῆς ἀρχῆς καὶ πρῶτόν τι τῆς ἀρχῆς.
“此外,在二之中的各单子,每一个都来自于某物。” 既然二是一个原理(他说的可能是未定之二),而所有的存在者要么是原理要么来自于原理,并且在他们设定为原理的二之中也存在着单子,那么既然这些单子不是原理(因为这个二本身才是原理),在它之中的单子就必将来自于诸原理。那么它们究竟来自于什么呢?因为它们中的每一个都必须来自于二;但说二的部分由二构成,以及单子来自于二,这是荒谬的。因为这二者中的每一个绝不是[……]被称为赋予形式的原理;因为作为多数的这些东西将会先于二。然而这是不可能的,如果在二之中的诸单子在定义上将先于二(如果二的所是来自于它们的话),而来自于某物者的原理正是它所由来的那些东西。但对于主张二为原理的人而言,这样说是行不通的;因为这将产生原理的原理,以及某种在原理之先的在先者。
"Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος." Ἐπεὶ ἑκάστη ἰδέα ἕν τί ἐστιν, ἀριθμὸς δὲ ἑκάστη ἰδέα, διὰ τί εἷς; καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται;3 καὶ τί τὸ εἰδοποιὸν καὶ ἑνοποιὸν αὐτῶν; καὶ πῶς ἕν τί γίνεται; εἰ γὰρ μὴ εἷς, οὐδὲ ἡ ἰδέα ἀριθμός· ἓν γὰρ ἡ ἰδέα. εἰ δὲ εἷς, διὰ τί εἷς; καὶ ὑπὸ τίνος τὸ ἑνὶ εἶναι αὐτῷ; εἰ γάρ ἐστί τι τὸ ἑνοποιοῦν τοὺς ἀριθμοὺς καὶ ποιοῦν τὰς ἰδέας, οὐκέτι αἱ ἰδέαι ἐν ἀριθμοῖς ἔσονται, ἀλλ’ ἐκεῖνο μᾶλλον ὃ ἔπαυσεν αὐτοὺς τοῦ πλήθους, ἕνα δὲ ἐποίησεν ἕκαστον αὐτῶν· ἄλλο γάρ τι ἡ δεκὰς παρὰ τὰ δέκα.
“此外,数在被总括在一起时为何是一。” 既然每一个理念都是单一的某物,且每一个理念都是数,那么它为何是一?并且在某个数从诸单子中产生出来时,凭借什么作用,由它们构成的东西成为单一的某物?赋予它们形式并使之合一的是什么?它又如何成为单一的某物?因为如果它不是一,理念也就不是数;因为理念是一。但如果是一,它为何是一?又凭借什么作用使“成为一”属于它?因为如果存在某种使诸数合一并产生诸理念的事物,那么诸理念将不再处于数之中,而宁可是那制止它们的多样性并使它们每一个成为一的事物;因为十自身不同于十个事物。
- 1.96τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει
在对 τὰ μεταξὺ(中间物)的说明中,连词 τε... καί 连接了两个表示“介于……之间”两极的属格短语(τῶν... 与 τῶν...):前者指相对于理念而具有其所是的事物(插入了解释同位语 ὅ ἐστιν...),后者指诸理念自身。
- 1.97ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ
这是一个无系词的名词句,主语是 τὰ ἐξ οὗ(由此构成之物),表语是 ἀρχή(原理),τοῦ ἔκ τινος 是依附于 ἀρχή 的宾格性属格(对于来自于某物者的原理)。
- 1.98καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται;
τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος 是属格独立结构(“当某个数由各单子产生出来时”),主句的骨架是 ὑπὸ τίνος ... ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται(“凭借什么作用,由它们构成者成为单一者?”),ὑπὸ τίνος 表示施动者或动力因。
