← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§110.3-112.16

诸形式组合的不可能与构成单子的同异困境

亚历山大解释了亚里士多德在《形而上学》A卷第9章(991b21–22)中提出的反驳:诸形式不同于能由数组合成单一数的数量,无法通过组合生成单一形式;以及关于构成形式的单子究竟是同种还是异种的二难推理及其所导致的诸种荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.94

" Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς;" Ὅτι μὴ οἷόν τε ἀριθμοὺς τὰς ἰδέας εἶναι δείκνυσι καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντεθειμένων ἕνα ἀριθμὸν γίνεσθαι (τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ἕνα ἀριθμὸν τὸν ἑπτὰ ποιεῖ), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων μὴ οἷόν τε ἓν εἶδος γενέσθαι· οὐ γὰρ τὸ ἀνθρώπου εἶδος καὶ τὸ κυνός, ἂν οὕτω τύχῃ, συντεθέντα ἓν εἶδος ποιεῖ. οὐ γὰρ ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους·1 οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτὸ ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ ζῴου ἄνθρωπος εἶναι δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν τῶν ἐν τῷ συνθέτῳ μέρος τοῦ ὅλου γίγνεται σῳζόμενος αὐτός. ὥστε οὐκ ἂν εἶεν αἱ ἰδέαι ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ ἔτι αἱ ἰδέαι ἔσονται αὐτοῖς ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, εἶτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν διαφερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ σύνθετον, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντιθέμενα ἰδίᾳ προυπάρχοντα συντίθενται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ποτὲ ἢ λαβεῖν ἢ ἐπινοῆσαι.

“此外,由多个数生成一个数,但由诸形式如何生成一个形式呢?” 他表明诸理念不可能是数,也是通过这一事实:由多个组合起来的数确实能生成一个数(因为三和四彼此组合便造成了七这一个数),但由多个组合起来的形式却不可能生成一个形式;因为比方说,人的形式和狗的形式组合起来并不能造成一个形式。因为并不是由于动物包含在人之中,人就是由动物和另一形式构成的复合体;因为动物既不是自身独立自存的形式,人脱离动物也不能成为人,相反,动物是实存着的各个动物的一部分。然而,复合物中的每一个数,其自身得到保留的同时成为整体的一部分。因此,诸理念不可能是数。但是,如果有人主张诸理念中的每一个也是由多个理念构成的,例如说,人是由动物和两足者构成的,那么首先,对他们而言诸理念将不再是单纯的,而是复合的;其次,它们之中有些将是在先的,有些是在后的;因为动物的形式在先,然后才是人或马的形式。此外,在数的情形下,由所有不同的数组合起来都会生成一个数,但在诸理念的情形下这是不可能的;因为并非所有不同的形式都能造成单一的复合物,例如马和狗。再者,被组合的事物是先各自独立存在然后再被组合的;但要把人和动物分离地加以把握或构想,是绝不可能的。

§1.95

"Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἐναρίθμων, οἷον ἐν τῇ μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μηδὲ αἱ αὐταὶ ἀλλήλαις." Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων, εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς.2 εἴτε γὰρ ὁμοειδεῖς, πολλά φησι συμβήσεσθαι ἄτοπα, ἃ οὐκ ἐπήνεγκεν ὡς ὄντα γνώριμα· λέγει δὲ περὶ αὐτῶν ἐν τῷ Μ τῆσδε τῆς πραγματείας. συμβήσεται γὰρ τὸ πᾶσαν ἐκείνων τῶν μονάδων σύνθεσιν ἰδέαν ποιεῖν· εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἵδε μὲν ἰδέαν ποιοῦσιν αἵδε δὲ οὔ; οὕτω τε πᾶς ἀριθμὸς ἰδέα ἔσται, οὐχ ὁ τοσοῦτος καὶ ἐκ τοσούτων μονάδων ἐξ ὅσων καὶ τὴν ἰδέαν βούλονται συγκεῖσθαι, ἢ ἐκ τοσῶνδε, εἴ γε ἐξ ὧν εἰσιν ὁμοειδεῖς πᾶσαι. ἔτι πᾶσαι αἱ ἰδέαι ὁμοειδεῖς ἀλλήλαις ἔσονται κατ’ οὐδὲν ἀλλήλων ἢ κατὰ τὸ πλῆθος μονάδων διαφέρουσαι· οὕτω δὲ καὶ τὰ μετέχοντα αὐτῶν ὁμοειδῆ ἔσται ἀλλήλοις. ἀλλ’ οὐ δοκεῖ τὸ λογικὸν καὶ ἄλογον πλήθει τινῶν διαφέρειν, ἀλλὰ ποιότητι μᾶλλον. εἰ γὰρ λέγοιεν ἐν ἐλάττοσι τὸ ἄλογον εἶναι μονάσι, δῆλον ὅτι ἂν προστεθῶσι μονάδες τῷ ἀλόγῳ, αἷς ὑπερεῖχε τὸ λογικὸν τοῦ ἀλόγου, τὸ ἄλογον λογικὸν ἔσται. τοιαῦτα μὲν τὰ ἄτοπα, εἰ ὁμοειδεῖς αἱ μονάδες ὑποτεθεῖεν. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα τὰ ἑπόμενα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται τις ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις;3 μόνη γὰρ ἐν μονάσι διαφορά, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ψυχῆς, θέσις· ἀλλ’ αἱ θέσιν ἔχουσαι μονάδες οὐκέτι μονάδες ἁπλῶς, ἀλλὰ σημεῖα καὶ στιγμαί. οὐδὲν γὰρ τούτων εὔλογον οὐδὲ ὁμολογούμενον τῇ περὶ τῶν μονάδων νοήσει. τὸ δὲ πρὸς τὴν λέξιν, εἰπὼν πῶς ἔχουσιν αἱ μονάδες, κατὰ τί τὸ πῶς ἔχουσιν εἶπεν, ἐπήνεγκεν· ἢ γὰρ ὁμοειδεῖς ἢ ἀνομοειδεῖς αὐτὰς εἶναι ἀλλήλαις.

“如果不是由它们[诸形式]自身,而是由构成数目者,例如在一万数中那样,那么各单子处于何种状态呢?因为无论它们是同种的,将得出许多荒谬结论;还是不同种的,彼此也不相同[,荒谬亦同]。” 他说,如果有人主张,并非由诸形式本身的组合生成一个形式,其原因在于:在数的情形下,也不是由数[本身]的组合生成一个数,而是由诸单子的组合(因为每一个数都来自于单子的组合,即使它们是多数的数,也不是来自于三和四的组合;因为一万数也是由单子构成的,而不是由千或百构成的;即便如此,诸理念至少不是按照从那些数中生成一个数这一点而类似于数,而是就其由单子构成而言),那么就值得从他们那里了解,诸理念由此组合而成的那些单子彼此之间究竟是同种的还是异种的。因为他说,如果是同种的,将得出许多荒谬结论,这些结论他并未列举,因为它们是人所共知的;他在本著作的第M卷中讨论了它们。因为结果将是:那些单子的任何一种组合都会造成理念;因为如果所有的单子都是同种的,究竟凭什么这些单子造成理念而那些单子不造成呢?这样一来,每一个数都将是理念,而不仅仅是具有如此数量且由他们所希望理念由之构成的那么多单子组成的数,或是如此这般的数,如果构成它们的所有单子确实都是同种的话。此外,所有的理念彼此之间都将是同种的,彼此之间除了在单子的数量上之外毫无差别;这样一来,分有它们的事物彼此之间也必然是同种的。然而,有理性和无理性似乎并不是因某些东西的数量而相异,而更多是因性质而相异。因为如果他们说无理性处于较少的单子之中,显而易见,若给无理性加上有理性超过无理性的那些单子,无理性就将成为有理性。如果假定单子是同种的,荒谬之处就在于此。但如果他们说单子是异种的,他自己便提出了随之而来的荒谬。因为如果既不是那些[同一数内的]单子彼此同种,也不是所有的单子与所有的单子同种,形式上也并不相同(因为“也不相同”正是表明这一点),而是在它们之中会有某种差别,使得这些单子能产生理念而那些单子不能,或者这些单子产生这些[理念]而那些产生那些,那么,在所有的单子都是不受作用的且不可能在自身内接纳任何方面的任何差别的情况下,它们之中的差别究竟会是什么呢?因为正如他在《论灵魂》第一卷中所说,单子中唯一的差别是位置;但是具有位置的单子便不再是单纯的单子,而是点和针尖了。因为这些说法中没有一个是合乎情理的,也不符合关于单子的概念。就文句而言,在说了“各单子处于何种状态”之后,他又补充说明了是在何种方面说“处于何种状态”,即它们彼此之间究竟是同种的还是异种的。

语法注3 条
  1. 1.94οὐ γὰρ ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους

    οὐ γὰρ ἐπεί… [ἐστι] 结构表示对因果推论的否定(“并不因为……,[所以]……”)。主句表语 σύνθετον 处省略了系动词 ἐστί。

  2. 1.95Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων, εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς.

    长条件句。以 Εἴ τις... λέγοι(祈愿语气)开始的从句,在经过括号内冗长的插入说明(πᾶς γὰρ... σύγκειται)之后,由句末的非人称短语 ἄξιον [ἐστι] παρ’ αὐτῶν μαθεῖν(“值得向他们请教……”)作为归结主句。此外,ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων 是包含由介词 ἐξ 支配的分词结构的隔置(相当于 ἐξ ὧν συντεθειμένων αἱ ἰδέαι [εἰσίν]),意为“由其组合而形成诸理念的那些[单子]”。

  3. 1.95εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται τις ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις;

    针对长条件从句(εἰ γὰρ μήτε... ἀλλ’ ἔσται...),主句为修辞疑问句 τίς ἔσται ἡ ἐν αὐταῖς διαφορά...(“它们之中的差别究竟会是什么呢?”)。句末的与格分词短语 ἀπαθέσι πάσαις οὔσαις... 与 αὐταῖς 的所指一致,表原因或附带状况(“鉴于它们全都不可受作用……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:110.3-112.16