- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:108.1-110.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对《形而上学》991b13(事物为数的比例之说)的注释。亚历山大阐明,若事物和理念并非单纯的数而是数的比例,就必须预设基底质料,从而使理念成为复合的比例而非单纯的数(自身为数),进而无法作为原因。
" Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα." Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι αἱ ἰδέαι, εἰ ἀριθμοί εἰσιν, οὐ δύνανται εἶναι αἴτιοι τοῖς ἐνταῦθα· ὃ δεῖξαι βουλόμενος, πρῶτον μὲν ἔλαβε τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐτῶν ἴσους ἐκείνοις ἀϊδίοις οὖσιν, οὐκ ὄντας τούτους ἀϊδίους, καὶ ἔδειξεν ὅτι οὐδὲ οἱ ἴσοι ἀριθμοὶ τοῖς ἴσοις αἴτιοι τοῦ εἶναι δύνανται εἶναι, οὐδὲ εἰ οἱ μὲν εἶεν ἀΐδιοι οἱ δὲ μή. νῦν δὲ πάλιν λαμβάνει τὰ ἐνταῦθα μὴ ἀριθμοὺς εἶναι λέγεσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ἐν λόγῳ τινὶ ἀριθμῶν συνεστάναι, ὃ καὶ βούλονται λέγειν· καὶ δείκνυσιν ὅτι οὐδὲ οὕτως αἱ ἰδέαι καὶ ἐκεῖνοι οἱ ἀριθμοὶ αἴτιοι δύνανται εἶναι τοῖς ἐνθάδε οὖσιν ἐν ἀριθμῶν λόγῳ. βουλόμενος δὲ δεῖξαι τί ἐστι τὸ λέγειν λόγους ἀριθμῶν τὰ ἐνταῦθα εἶναι, παρέθετο τὴν συμφωνίαν· καὶ γὰρ ἡ συμφωνία οὐκ ἀριθμός ἐστιν ἀλλὰ λόγος τις ἀριθμῶν, τουτέστιν πράγματά τινα λόγον ἀριθμῶν πρὸς ἄλληλα ἔχοντα. τὸ γὰρ ἐν διπλασίῳ εἶναι ἐν λόγῳ ἀριθμῶν ἐστιν εἶναι, ὅπερ ἔχει ἡ διὰ πασῶν συμφωνία· ἐν τούτῳ γὰρ αὐτῇ τὸ εἶναι· καὶ αὖ πάλιν ἄλλη ἐν ἐπιτρίτῳ, καὶ αὖ πάλιν ἄλλη ἐν ἡμιολίῳ, ἃ πάντα ἀριθμῶν εἰσι λόγοι. εἰ δὴ καὶ τὰ ὄντα πάντα λέγοι τις λόγους ἀριθμῶν εἶναι, οὐδὲ οὕτως αἴτιαι αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ ἐκεῖνοι τούτοις ἔσονται. εἰ γὰρ τοῦτο, οὐδὲ ἐπ’ ἐκείνοις οἱ ἀριθμοὶ ἔτι ἔσονται. εἰ γάρ ἐστι τὰ ἐνταῦθα λόγοι τινὲς ἀριθμῶν, δηλονότι τινά ἐστιν ἐν αὐτοῖς ἃ τὸν λόγον ἔχει τοῦτον ἐν ᾧ ἑκάστῳ αὐτῶν τὸ εἶναι, ὥσπερ ἡ συμφωνία λόγος ἀριθμῶν οὖσα ἔχει τι ἓν ὑποκείμενον καὶ φύσιν τινὰ ὑποκειμένην, ἧς ὁ ὁρισμός ἐστι καὶ λόγος ἡ συμφωνία, καὶ ἔστι τοῦτο οἱ φθόγγοι. εἰ δὴ τὰ πράγματα τὰ πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχειν ἐν λόγῳ ἀριθμῶν ἐστιν, ἔστι τι ἐν αὐτοῖς ὑποκείμενον ὃ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον ποτὲ μὲν ἄνθρωπος γίνεται ποτὲ δὲ ἄλλο τι, κατὰ τοὺς διαφέροντας λόγους ἄλλοτε ἄλλο γινόμενον, ὡς ἡ συμφωνία τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι. τοῦτο δὲ οὐκ ἄλλο τι εὑρεθήσεται ὂν ἢ τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἧς ἐν ἀριθμῷ καὶ ἐν λόγῳ τινὶ ἕκαστον ἔσται τῶν ὄντων, οἷον πυρὸς ἀέρος ὕδατος γῆς, ἢ ὅ τί ποτε ἂν καὶ ᾖ τοῦτο· ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι.1 εἰ δὲ τοῦτο, δεήσει καὶ τὰς ἰδέας παραδείγματα τούτων οὔσας καὶ αὐτὰς λόγους ἀριθμῶν εἶναι καὶ οὐκ ἀριθμοὺς ἁπλῶς· εἰ γὰρ ὁ Καλλίας φέρε εἰπεῖν ἢ ὁ ἄνθρωπος ὁ ὡμοιωμένος τῇ ἰδέᾳ λόγος ἐν ἀριθμοῖς2 τισίν ἐστι πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἢ ἄλλων τινῶν ὑποκειμένων, ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ἣν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς, ἤτοι τῶν ἀριθμῶν αὐτῶν, εἰ εἴη τοῦτο ὑποκείμενον ἐν αὐτοῖς * * * (τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἴτε ἀριθμός τις ὢν εἴτε μή), καὶ οὐχ ὁ αὐτοάριθμος. οὐ γὰρ δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἶναι· ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ διαφέροντες γίγνονται λόγοι· ἐν γὰρ τῷ ϛʹ καὶ ὁ διπλάσιος καὶ ὁ ἡμιόλιος. εἰ δὲ τοῦτο, οὐκ ἀριθμὸς ἁπλῶς ἡ ἰδέα· οὐδὲ γάρ ἐστι ταὐτὸν ἀριθμός τε καὶ λόγος ἐν ἀριθμοῖς· οὐδὲ ἔστιν ἄρα ὁ αὐτοάριθμος ἡ ἰδέα. ὥστε ἢ οὐκ ἀριθμοὶ αἱ ἰδέαι ἢ οὐκ αἴτιοι τοῖς τὸ εἶναι ἔχουσιν ἐν λόγῳ ἀριθμῶν. οὗτος δὲ ὁ λόγος πρῶτον μὲν ἀναιρεῖ τὸ εἶναι ἀριθμοὺς τὰς ἰδέας, ἔπειτα καὶ συνθέτους δείκνυσιν αὐτάς, οὐχ ἁπλᾶς. εἰ γάρ εἰσι λόγοι ἀριθμῶν ἐκ πλειόνων φθόγγων, καὶ ἔσται τι ἐν αὐταῖς ὑποκείμενον, ὃ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ ποιήσει· ἀκολουθήσει τε τούτῳ μηδ’ εἶναί τινα ἀριθμόν· εἰ γὰρ μή ἐστιν αὐτοάριθμος, οὐδ’ ἂν ἀριθμὸς εἴη οὐδὲ τὰ ὄντα πρὸς παράδειγμα ἀριθμόν. ἀλλὰ μὴν μὴ ὄντος ἀριθμοῦ οὐδὲ λόγος ἀριθμοῦ εἴη ἄν, ὥστε οὐδὲ ἐν λόγῳ ἀριθμῶν οἷόν τε λέγειν αὐτοῖς τὰ ὄντα εἶναι. τὸ δὲ οὐδὲ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός,3 ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὂν ἤδη ἀριθμός.
“或者,如果是因为此界事物是数的比例。” 他的主旨是证明:诸理念如果是数,就不可能是此界事物的原因;为了证明这一点,他首先设定被他们声称参照那些理念而生成的此界事物,也被他们说成是与那些永恒的数相等的数,尽管这些事物并非永恒,并证明了即使相等的数也不可能成为相等的数的存在的原因,哪怕一者是永恒的而另一者不是。而现在,他又设定此界事物并没有被他们说成是数,而是说成在数的某种比例中构成,而这确实也是他们想要表达的意思;并且他证明,即使这样,诸理念和那些数也不可能成为处于数的比例中的此界事物的原因。为了表明说此界事物是数的比例究竟意味着什么,他引证了协和音;因为协和音也不是数,而是数的某种比例,即某些事物彼此之间具有数的比例。因为处于倍比之中也就是处于数的比例之中,八度协和音所具有的正是这种比例;因为它的存在就在于此;此外,另一种协和音处于四比三之中,又有一种处于三比二之中,所有这些都是数的比例。因此,即便有人说一切存在者也都是数的比例,即使这样,诸理念和那些数也不会成为这些事物的原因。因为如果是这样,在那些理念那里,数也同样将不复存在。因为如果此界事物是数的某种比例,显而易见,在它们之中就存在某些事物具有这一比例,它们各自的存在就在这比例之中,正如协和音作为数的比例,具有一个基底事物和基底本性,协和音正是这本性的定义和比例,而这[基底]就是诸乐音。因此,如果被说成参照诸理念而具有存在的事物处于数的比例之中,那么在它们之中就存在某种基底事物,它接纳了诸数的比例,有时变成人,有时变成其他事物,依照不同的比例而时而成为这一事物,时而成为另一事物,犹如协和音凭借诸乐音中各比例的相异[而相异]。而这除基底事物和质料之外不能被发现是任何别的东西,存在的每一事物都将在这些东西的数和某种比例中存在,例如在火、气、水、土或无论这是什么的比例中;因为在这些要素彼此的比例之中,有着由它们所构成之物的存在以及被赋予形式。但如果是这样,作为这些事物的范型的诸理念本身也将必然是数的比例,而不是单纯的数;因为假定卡利亚斯或者依理念样式塑造的人,是在火、土、水、气或某些其他基底事物的某些数中的比例,那么作为人所参照的原型的理念、被称为某种数的自身为人,也将是在诸数中的比例,即诸数本身的比例,如果这是它们之中的基底事物的话……(因为他通过“无论是一个数还是不是”表明了这一点),而不是自身为数。因为数绝不是处于数的比例之中的原因;因为在相同的数中会产生不同的比例;因为在ϛʹ中,倍比和二分之三的比例都可以产生。但如果是这样,理念就不是单纯的数;因为数与诸数中的比例并不是同一的;因此理念也不是自身为数。所以,诸理念要么不是数,要么不是在数的比例中具有存在的事物的原因。而这一论证首先取消了诸理念是数的主张,其次还表明它们是复合的而非单纯的。因为如果它们是由多个乐音构成的数的比例,在它们之中也将存在某种基底事物,它将使它们各自的存在形成于数的比例之中;并且由此将推出甚至根本没有任何数存在;因为如果不存在自身为数,那么数就不会存在,参照作为范型的数而存在的事物也不会存在。然而,如果没有数,数的比例也就不会存在,因此他们甚至不可能说存在者处于数的比例之中。而“由于这些缘故甚至没有任何数存在”这句话,就等同于“由于这些缘故理念甚至不会是数”,因为处于数的比例中的事物并不由此就已经是数。
- 1.93ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι.
主语是动名词结构“τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι”(由它们生成之物的存在及被赋予形式),介词短语“ἐν... λόγῳ...”在省略系动词(ἐστί)的情况下作表语。与格“τοῖς ἐξ αὐτῶν”充当不定词的逻辑主语(所属或关涉与格)。
- 1.93ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ἣν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς
该句核心骨架为“ἔσται καὶ ἡ ἰδέα... λόγος ἐν ἀριθμοῖς”(理念也将是诸数中的比例)。“ἀριθμὸς εἶναι λεγόμενος”修饰“ἡ ἰδέα”(被称为数的),主格的“ὁ αὐτοάνθρωπος”作同位语。在关系分句“πρὸς ἣν ὁ ἄνθρωπος”中省略了动词(ἔστι 或 γίνεται)。
- 1.93τὸ δὲ οὐδὲ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός
主语是由中性冠词“τὸ”实质化的引用句“οὐδὲ ἔσται τις διὰ ταῦτα ἀριθμός”,谓语是由 ἄν 加希求法构成的潜势结构“ἴσον ἂν εἴη”,支配带冠词的与格分句“τῷ...”(等同于……)。这是古代注疏中解释亚里士多德原文句子的典型句式。
