- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:106.7-107.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德对《斐多》中关于形式是生成与存在之原因这一观点的反驳,亚里士多德通过人工物与自然物的类比说明范型无法成为制造因,并进一步质疑若形式是数,数又如何能成为感觉事物的存在原因。
" Ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγομεν, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι τὰ εἴδη αἴτιά ἐστιν." Τὸ μὲν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὑτοῦ. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ Φαίδωνι. εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη· τοῦτο δὲ οὐκ ἀληθές, εἴ γε ἀδύνατον, ὡς προείρηται, χωρὶς τὴν οὐσίαν εἶναι καὶ τὸ οὗ ἐκείνη οὐσία. εἰπὼν δὲ καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι, ὅτι μηδὲ τοῦ γίγνεσθαι νῦν λέγει.1 πῶς γὰρ οὐδὲ τοῦ γίγνεσθαι; κἂν γὰρ εἴη τὰ εἴδη, ὅμως οὐκ αὐτὰ αἴτια τοῦ καὶ εἶναί τινὰ καὶ γίγνεσθαι πρὸς ἐκεῖνα· οὐδὲν γὰρ ἔσται πρὸς αὐτὰ μὴ ὄντος τοῦ κινοῦντος καὶ ποιοῦντος· οὐ γὰρ δὴ αἱ ἰδέαι αὐτοῖς εἰσιν αἰτίαι ὡς ποιοῦσαι. ὅτι γὰρ τὸ ποιοῦν τοῖς γιγνομένοις αἴτιον καὶ οὐ τὸ παράδειγμα, ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι ὧν οὔ φασιν ἰδέας εἶναι, ὥσπερ τὰ τεχνητά· οἰκία γὰρ καὶ δακτύλιος οὐ πρὸς ἰδέας. εἰ δὲ ταῦτα καὶ μὴ ὄντων εἰδῶν οὐδὲν κωλύεται καὶ γίνεσθαι καὶ εἶναι τῷ τὸ ποιοῦν ἔχειν,2 οὐδὲ τὰ ὧν φασιν ἰδέας εἶναι κωλυθήσεται καὶ εἶναί τε καὶ γίνεσθαι καὶ μὴ οὐσῶν τῶν ἰδεῶν· δι’ ἃς γὰρ αἰτίας γίνεται τὰ ὧν οὔ φασιν ἰδέας εἶναι, διὰ τὰς ὁμοίας ἔσται καὶ τὰ ὧν φασιν. ὡς γὰρ ἐκεῖνα κατὰ τέχνην γίγνεται οὐ πρὸς ἰδέαν τινά, οὕτω καὶ τὰ κατὰ φύσιν ἔσται κατὰ τὴν φύσιν χωρὶς παραδείγματος, ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ δὲ θήλεος τὴν τῆς ὕλης χώραν ἐπέχοντος. τὰ μὲν γὰρ παραδείγματα ἄχρηστα μὴ ὄντος τοῦ ποιοῦντος πρὸς αὐτά, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυται ποιεῖν καὶ χωρὶς παραδείγματος, ὡς αὐτοὶ συγχωροῦσιν ἔχειν ἐπὶ τῶν τεχνητῶν.
“并且在《斐多》中我们这样说:形式既是存在的原因,也是生成的原因。” “我们说”这一用语同前文相似;因为他把这种观点当作也是自己的观点来共同承担。但他指出《斐多》中所说的乃是错误的。因为虽然书中说形式是此界事物存在和生成的原因;但这并非真理,正如前文所说,如果实体与作为其实体的事物不可能分离存在的话。而在说了“既是存在的原因,也是生成的原因”之后,他现在指出形式甚至不是生成的原因。因为怎么会连生成的原因都不是呢?因为即使形式存在,它们自身也无论如何不是某些事物存在以及参照它们而生成的原因;因为如果没有促动和制造的事物,就没有任何事物会参照它们[而生成];因为诸理念绝不是作为制造者而成为它们的原因的。因为对于生成的事物而言,原因在于制造者而非范型,这一点他通过以下事实作了证明:许多被他们承认为没有理念的事物既生成着又存在着,就像人工制品那样;因为房屋和戒指并不是参照理念的。但是,如果这些事物即使在形式不存在的情况下,仅凭具有制造者也丝毫不会妨碍其生成和存在,那么被他们声称有理念的事物,即使在理念不存在的情况下,也同样不会妨碍其存在和生成;因为被他们声称没有理念的事物凭借怎样的原因生成,被他们声称[有理念的事物]也将凭借类似的原因而存在。因为正如前者依技术生成而非参照任何理念,依照自然的事物也将依照自然而存在,无需范型,其中生育者相应于工匠,雌性则占据质料的地位。因为若没有参照范型进行制造的事物,范型毫无用处;而制造某种事物者,即使没有范型也并不妨碍其进行制造,正如他们自己在人工制品问题上所承认的那样。
"Ἔτι εἴπερ εἶεν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται;" Πειρᾶται καὶ κατὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον· εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἂν κατ’ αὐτούς. ἔτι ζητεῖ, εἰ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι ἀλλὰ καὶ ἀλλήλων, ὡς κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν ἀριθμὸς ἄνθρωπος ἄλλος δὲ ἵππος, ἄλλος Πλάτων καὶ ἄλλος Σωκράτης, καὶ κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρει ἀλλήλων τὰ ὄντα; ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἔστι τὰ ὄντα,3 ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀΐδιον πεντάδα τὴν δὲ μὴ ἀΐδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις τοῦ εἶναι αἴτιοι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι;
“此外,如果形式确实是数,它们又怎能成为原因呢?” 他也试图依照这一观点——即他们主张诸理念是数的观点——来审查这一论证;因为如果他们一方面主张理念是数,另一方面它们又不可能成为数,那么显而易见,依照他们自己的说法理念甚至根本不会存在。此外他探询道:如果诸理念是数,它们如何会成为此界事物的原因呢?难道是因为此界事物也像诸理念一样是数,但显而易见既不同于那些理念又彼此不同,正如那些理念也彼此不同一样,并且人是一种数,马是另一种数,柏拉图是一种数,苏格拉底是另一种数,且依各数的差异诸存在者彼此不同吗?但如果是这样,那些属于理念的数又怎能成为此界存在者所在其中的数的原因呢?因为即使此界的数与那些数相等,假定自身为人与感觉的人都是五,但一个是永恒的五,另一个是非永恒的五,那个五又怎能成为这个五的存在的原因呢?因为相等的数绝不是彼此存在的原因;在总体上,数又怎能成为数的存在的原因呢?
- 1.91εἰπὼν δὲ καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι, ὅτι μηδὲ τοῦ γίγνεσθαι νῦν λέγει.
紧随分词分句 εἰπὼν …(“在说了……之后”)的主句中,ὅτι 从句承前省略了表语谓词([αἴτιά ἐστιν])。全句结构为 ὅτι μηδὲ τοῦ γίγνεσθαι [αἴτιά ἐστιν] νῦν λέγει,即“他现在指出[形式]甚至不是生成的[原因]”。
- 1.91τῷ τὸ ποιοῦν ἔχειν
带冠词不定词的与格(τῷ ἔχειν)在此充当修饰 οὐδὲν κωλύεται 的原因或方式与格,该不定词 ἔχειν 支配名词化的现在分词 τὸ ποιοῦν(“制造者”)作为其宾格宾语。
- 1.92ἐν οἷς ἔστι τὰ ὄντα
关系代词 οἷς 的先行词是紧邻其前的 τοῖς ἐνθάδε ἀριθμοῖς;关系从句中的动词 ἔστι 表存在或构成(“诸存在者在其内存在/构成”)。
