← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§104.19-106.6

单事物多重范型与实体分离之荒谬

亚历山大注疏亚里士多德《形而上学》991a27–991b1,探讨为同一事物设定多个范型(理念)所导致的荒谬后果(如理念的复合性与先后次序),并论证实体不可能脱离其作为其实体的事物而独立存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.89

" Ἔσται τε πλείω παραδείγματα τοῦ αὐτοῦ ὥστε καὶ εἴδη." Αὕτη ἡ λέξις ἕως τοῦ ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι1 ἔν τισιν ἀντιγράφοις οὐ φέρεται· διὸ οὐδὲ ὑπεμνηματίσαντο αὐτήν. δείκνυσι δὲ δι’ αὐτῆς καὶ τοῦτο τὸ ἄτοπον ἑπόμενον τῇ περὶ τῶν ἰδεῶν δόξῃ· εἰ γὰρ παραδείγματα ἐκεῖνα τούτων, ἔσται τοῦ αὐτοῦ πλείω παραδείγματα, καὶ ἰδέαι πλείους ἔσονται αὐτοῦ. εἰ γὰρ ὁ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ δίπουν καὶ ἄνθρωπος, καὶ ταῦτα ἀλλήλων διαφέρει, ἑκάστου ἂν αὐτῶν εἴη παράδειγμα καὶ ἰδέα, καὶ μεθέξει ὁ ἄνθρωπος τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοζῴου καὶ τοῦ αὐτοδίποδος. ἀλλ’ εἰ μὲν ἅμα ἔστιν ἐν τῷ αὐτοανθρώπῳ διαφέροντα ἀλλήλων, οὐχ ἁπλοῦν ἡ ἰδέα, ἀλλ’ ἔσται ἐξ ἰδεῶν συγκειμένη· εἰ δὲ ἔστιν ἰδέα ἕκαστον αὐτῶν, προτέρα ἔσται ἰδέα ἰδέας (τὸ γὰρ αὐτοζῷον πρῶτον τοῦ αὐτοανθρώπου· γένος γὰρ τὸ ζῷον τοῦ αὐτοανθρώπου), ἢ ἰδέα ἔσται χωρὶς ζῴου. ἀδύνατον δὲ τοῦτο, καὶ μετέχον ὁ αὐτοάνθρωπος τοῦ αὐτοζῴου, εἴ γε ζῷον κἀκεῖνος· ὥστε εἴη ἂν † ὁ αὐτοάνθρωπος ἀλλὰ καὶ ζῴου παράδειγμα· τοῦ ἄρα αὐτοανθρώπου καὶ τοῦ ζῴου μία εἰκών· μετέχει γὰρ τοῦ ζῴου. οὐ μόνον δὲ τοῦ αὐτοζῴου ἀλλὰ καὶ τοῦ αὐτοδίποδος μεθέξει, ὥστε πλειόνων ἰδεῶν καὶ ἡ μία ἰδέα μεθέξει. εἰ γὰρ μή, ἔστι τι ὧν ἐστιν ὁ ἄνθρωπος οὐ κατὰ ἰδέας μετοχήν·2 δίπους γὰρ ὁ ἄνθρωπος οὔτε καθὸ ζῷον (ἔστι γάρ τινα τῶν ζῴων οὐ τοιαῦτα) οὔτε καθὸ ἄνθρωπος· ἔστι γὰρ καὶ ἄλλα δίποδα. ἔτι τε εἰ τὸ ζῷον τὸ εἶναι οὐκ ἔχει παρὰ τοῦ ἄνθρωπος εἶναι, οὐδ’ ἂν τὸ δίπουν ἔχοι παρὰ τῆς τοῦ ἀνθρώπου ἰδέας. οὕτω δὲ συγχωροῖτο ἂν τὸ μὴ πάντως πρὸς ἰδέαν εἶναι τοῖς τῇδε τὸ εἶναι. ἔτι ἔσται ἐν ταῖς ἰδέαις τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. εἰ δὲ αὐτοάνθρωπος μὴ μετέχει τοῦ αὐτοζῴου καὶ ὅμως ζῷόν ἐστιν, οὐκ ἀνάγκη οὐδὲ τὸ ἐνταῦθα ζῷον εἶναι μετουσίᾳ τοῦ αὐτοζῴου· οὕτως δὲ οὐδὲ τοῦ αὐτοανθρώπου. τὸ γὰρ λέγειν τὸν αὐτοάνθρωπον μὴ εἶναι ζῷον, ἄνθρωπον ὄντα, ἀτοπώτατον. ἔτι οὐ μόνον τῶν αἰσθητῶν παραδείγματα τὰ εἴδη ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν. ἐφθάκαμεν εἰρηκέναι πῶς. τὸ γὰρ αὐτοζῷον παράδειγμα τοῦ αὐτοανθρώπου· τὸ γὰρ γένος τῶν αὐτοῦ εἰδῶν ἔσται παράδειγμα, ἐπεὶ ἕκαστον αὐτῶν ἐστι κἀκεῖνο· ἔσται τε οὕτως τὰ εἴδη παραδείγματα ὄντα τῶν αἰσθητῶν αὐτὰ εἰκόνες τῶν ἰδεῶν.

“并且对同一事物将有多个范型,从而也有多个形式。” 从这句话直到“此外,似乎是不可能的”为止,在某些抄本中并未载录;因此[早期的注疏家们]也未对它作注。但他通过这段话也指出了伴随关于理念的观点的这一荒谬结论:因为如果那些事物是这些事物的范型,那么对同一事物就将有多个范型,且它的理念也将有多个。因为如果人既是动物又是二足的又是人,而且这些彼此不同,那么它们之中的每一个都会有范型和理念,人将分有自身为人、自身为动物和自身为二足。但是,如果彼此不同的事物同时存在于自身为人之中,那么理念就不是单一的,而是由诸理念组合而成的;如果它们之中的每一个都是理念,那么理念就会先于理念(因为自身为动物先于自身为人;因为动物是自身为人的属),否则就会存在不包含动物的理念。但这不可能,并且自身为人分有着自身为动物,只要他自己也是动物;因此自身为人不仅会是[人的范型],而且也会是动物的范型;所以对于自身为人与动物就只有单一的摹相;因为它分有着动物。并且不仅分有自身为动物,而且还将分有自身为二足,从而连这单一的理念也将分有多个理念。因为如果不这样,那么在人所是的事物中,就会有某种东西不是依照对理念的分有而存在的;因为人既不是作为动物而是二足的(因为动物中有些并不是这样的),也不是作为人而是二足的(因为还有其他二足之物)。此外,如果动物的存在并不来自作为人的存在,那么二足的存在也不会来自人的理念。这样一来,人们就不得不承认此界事物的存在绝非完全参照理念而存在。再者,在诸理念中将会有在先者与在后者。但如果自身为人并不分有自身为动物,却依然是动物,那么此界的动物也就没有必要通过分有自身为动物而是[动物];同样,也没有必要通过[分有]自身为人。因为说自身为人作为人却不是动物,是最荒谬的。此外,诸形式不仅将是感觉事物的范型,而且也将是诸理念自身的范型。我们此前已经说过这是如何发生的。因为自身为动物是自身为人的范型;因为属将成为其自身诸种的范型,既然它们之中的每一个也是那个[属];这样,诸形式作为感觉事物的范型,它们自身也将成为诸理念的摹相。

§1.90

"Ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία.3" Ὃ λέγει ἔστιν, ὅτι τὴν οὐσίαν τινὸς ἀδύνατον κεχωρίσθαι τοῦ οὗ ἐστιν οὐσία· ἡ γὰρ ἑκάστου οὐσία ἐν ἐκείνῳ. εἰ οὖν αἱ ἰδέαι οὐσίαι, οὐκ εἰσὶν αὐτῶν κεχωρισμέναι· εἰ δέ εἰσι κεχωρισμέναι, οὐκ εἰσὶν αὐτῶν οὐσίαι. ἀλλὰ μὴν οἱ λέγοντες τοὺς ὁρισμοὺς τῶν ἐνταῦθα γίγνεσθαι κατὰ τὰς ἰδέας οὐσίας ποιοῦσι τὰς ἰδέας τῶν αἰσθητῶν· οἱ γὰρ ὁρισμοὶ ἑκάστου τὴν οὐσίαν δηλοῦσι καὶ κατὰ τὰ οἰκεῖα εἴδη γίγνονται· τὸ γὰρ εἶναι ἑκάστῳ, οὗ ὁ ὁρισμὸς δηλωτικός, κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτω τε εἶεν ἂν αἱ ἰδέαι τὰ εἴδη τῶν τῇδε.

“此外,实体与〔该实体〕作为其实体的事物相分离似乎是不可能的。” 他所说的是:某物的实体不可能与〔该实体〕作为其实体的事物相分离;因为各事物的实体存在于那事物之中。因此,如果诸理念是实体,它们就并未与它们相分离;但如果它们是分离的,它们就不是它们[这些事物]的实体。然而,那些主张此界事物的定义是依照诸理念而形成的人,却把诸理念当作了感觉事物的实体;因为定义揭示各事物的实体,并且是依照固有的形式形成的;因为对于各事物而言的存在——即定义所揭示的东西——是依照固有的实体而存在的。这样,诸理念就会成为此界事物的形式。

语法注3 条
  1. 1.89Αὕτη ἡ λέξις ἕως τοῦ ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι

    句首以“Αὕτη ἡ λέξις”为主语,后接由“ἕως τοῦ...”引导的引用语(即§1.90的经文开头)作为界限说明,统摄动词“οὐ φέρεται”。这是指出写本异文的惯用程式。

  2. 1.89ἔστι τι ὧν ἐστιν ὁ ἄνθρωπος οὐ κατὰ ἰδέας μετοχήν

    在“ἔστι τι ὧν ἐστιν ὁ ἄνθρωπος”中,“τι”是存在动词“ἔστι”的主语,其后是由属格关系代词构成的部分属格从句“ὧν ἐστιν ὁ ἄνθρωπος”(在人所是的属性/本质规定之中)。整句结构表示“在构成人所是的诸规定中,将有某种东西并非通过对理念的分有而存在”。

  3. 1.90χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία

    在依赖于“ἀδύνατον εἶναι”的“对格+不定式”结构中,“τὴν οὐσίαν”以及在“οὗ ἡ οὐσία”之前省略的先行词被并列作为“εἶναι”的主语,而“χωρίς”在此作副词用(“相分离”),修饰不定式“εἶναι”,而非作为支配对格的前置词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:104.19-106.6