- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:103.22-104.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了依自然之生成绝非参照范型(理念)而进行,指出自然是一种不包含思虑与推论的无理性能力,将其与技艺相区分,澄明了神圣秩序的含义,并以疾病与低等动物的有规则生成为例加以说明。
ἀλλὰ μὴν οὔτε ἄνθρωπος οὔτε ἵππος οὔτε ἄλλο τι τῶν φύσει γεννώντων τε καὶ ποιούντων πρός τι παράδειγμα βλέπον ποιεῖ τὸ γιγνόμενον ὑπ’ αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν νοοῦν τι περὶ τοῦ ἐσομένου πῶς ἂν γένοιτο, οὕτως ἔχεται τοῦ ποιεῖν ὃ ποιεῖ,1 ὡς ἐπὶ τῶν τεχνῶν ὁρῶμεν· διὰ τοῦτο γὰρ αἱ μὲν τέχναι ἐν μόνοις γίγνονται τοῖς δυναμένοις ποιεῖσθαι τὴν τοιαύτην πρόνοιαν τοῦ κατὰ τέχνην ἐσομένου· ἐν γὰρ ἀνθρώποις· κατὰ φύσιν δὲ πολλὰ καὶ ὑπὸ ἀλόγων καὶ ὑπὸ ἀψύχων γίνεται. οὐδὲν ἄρα τῶν νῦν κατὰ φύσιν τι ποιούντων πρὸς παράδειγμα ποιεῖ τι· εἰ δὲ μὴ νῦν, οὐδὲ πρότερον· ἀεὶ γὰρ ἡ γένεσις τῶν φύσει γιγνομένων ὁμοία. τὸ δὲ λέγειν κατὰ ἀριθμούς τινας ὡρισμένους τε καὶ τεταγμένους τὰ φύσει γιγνόμενα γίγνεσθαι (οὐ γὰρ ἀπὸ τύχης τε καὶ αὐτομάτου· διὰ τοῦτο γὰρ ἄνθρωπος ἄνθρωπον γεννᾷ), καὶ διὰ τοῦτο ἀξιοῦν τὴν φύσιν πρὸς παράδειγμά τι καὶ λόγον τινὰ ποιεῖν πρὸς ἐκεῖνα ἀφορῶσαν, τὸ μὲν ἀληθὲς ἔχει τὸ δὲ ψευδές τι. γίγνεται μὲν γὰρ πάντα τὰ φύσει κατὰ τάξιν τινὰ καὶ ἀριθμούς τινας ὡρισμένους καὶ οὔτε ἀπὸ τύχης οὔτε αὐτομάτου, οὐ μὴν διὰ τοῦτο καὶ πρὸς παράδειγμα. οὐ γὰρ ἐννοοῦσα ἡ φύσις ποιεῖ ἃ ποιεῖ (ἄλογος γὰρ αὕτη δύναμίς ἐστιν), ἀλλ’ ἐστὶν αἰτία τοῦ εἶναι ἐν τεταγμένῃ κινήσει, καὶ ὥστε τῇ πρώτῃ τὴν μετ’ αὐτὴν ἀκολουθεῖν τεταγμένως οὐ κατὰ λογισμόν τινα, κἀκείνῃ πάλιν τὴν τρίτην, ἕως ἂν ἐπὶ τὸ τέλος αἱ κινήσεις προέλθωσιν, οὗ χάριν ἐγίγνοντο. ἣν τάξιν ἡ τέχνη ἐστὶ μιμουμένη· κατὰ τὸν λόγον γὰρ ταῦτα συντίθησι καὶ ποιεῖ ἃ ποιεῖ. διὸ ἡ μὲν τέχνη δύναμίς ἐστι λογική, ἡ δὲ φύσις ἄλογος. τὸ δὲ λέγειν θείαν τινὰ τέχνην οὖσαν τὴν φύσιν μηδὲν ἀλόγως ποιεῖν, καὶ τὸ ἀξιοῦν τῷ θείαν αὐτὴν εἶναι ἔχειν τοῦτο δῶρον παρὰ θεῶν, τὸ πρὸς τεταγμένον τι καὶ ὡρισμένον παράδειγμα ποιεῖν ἃ ποιεῖ, οὐ καλῶς λέγεται· οὐ γὰρ οὕτως λέγεται ἡ φύσις θεία τέχνη ὡς τῶν θεῶν ταύτῃ τῇ τέχνῃ χρωμένων, ἀλλὰ τῷ ἀπὸ θεῶν οὖσα δύναμις τὸ εὔτακτον τῆς κινήσεως σώζειν κατ’ ἀκολουθίαν τινὰ ἡρμοσμένην, μὴ κατὰ λογισμόν τινα καὶ νόησιν, ἀλλὰ τῷ ἀπ’ ἐκείνων εἶναι. δῶρον δὲ ἀπὸ θεῶν ἔχοι ἂν οὐ τὸ πρὸς παράδειγμα ποιεῖν· πῶς γὰρ ἂν ποιήσαι τι πρὸς παράδειγμα οὗ τέλεόν ἐστιν ἀνεννόητος; ἀλλ’ ἔχειν ἄν τις παρὰ θεῶν αὐτὴν κατὰ τὸ εὐλογώτερον λέγοι τὸ ὅμοιον τῷ ποιοῦντι, ἐν ᾧ ἔστι καὶ ὅθεν τὴν ἀρχὴν λαμβάνει τὸ γινόμενον, ποιεῖν2 κατὰ τὴν χωρὶς λόγου τῶν κινήσεων εὐταξίαν. ἔτι τὸ εὔτακτον ἔστιν εὑρεῖν καὶ ἐν τοῖς κακοῖς καὶ παρὰ φύσιν γιγνομένοις, οἷον ἀποστήματα, τραύματα, φλεγμοναί, νόσων περίοδοι. ἀλλὰ καὶ ζῴων τινῶν γενέσεις τεταγμέναι μέν, ἀλλ’ οὐ πρὸς ἰδέαν, οἷον σκωλήκων, ἐμπίων, τερηδόνων.
不仅如此,无论是人还是马,还是依自然生成和制作的任何其他事物,都不是看着某种范型来制作由它生成之物的。因为它们根本不是像我们在技艺的情形中所看到的那样,对将要形成之物如何才能生成加以任何思考,从而着手去制作它所制作之物的。正是由于这个原因,技艺仅在那些能够对依技艺将要形成之物做出如此前瞻思虑的事物中生成——即在人之中;然而依自然,许多事物是由无理性的事物和无生命的事物生成的。因此,现在依自然制作某物的任何事物都不是参照范型来制作任何东西的;如果现在不是,那么以往也不是;因为依自然生成之物的生成始终是相似的。另一方面,若说依自然生成的事物是依照某些确定的且被安排好的数[比例]生成的(因为不是出于偶合与自发性;正是为此人生成人),并由此主张自然是看着某种范型和某种定义(逻各斯)、注视着那些事物而进行制作的,这在一方面是真实的,但在另一方面却有某些虚假。因为确实,依自然的一切事物都是依照某种秩序和某些确定的数[比例]生成的,既非出于偶合,亦非出于自发性,然而并不能由此就说它也是参照范型[生成的]。因为自然并不是在进行了思虑之后才制作它所制作之物的(因为这是一种无理性的能力),而是作为存在于有序运动之中的原因,并且使得紧随第一运动之后的运动以有序的方式相随,而非依循某种推论,而第三运动又紧随那一运动,直到这些运动推进到它们为之而生成的目的为止。而技艺所模仿的正是这种秩序;因为它是依循理性将这些组合起来,并制作它所制作之物的。因此,技艺是一种理性的能力,而自然则是无理性的。至于说自然作为某种神圣的技艺,不做任何没有道理之事,并主张由于它是神圣的,它便从诸神那里获得了这份恩赐——即参照某种被安排好的且确定的范型来制作它所制作之物,这种说法是不恰当的。因为自然之所以被称为神圣的技艺,并不是在诸神使用这种技艺的意义上说的,而是由于它作为来自诸神的能力,依照某种调和的序列保持着运动的良好秩序,这并非依照某种推论与思想,而是由于它来自诸神。而它可能从诸神那里获得的恩赐,也不可能是参照范型进行制作;因为它又如何能参照它完全无所意想的范型来制作某物呢?相反,人们按更合乎情理的说法应当说,它从诸神那里获得的是:依照没有理性的运动之良好秩序,制作出与制作之物相似的东西,而生成之物正是居于制作之物中并从那里获取始基的。此外,即便在恶事和违反自然而生成的事物中,也可以发现良好的秩序,例如脓肿、创伤、炎症、疾病的周期。而且,某些动物被有序安排的生成,也不是参照理念的,例如蛆虫、蚊蚋、蛀虫。
- 1.88οὐδὲ γὰρ τὴν ἀρχὴν νοοῦν τι περὶ τοῦ ἐσομένου πῶς ἂν γένοιτο, οὕτως ἔχεται τοῦ ποιεῖν ὃ ποιεῖ
τὴν ἀρχήν 在否定句中作副词性宾格,意为“根本”、“起初”。分词短语 νοοῦν τι... 修饰动作主体,并支配间接疑问从句 πῶς ἂν γένοιτο;οὕτως ἔχεται τοῦ ποιεῖν 中,中动相动词 ἔχομαι 支配定冠词不定词属格 τοῦ ποιεῖν,表示“着手于制作”、“从事于制作”。
- 1.88ἀλλ’ ἔχειν ἄν τις παρὰ θεῶν αὐτὴν κατὰ τὸ εὐλογώτερον λέγοι τὸ ὅμοιον τῷ ποιοῦντι ... ποιεῖν
主动词为带 ἄν 的潜在祈愿语气 λέγοι,支配宾格加不定词结构(τις λέγοι αὐτὴν ἔχειν)。ἔχειν 的直接宾语为冠词性不定词短语 τὸ ... ποιεῖν(“制作……的能力”),在该短语内部,τὸ ὅμοιον τῷ ποιοῦντι(与制作之物相似之物)充当 ποιεῖν 的直接宾语。
