- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:2.1-2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第二章指出糖尿病与水肿同属一类病态,并详述以调护胃口为主以止剧渴之治法。第三章论及慢性肾结石与肾溃疡,提出了放血、温熨及油浴等促使嵌顿结石排出的救治之策。
ΒΙΒΛΙΟΝ *β. Κεφαλὴ πρώτη λείπει. Κεφ. β. Θεραπεία Διαβήτου. ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον, τὸ περιτόναιον, οὐδʼ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ. διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ ωὐτὴ, καὶ σύντηξις· ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει.1 ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται. ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον· δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει. ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι· ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν, πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος· δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδʼ ὅσον γίγνηται δίψεος ἄκος. πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ χυλὸς μὲν ξὺν νάρδῳ καὶ Ῥοδίνῳ, ἄριστον ἐς τέγξιν· ἐπίπλασμα δὲ ἡ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μῖξις ἀγαθὴ, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα. ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ, καὶ γάλα, καὶ ξὺν τῷδε σιτία, ἄμυλοι, χόνδροι, Ῥοφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν· ἁλμώδεσι γὰρ δίψος· οἶνος δὲ, στύφων θʼ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος· ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς, ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθριδάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ἡ ξύμπασα δίαιτα καὶ ὁ βίος ωὐτός.
第二卷 第一章缺。第二章糖尿病的治疗 糖尿病之病候,论其病因与体质状态皆与水肿同属一类,唯流出津液之部位有别。盖腹水者以腹膜为受纳之囊,别无泄路,留滞于彼遂致泛滥;糖尿病则受病之处津液外溢及形体消铄与水肿无异,然传入肾与膀胱之通道则造成趋向外泄之途。若水肿之疾转向顺候,亦必经由此道。然真正之善候在于拔除病根,而非仅暂时减轻其重负。此等患者之干渴尤为甚烈,盖津液流失必致身体干燥。 用于遏制消铄之药物与治水肿者无异;然对渴证则须施以极大力之医治,因于此种病型中,干渴乃诸痛中之最酷烈者。患者若稍饮汤水,即诱发小便;且小便涌出之时,更携同形体消铄之质一并排出。故须用止渴之药;盖因饮不解渴,渴势尤剧。所饮之水毫不足以平息干渴。当百般调护干渴之泉源所在之胃口(贲门)。是故若以神药(圣药)涤荡下腹,宜敷以贴剂:甘松、乳香胶、海枣及生榅桲。以诸药之汁和甘松油与蔷薇油温熨最佳;以其果肉加乳香胶、海枣捣匀即成敷剂。若以蜜蜡及甘松膏调和诸药,或用金合欢及岩蔷薇寄生之汁,无论温熨抑或外敷皆极有效。 其饮用水宜加果实同煎。饮食则给以乳类及乳制之羹酪、淀粉、麦糁及稀粥。取涩味之酒以固胃气,酒性稍纯烈者为佳,以便将其他痰饮浊液宣散洗除;盖咸浊之气生渴,而葡萄酒兼具收涩与清凉之性,最利于转运体液、调和气质;若欲扶助气力,甜酒之性既类于血,亦极宜于生化血液。其复方药物与治水肿相同:毒蛇三合剂、米特里达梯解毒剂、果实制剂,以及一切有益于水肿之药。整套调摄饮食与起居生活亦同于彼。
Κεφ. γ. Θεραπεία λιθιάσεως καὶ ἑλκώσεως Νεφρῶν. ἀμφὶ μὲν φλεγμασίης, καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται· ἀμφὶ δὲ ἑλκώσιος, ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι,2 μάλιστα νῦν γράφω· ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μὴ, οἷσι ὅγε παρηγορήσεται. λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς ἄγονον τρέψαι, ἀδύνατον. Ῥηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ νεφροὺς λιθιῶντας ἀλίθους. ἐς διέξοδον ὅκως ἀρηγειν χρή· ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται, ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλέῳ κώλου καὶ ἰσχουρίῃ. ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐντάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατʼ ἴξιν τοῦ νεφροῦ.3 αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας. φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα· φλεγμονῆς δὲ κενεαγγείη λύσις· τέγγειν τε τὰς ψύας ἔνθα τῶν νεφρῶν ἡ χώρη· λίπας δὲ παλαιὸν, ἢ τὸ νέον, Ῥύτην ἰσχέτω· οὐρητικὸν δὲ καὶ ἀνήθου ἡ κόμη καὶ λιβανωτὶς, ἢ σάμψυχον. τοῖσδε χρὴ, ὅκως ὕδατι, καταιονεῖν· σμικρὸν γὰρ αἱ χρίσιες. ἀτὰρ καὶ τοῖσδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθέμιδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ἡ ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν· ἄριστον δὲ κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι. τόδε γάρ τοι ἅμα πάντα ποιέει· ἀλέῃ μὲν χαλᾷ, πῆ δὲ ἐκγλισχραίνει· τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ σφῶν προκλήσιες· πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν Ῥίζας, φοῦ, μῆον, ἄσαρον· βοτάνας δὲ, τὴν πριονίτην, ἢ πετρόσελινον, ἢ σίον· ποικίλων δὲ, μύρα μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κιννάμωμον. ἀπουλώσει σίνηπι, καὶ ἐκ πυρὸς ἐσχάραι, καὶ ἐπιθήματα ἃ πρόσθεν μοι λέλεκται· δίαιτα δὲ καὶ ἄλειψις, καὶ πλοῦς, καὶ ἡ ἐν θαλάσσῃ βιοτὴ, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστι ἄκεα.
第三章肾石与肾溃疡的治疗 关于炎症、出血,以及诸凡由肾脏暴发致死之急症,皆已在急性病各篇中详述。至于溃疡及结石之形成——此等疾患多与暮年之人终身相伴而至死方休——今特立专论:首要在力求痊愈,纵不能愈,亦当以法宽解抚慰。 夫欲使结石之赋性转为不生,实非人力所能及;令胞宫绝育,反易于使生石之肾永绝石患。唯当设法导其外出。若结石嵌顿阻滞于其位,我当示以治法。盖患者痛苦难耐,甚或因绞痛、结肠肠阻及小便闭塞而丧生。肾与结肠紧密毗连相依。若见结石嵌塞,且并发小便闭塞与绞痛,当刺破患肾同侧脚踝之静脉。盖肾中放血能宽缓结石所致之挛急痉缩;炎症因拘急而闭塞诸窍,而泻血空脉正是消炎之法。又当温熨肾所在之腰脊处;无论陈油抑或新油,皆宜浸入芸香;莳萝之嫩尖、香草(或乳香草)及马郁兰亦皆有利尿之功。须以此等药汁如水浇淋灌注,盖单纯涂擦力薄无效。此外,亦可以牛膀胱盛春黄菊油行温罨。此时泥敷剂之用料,若和入麦粉,亦同于此物。微力之火罐有时亦能消解结石嵌留;若兼有炎症,更以行刺络为上。百般施治而结石仍留滞不移者,当令患者没入油浴之中;盖油能诸效并施:以温气弛缓痉挛,借滑腻通润经脉,以辛烈刺激激发行泄之机。凡此皆为结石排泄及引下之法。若论内服之单味药,取缬草、川芎根、细辛之根;草药取锯齿草、欧芹或水芹;复方则取凡含甘松、桂皮、没药、肉桂之香膏。 溃疡敛口结痂之法,当用芥子、火灸及我前文所述之贴剂。调摄、涂摩、航海与海滨生活,悉为肾病者之良药。
- 2.1ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει
句法骨架为主语 ἡ ξύνδοσις(传递、转送)、及物动词 φέρει(带来、造成)以及宾语 τὰ περὶ ἔξοδον(有关出口的路径/情状)。介词短语 ἐς... κύστιν 表示转移的目的地。此处将腹水之积液留滞体内与糖尿病之津液下传肾与膀胱从而造成排出路径形成对比。
- 2.2ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι
关系从句中之动词 ξυναποθνήσκει(与……同死)支配与格 πρεσβύτῃσι(老年人)。“与老者同亡”为医学惯用语,意指此类慢性病迁延难愈,伴随患者终生,直至死亡方止。τὰ πολλά 作副词性中性宾格,意为“大体上、多半”。
- 2.2τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατʼ ἴξιν τοῦ νεφροῦ
与格短语 τῷ κατʼ ἴξιν τοῦ νεφροῦ 与前文之 τῷ σφυρῷ(踝部)同格或作限定修饰。名词 ἴξις 意为“直线、径路”,κατʼ ἴξιν 意即“在同一直线上、正相对应的”。此处指明放血部位必须选在与患病之肾同侧的脚踝静脉。
