- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:2.3-2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第五章论述以局部收涩、冷敷、温熨、诸药及全身摄生调养以止精脱之法;第六章则阐明胃病患者调摄之特殊原则、顺应病者欲求之重要性,并列举助运消谷之内服外敷方药。
Κεφ. ε. Θεραπεία Γονορροίης. καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν, καὶ τοῦ κατὰ σύντηξιν κινδυνώδεος, καὶ τῆς ἐς διάδεξιν γένεος χρείης, λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν, πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως Ῥεῦμα κοινὸν ἰῆσθαι· στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν Ῥοὴν χωρίων· καὶ ἐμψύξεσι ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ Ῥέῃ ἐς πολλὸν ἡ γονή· εἶτα αὖθις ἀλεῇναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι· ἔριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι. λίπας δὲ τὸ Ῥόδινον μύρον, ἢ τὸ διὰ τῆς οἰνάνθης, ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγῆς δε ἀλεαίνοντα1 λίπας τὸ καινὸν, καὶ μελίλωτον ἐκζεσθὲν σὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς, ἢ κόνυζα. ἄριστον καὶ ἀνήθου κόμη, καὶ ἔτι μᾶλλον ἡ Ῥυτή. τοῖσδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι, καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ νίτρῳ· μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσματα ὁκόσα φοινίσσει, καὶ ἰόνθους ἐγείρει καὶ τὸ Ῥεῦμα παροχετεύει, καὶ ἀλεαίνει τὰ χωρία· τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα, καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν, καὶ τῆς Ῥίζης τοῦ ἁλικακκάβου ὁκόσον δραχμὴν ὁλκῆς, καὶ τῆς ἡδυόσμου τὸ ἕψημα· ποικίλων δὲ, τὸ διὰ τῶν δύο πεπερέων, ἡ Σύμφωνος, ἡ Φίλωνος· ἄριστον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν, καὶ ἡ τοῦ Βηστίνου, καὶ ἡ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι· ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις, καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος· εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι, καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον.
第五章淋浊(精脱)的治疗 因其病候令人厌恶,因其身体消铄之危险,更因传宗接代之必要,必须刻不容缓地解除淋浊,盖其乃万般祸害之因。首先当视如寻常流注(黏膜炎)而施治:收敛膀胱及漏泄通道周围之部位;冷却腰肌、胁腹、外阴及睾丸,使精液不致大量漏泄;继而重新温养通体,以使排泄之孔道干燥。收敛与湿敷之法:取带有天然油垢之生羊毛;所用之油,或为蔷薇香膏,或为野葡萄花油,和以芬芳之白葡萄酒。循序渐进温熨之剂,则取新油,并以此油同煎草木樨、马郁兰、乳香草或飞蓬。莳萝之嫩芽亦极佳,而芸香尤善。作泥敷剂时,当合以此等药物及大麦粉与野豌豆粉、粗毛糖芥之子与硝石;加蜜以使诸药交融合聚。凡能令局部发赤、起疱疹、分流下注之气并温热患处之敷剂皆宜用之:如青绿泥敷剂,以及月桂树实所制之剂。汤饮则数数与服海狸香,并服酸浆之根约一德拉克马之重,以及薄荷之煎汤;复方药物中,取二椒配剂、协和剂、斐洛剂;以石龙子所制之药饮亦极灵验,贝斯提诺斯剂及毒蝰蛇制剂亦佳。总体而言当寄望于养生之道;当委任并深信体操、散步与悬摇振荡。盖此等举措能使体质转为温热,此正为本病之所急需;若患者于房事知所节制,且浴于冷水,则极有望迅速恢复其男儿雄风。
Κεφ. ς. Θεραπεία Στομαχικῶν. Ἡ ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή· στομαχικοῖσι δὲ μούνοις ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω.2 ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνασίη, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ, ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην· ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν, καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι· πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων3 αἱ τοῖσι κάμνουσι χάριτες, καὶ τὸ καθαρῶς ἅπαν δρᾶν, καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρὸν, μὴ μεγάλα βλάπτοντα· ἄριστον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ. φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον, καὶ ἡ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις ὁ καρπὸς, καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. τάδε πεπτήρια· καὶ κατὰ τοῦ στέρνου ἐς στῦψιν ἐπίθημα, νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι, καὶ μήλων κυδωνίων ὁ χυλὸς, καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἄλλα ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται, ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται· ὁ δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχικοῖσι.4
第六章胃病患者的治疗 于其他疾患中,治疗后之摄生调理因利于运化腐熟,故甚善于强固肉体、增益精力;唯于胃病患者,此种调养反而易致失误。故其究竟当如何施为,我当详述。盖悬摇、散步、体操、发声以及利于消化之饮食,固足以克制胃部之恶食(纳呆);然欲借此消除宿疾般之消化不良,并使骨立如柴之形体转为丰隆之肌肤,实非人力所能致。故于此等患者身上,当大为迁就病者之愿望,事事洁净行之,医者当随顺其欲望,只要不致大害;纵其所嗜之物无甚大补,亦当遵此为上策。内服之药,用诸汁液、苦艾、甘松香膏、毒蛇制剂、生于岩石间植物之实、干姜、胡椒、岩风(赛瑟利)。凡此皆为助运腐熟之剂;敷于胸膛以图收涩之贴剂,取甘松、乳香胶、芦荟、金合欢及榅桲之汁;捣烂榅桲之果肉加海枣,亦为良效之收敛贴敷。此外,凡我于糖尿病篇所载诸法,皆可作为止渴之良药;盖胃病患者亦同样发口渴,而胃气之收敛紧缩(张力),正是令胃病者免除干渴之根本。
- 2.3ἐκ προσαγωγῆς δε ἀλεαίνοντα
ἀλεαίνοντα 为中性复数宾格分词,用作名词性结构或同格修饰,意为“循序渐进使之温暖的药物/敷剂”。后文列举的药物(λίπας τὸ καινόν, μελίλωτον 等)以此为总目,在省略主动词的医嘱句中充当列举成分。
- 2.4ὅκως ὦν αὕτη γίγνοιτο, φράσω
αὕτη 指代前句出现的 δίαιτα(摄生/调养法)。连词 ὅκως 搭配希求法 γίγνοιτο,构成依附于主句 φράσω(我当说明)的间接疑问从句,表“此种摄生法应当如何妥善进行”。
- 2.4ἔστων
ἔστων 为动词 εἰμί 的现在时第三人称复数命令式(爱奥尼亚方言及古典希腊语常见形态,相当于常见的 ἔστωσαν)。其语法主语为后置的阴性复数名词 αἱ χάριτες(顺应心意、恩惠)。
- 2.4ὁ δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχικοῖσι
主语 ὁ τόνος 为阳性单数,而作表语的形容词 ἄδιψον 却为中性单数(系动词 ἐστί 省略)。这是希腊语中表语中性化的一种常见句法,用于将主语所产生的效能或事态作抽象概括的陈述,意为“胃的张力紧缩对于胃病患者乃是免除口渴之事”。
