← 阿莱泰乌斯

论慢性疾病的治疗

§1.7-1.8

肝脓疡排脓的对应疗法与脾脏硬结的治疗

本节论述肝脓肿向肠道、膀胱或胃口排出时的不同体征,提出护胃助排之饮食与药物治法,随后阐述脾脏硬结的早期消散及温热外敷疗法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

Κεφ. ιγʼ. Θεραπεία Ἥπατος. ἥπατι ἕλκος ἔοι ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ ἡγεμὼν ὁ στόμαχος·1 ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπη τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα. ἤν τε διʼ ἐντέρων ἥκῃ, στρόφοι, γαστὴρ ὑγρὴ, φλέγματα καὶ χολὴ, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ, ἢ περίπλυσις ὁκοίη κρεῶν ὠμῶν· ἢν δὲ ἐς κύστιν ἔῃ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ. τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα· ἔπειτα θολερὰ, ἀνυπόστατα καὶ ἀκατάστατα· ἐπὶ πᾶσι δὲ καὶ ἡ ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω Ῥέπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος, ἢ χολῆς, λειποθυμίη, σκοτοδινίη, μέσφι ξυρραγῇ. μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον Ῥεύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι, καὶ φαρμάκοισι, καὶ διαίταις, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου Ῥαγήν· βοτάνης τῆς ὑσσώπου ξὺν μελικρήτῳ πιπίσκειν, καὶ πρασίου τῆς κόμης, καὶ τῆσδε ξὺν μελικρήτῳ καὶ χυλῷ τῆς ἀψίνθου. τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεὼν, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα, λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀσύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου. κἢν μικρῷ χείρω τῶν ὠφελεύντων ἔωσι, διδόναι, — ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτέρπεϊ ὑγρῷ· — μετεξετέρους γὰρ ἡ τοῦ πύου δίοδος βλάψαι. μήπω τι καὶ ἀπόσιτοι ἔσονται· κἤν τι λάβωσι εὐημέες. χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός· μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἑλκέων ἐστὶ ἡ Ῥίζα. ἢν δὲ ἐς κύστιν ὁρμᾷ, οὐρητικοῖσι ἐξάγειν, ἀσάρου τῆς Ῥίζης, καὶ φοῦ, καὶ ἀδιάντου, καὶ μήου, τῶν ἐμπότων. τάδε μέντοι ξὺν μελικρήτῳ πιπίσκειν· ποικίλον μὲν τὸ Βηστίνου φάρμακον, καὶ τὸ διὰ τῶν φυσαλίδων ἄριστον, ἠδʼ ὁκόσα διὰ πείρης τισὶ ἐπαινέεται. ἢν δὲ διʼ ἐντέρων ἄγῃς, τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν ὄνου, ἢν δὲ μὴ, αἰγὸς, ἢ μήλων. χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, ὁ τῆς πτισάνης· ὄψα, πέπερι, ζιγγίβερι, λιγυστικόν. ἀθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ πάσῃ συρρήξι, τροφαὶ μὲν εὔχυμοι, εὐστόμαχοι, εὔπεπτοι· ἢ χυλοὶ, ἢ οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος, ἰτρία ξὺν γάλακτι.

第十三章肝脏疾患的治疗 肝脏生痈溃疡当属致命之症。脓液内流至腹,最危困难治者莫过于以胃口(贲门)为道向上泛溢。盖饮食乃生之本,胃口乃水谷之统领;加之此器亦向内脏诸部宣化药物。若对一切下咽之物皆起畏恶,则必因疾病与饥饿而更速毙命。脓液流向各部之表征各异。若自肠道而出,则见绞痛、溏泄、黏痰与胆汁,继而随流排出黑血或如淘洗生肉样之水;若渗入膀胱,则腰肾重着。起初尿量多而带胆色,继之混浊、不定且无沉淀,终局亦可出现白色沉淀。若脓液向上侵逼胃口,则起泛恶、厌食、呕吐黏液或胆汁、昏厥、眩晕,直至溃破。 故而当极力扭转此道,盖此路凶险。然若脓势泛滥迅猛,则须竭尽所能,施以水谷、方药、起居调护,悉以和缓之法扶助胃气。促使脓腔破溃之药剂:宜以蜜水灌服牛膝草,亦取苦薄荷之嫩尖,同样和蜜水及苦艾汁饮之。此等物须食前饮服,以使津液变清稀,通道通畅,脓核易于破溃。亦当投以驴乳,其质细腻、无苦胆之性、大补脾胃、不凝为酪,此实乃乳汁之妙用。更当增添饮馔之甘美滋味。纵使比诸单纯有益之物稍有不及,亦宜予之——盖可为令人恶心不适之积液提供出口——因脓汁穿行常伤损某些病人。借此使人不致全然厌食,且令稍纳水谷即觉通爽。至于脓向他处排泄之时,亦当对胃腑予以万般将护,盖此乃一切药物必经之途;然亦须时时顾念肝脏,因溃疡之根本正在于此。若脓奔注膀胱,当以利尿剂导之,如投以细辛根、缬草、铁线蕨、川芎根等煎服药。此等亦当和蜜水灌服。贝斯提努斯之复方功用广博,酸浆方亦极佳,凡经由经验获医家称道者皆可用。若欲引自肠道而出,则以乳为引导之剂,尤以驴乳为佳,若无,山羊乳或绵羊乳亦可。滑润涤荡之饮,则以大麦粥汁为上;配料取胡椒、生姜、当归属草。若总括其全部饮食之道,凡脓溃之后,食物当滋养、和胃、易化:或为麦汁,或乳调之稠粥、面粉淀粉、乳渍面饼。

§1.8

Κεφ. ιδʼ. Θεραπεία Σπληνός. Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ Ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι.2 χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους· ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι, ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν.3 τάδε γὰρ φλεγμασίης· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι διʼ ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος· ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης, ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.

第十四章脾脏疾患的治疗 脾脏硬结(硬癌)之消散绝非易事。若复由之衍生疾病,如水肿或恶病质,则病入膏肓,非医家所能救治硬结矣。是故当于其方萌之际预加防范,于初起之时速予消解;若硬结由炎症继发而趋向透脓发散,则当遏制炎症。盖此等属于炎症;当施以我在论急性病诸篇中所述之治法。若百般施治而硬结仍滞留于炎症之中,则当假温热如火之法以软化其坚硬,用醋、油与蜜行熏敷温熨;以折叠麻布代羊毛。如法撒以过筛之榄仁粉,并敷以至柔之泥敷剂。

语法注3 条
  1. 1.7ὁ στόμαχος

    在古希腊医学文献中,στόμαχος 常指“食管”或“胃口/贲门”,而非仅指整个胃囊。此处结合“向上泛溢之道(ὁδὸν ἐς τὴν ἄνω φορήν)”与“下咽(καταπόσιος)”,明确指的是胃之上口(贲门/食管)及其受纳统领之功能。

  2. 1.8ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι

    承接借用航海隐喻的动词 ὀκέλλει(搁浅、陷入)。后半部的带不定式宾格结构 τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι 起到阐明或结果的作用,说明病情恶化至“无可救药(ἀνήκεστον)”,以致医生绝无可能再治愈硬结。

  3. 1.8ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι, ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν

    不定式 ἐνίστασθαι 在此用作表示义务的非人称表达(须抵御)。条件从句中,οἱ σκίρροι 为主语,ἄγωνται 为动词,τὴν ἀπόστασιν(成脓/脓肿)为直接宾语,διάδοχον 作谓语性同位语(“承前相续地”),ἐς διαπνοὴν 表目的(“以求透散排泄”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.7-1.8