- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节建议肺痨患者在风平浪静之海舟上疗养,详述乳汁兼具良药与滋养之功的诸多益处,并指导大麦粥、豆类及禽卵等辅助食物的选择与调治方法。
Κεφ. η. Θεραπεία Φθίσιος. ὅκως ἐν νηϊ καὶ γαλήνῃ. καὶ γὰρ, εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ γίγνοιτʼ ἂν αἰώρη καὶ βιοτή. καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα ξυνδίδωσι ἅλμη· ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαντα χρίεσθαι νῦν λιπαρῷ λίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιονούμενον1 ἀπʼ ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας πέντε, ἢ ἓξ, ἢ πολλόν τι πλεῖον· ἢν δὲ μὴ, ὁκόσον τις δύνηται· πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε· γάλα δὲ ἡδὺ μὲν προσάρασθαι· πιεῖν δὲ Ῥήϊστον, στερεὸν θρέψαι, καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον,2 ἄγειν φλέγμα, εὔπνοον, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενέστερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος. ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτοφάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει· ἄριστον δὲ ξὺν γάλακτι, καὶ πολτοὶ, καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ, καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται. καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης ὁ χυλὸς, εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον Ῥυμφάνεσθαί ἐστι Ῥηΐστη· ἢν καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστικοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχὺ, ὄξος, ἢ μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν· ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων· ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι· ἀφυσότερος γὰρ, καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ. ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλʼ ἔστι φυσώδης. πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα.3 ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι· ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται· ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά· ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα, πρὶν τὴν
第八章肺痨的治疗 如同在风平浪静之海舟中一般。盖若病者有幸,颠簸摇晃与起居生活当在海上进行。咸水海气对溃疡确能赋予某种干燥之功。自摇晃颠簸中平息安歇之后,此时当施以滋润之油膏涂擦,于摩挲之后连续浇淋(或饮进),由少而渐增,至于五六合,或远多于此;若不可,则尽其所能。盖屡有仅凭此一物而足代一切食物者。乳汁入口甘美,饮之极易,滋养坚实,且自幼年起即比一切饮食更为习惯习见;其色泽悦目,于气管乃无刺之良药,如以羽毛轻拂抚平支气管,引出黏痰,令呼吸顺畅,且润滑下部孔窍。于溃疡而言,乳汁乃甘美之药,温和仁厚胜于一切他物。若有人大量饮用此物,则无需任何其他食物。盖于疾痛之中,乳汁兼具良药与食物之二任,实属善事。且食乳部族之人本不食五谷。与乳相得益彰之物,有稀粥、面饼、洗净之粗麦碎,以及一切由乳所制之食品。若需其他食物,亦当性质相类,如大麦粥汁,易于消化且简淡清爽。其调味但求以最宜于吮啜咽下为度。若取滋味适口之物,亦当兼具药性,如当归属叶、薄荷、留兰香、少许盐、醋或蜜。若胃腑消化不良,则投以该等之物;若胃无此迫切所求,则大麦粥胜于一切。亦得以粗麦碎代大麦粥;盖若如大麦粥一般去皮捣碎,则更少胀气,更易消化且具涤荡之性。在黏痰较盛之咯吐中,蚕豆能洁净溃疡,却易生胀气。豌豆与黄野豌豆,其少生胀气之程度,正与其洁净溃疡之功效不足相当。是故当权衡眼前证候而选用此等物。其配羹调料,一如关于大麦粥所言。鸡蛋经火烹调当半熟柔润而温热;最上乘者为禽类初产之卵,尚在……
- 1.6ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαντα χρίεσθαι νῦν λιπαρῷ λίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιονεύμενον
此为带不定式结构,命令性不定式 χρίεσθαι(当涂擦)由指代病人的宾格分词 ἐφησυχάσαντα(安歇之后者)及 καταιονεύμενον(受浇淋者)充当逻辑主语。其后所述分量(ἐς κοτύλας πέντε, ἢ ἓξ...)指润油或乳汁逐步递增之用量。
- 1.6φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον
此为修饰名词 φάρμακον(良药)的连续说明性结构。不定式 διαπτερῶσαι 为解说性不定式,表目的或功用,意为“如以羽毛拂拭气管”;形容词 ἄκερχνον 意为“不致嘶哑粗糙的”,说明该药温润气管、绝无刺激之特性。
- 1.6πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα
由相关副词 ὁκόσον ... τοσόνδε(就……而言的程度,与……相当)构成的比例对比句。属格 ἑλκέων 依附于比较级形容词 ἀκαθαρτότερα,作关系属格(或宾格性属格),表示在“洁净溃疡”这一功能上的相对低下。
