← 阿莱泰乌斯

论慢性疾病的治疗

§1.5#2

复发性忧郁症的峻攻疗法与调养康复

论述复发性忧郁症之峻攻法度,包括诱导经行或痔血、放血、圣药及嚏根草之应用,并详述其后以温泉沐浴、滋补饮食与导引起居为主之将息康复方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

ἢν δὲ ἐπὶ τοῖσδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος ὀφθῇ, μεζόνων ἀκέων χρέος. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλʼ ἢν ἐπὶ σχέσι γυναικὸς καταμηνίων, ἢ ἀνδρὸς αἱμορροΐδων Ῥόου, ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ χωρία, προχέειν τι τοῦ ξυνήθεος· ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πη τοῦ αἵματος μεταρρυέντος, ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι αὐτῷ, ἡγεόμενον ἀπὸ τῶν σφυρῶν.1 κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπʼ ἀγκῶνι τάμνειν φλέβα. μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἀναθρέψιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν· ἔπειτα σικύην τοῖσι μέσοισι προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα, πρήσσειν τε τὰ ἔργα ᾗ τάχος ἀνύοντα. σμικροῖσι μὲν γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη· καὶ ἢν πάντη τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, ἐντίκτει τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, σπασμοῦ, μανίης, παραλύσιος· κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα. ἐλλεβόρῳ ὦν χρέεσθαι ἐς ἴησιν τοῦ κακοῦ. ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν, καὶ τὰ ὑγρὰ λεπτῦναι, καὶ τὸ σκῆνος εὔροον ποιέειν· ἔμετοι δὲ τάδε πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες, ἄλλοτε δὲ Ῥαφανῖδες. φράσω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα, καὶ τῆς χρήσιος τοὺς τρόπους, καὶ ὅκως προευκρινῆσαι ἕκαστον χρὴ, καὶ ὅκως ἐν τοῖσι ἐμέτοισι ἀρήγειν. ἄπιστον, ἐπὶ τοῖσδε εἰ μὴ ἐλύθη2 ἐς τὸ πάμπαν ἡ νοῦσος, ἢ πολλῶν ἐτέων ἔσχε διαλείψιας. τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι· ἢν δὲ ἔμπεδος δε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐς τὸν ἐλλέβορον ἅπαντα πρήσσειν. ὑγιέας μὲν ὦν ἅπαντας ποιέειν ἀδύνατον τοὺς νοσέοντας· ᾖ γὰρ ἂν ἰητρὸς κρέσσων θεοῦ. ἀπονίην δὲ καὶ διαλείψιας καὶ νούσων ἐπικρύψιας, δρῆν θέμις ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοῖσδε καὶ ἀπαρνεῖσθαι, προϊσχομένους τὸ ἄναλθες,3 ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν· διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς διʼ ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου, καὶ ἥπατος, καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος, ὁκόσον ὁλκῆς δραχμὴν, πιπίσκειν ξὺν ὕδατι, ἄριστον πείρῃ τις ἐπιστώσατο. μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοισι ἔῃ χρηστά. ἐπὶ δὲ τοῖσι πόνοισι τοῖσδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης δὲ ἐκινήθη· ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος. καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ, ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες Ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ Κρητικῷ καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλι μίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώδεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον, κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια, πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ Ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον, καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου, καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμάτων ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ Ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι· ἄλλʼ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν.

然而,若经此等处置之后,病邪稍加潜伏却又复发显现,则须用更强力之治法。是故切勿延宕时日;但若此疾乃因妇人经闭,或男子痔血停滞而发,则当刺激该等部位,使其如常引出若干血行。然若因血液改道他流而滞迟不下,且病势转迫,则当为其实施泻除,自踝部始。若自彼处所引出者未达所宜之量,亦当切开肘部静脉。于调养将息三四日之间歇中,当予服名为“圣药”之清下剂;继而拔火罐于中焦部,切近肝脏,并迅即施行诸般治法以速奏其效。盖是疾不屈于微弱之治法。若于大剂法门迟疑延误,忧郁便会安居其位;且若其盘踞充斥周身——入于感觉、神志、血液、胆汁,复侵夺神经,则病体自身转入沉疴难愈之境,并于体内孕育其他疾病之胎孽:痉挛、癫狂、瘫痪;而此等若由忧郁所化生,则继发诸证皆不可救药。是故当用嚏根草以除此祸。然进嚏根草之前,须先使胃腑习于吐逆,稀释体液,令躯壳气血流通;而涌吐之法正可办此,或于空腹之时,或借莱菔施之。余将详述其法度与药材;亦将详述嚏根草之品类、用法之门径、预先调摄每位病者之法,以及吐逆之时如何救助。若施此等法度而病犹未得全消,或未能获致数年之缓解,则实属罕见。盖忧郁之发多源于此;然若病邪坚固盘踞,则切不可复行观望,当穷尽一切关于嚏根草之治法。欲使一切病者悉皆痊愈诚不可能,若然则医者当胜于神明矣。然除其疾痛、致其缓解并潜伏其病势,实为医者分内当为之事。是故于此等证候,或托辞沉疴难疗而退避拒治,或必力战到底施其工巧。亦当间歇给予芦荟所制之“圣药”,盖此乃克制忧郁之要药,能清胃腑、利肝脏并下胆汁。再者,以水调服锦葵子约一德拉克马之重,经经验证实为极佳之方。而单味药物之中,亦有千百种可各适其用。 于此等劳顿苦楚之后,当引导患者进入将息调养。盖于若干人,方其医治之时,病邪仅被撼离其窟穴;唯当其人至于肌肉重生与元气恢复之境,病邪之一切陈迹方始荡涤无余。盖天真元气生健康,而虚衰生疾病。故病者当往赴休养之所,起居于天然温汤之中。盖其中所含地沥青、硫黄、明矾等药力,以及远多于此之诸般他种效能,皆极有补益。盖历经病苦之焦枯与医治之劳顿,滋润大有裨益;且腠理松软之肌肉最易驱遣病邪,而忧郁者之肌肉多干燥而紧实。当施以滋润之敷油配合轻柔之摩挲,食以水洗而充分吸纳油脂之面包,佐以甜美之物,如克里特之浓缩葡萄汁、潘菲利亚之甘酒,或久经调和之蜜酒;食去壳之禽卵,或温或凉;肉食则取不肥腻、少油脂者,如猪蹄与猪头之肉、禽鸟不肥之翼,野味如兔、原羚与幼兔;果品则择最上乘者,于食前预先顾护胃气而进之,免致食入即吐。故于一切饮食之前,当予半合之蜜水,饮后令其呕吐以荡涤胃腑,如此饮食方能安坐于内。切要之清下药剂,有松子、荨麻子、松塔之实、胡椒、苦扁桃,以蜂蜜调和为膏。若欲收燥湿之功,则没药、鸢尾根、蛇肉解毒丸、贝斯提努斯方、米特拉达梯方以及千百种杂方为最上。外敷之物,即贴敷之原料,有草木樨、罂粟、黄连木脂、海索草,以及玫瑰油或野葡萄花油,而蜂蜡则为诸物凝结之本。滋润之敷油、摇荡悬车、信步徐行,凡能助长肌肉、坚实元气并令天性复归本初之法,皆当尽力施用。

语法注3 条
  1. 1.5ἡγεόμενον ἀπὸ τῶν σφυρῶν

    分词 ἡγεόμενον 为阳性单数宾格,与不定式 κενώσιας ποιέεσθαι 的逻辑主语(医者/泛指人称)一致,与介词短语 ἀπὸ τῶν σφυρῶν 连用表示起始点,意为“从踝部开始”。

  2. 1.5ἄπιστον, ἐπὶ τοῖσδε εἰ μὴ ἐλύθη

    此处为省略 [ἐστί] 的判断句 ἄπιστον 后接条件从句 εἰ μὴ ἐλύθη。在表示惊讶、难以置信的形容词后,εἰ 从句常具有“若不……则不可置信(即必然如此)”之修辞语气,表达极高的确定性。

  3. 1.5προϊσχομένους τὸ ἄναλθες

    分词 προϊσχομένους 为阳性复数宾格,与不定式 ἀπαυδῆν 及 ἀπαρνεῖσθαι 的逻辑主语(泛指医者们)一致。中性短语 τὸ ἄναλθες(“不可治愈性/沉疴”)作 προΐσχομαι(“借口/托辞”)的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.5#2