- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.5#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述忧郁症之疗法,包括于右肘审慎施行放血、配伍黑嚏根草与百里香泄下黑胆汁、于胃脘与头部施以拔罐,以及服苦艾与芦荟以和胃防变。
Κεφ. ε. Θεραπεία Μελαγχολίης. χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφʼ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης, οὐδʼ ἐπὶ σμικρῷ τῷ πλήθεϊ·1 ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὥρης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἴη ἐπίκαιρος ἡ Ῥοή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαὶ, χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ τροφή· τάμνειν δὲ κἢν ἰσχνοὶ ἔωσι, καὶ λείφαιμοι· σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις· οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ.2 καὶ γὰρ εἰ παχὺ, καὶ χολῶδες, καὶ πεπηγὸς εἴη τὸ αἷμα, καὶ μέλαν ὅκως ἀμόργη, ἀλλὰ τόδε ἐστὶ τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ φύσις ἐξίσταται τῆς ἕδρης· ἢν δὲ πολύαιμος ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα· καὶ μὴ αὐτῆμαρ ὁκόσον χρὴ ἀφαιρέειν, ἀλλʼ ἐκ διαστάσιος· καὶ αὐτῆμαρ δέ· τὸ δὲ πλῆθος δηλώσουσιν αἱ δυνάμιες. μεσηγὺ δὲ, ἁδροτέρως διαιτᾶν ἐς ἄλλης κενώσιος ὑπομονήν. χρὴ γὰρ καὶ τῷ στομάχῳ ἀρήγειν, καὶ τῷ νοσέοντι καὶ κάμνοντι, τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. ἐπίπροσθεν μιῆς ἡμέρης λεπτῶς διατηθέντι, μέλανος ἐλλεβόρου δοτέον3 ξὺν μελικρήτῳ, σταθμοῦ ὁκόσον ὁλκὰς δύο. ὑπάγει γὰρ ὅδε μέλαιναν χολήν· ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη, καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄριστον δὲ ξυμμίσγοντα διδόναι ἑκάστου μέρος ἓν ἐς ὁλκὴν δύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆς καθάρσιος, καὶ οἴνου βραχὺ διδόναι, καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος. στομάχου γὰρ τῇ δυνάμει καματηρὸν ἡ κάθαρσις. μεταβαίνειν αὖθις ἐπὶ τὰ μέσα· ἄχρι δὲ προχαλάσαντα ἐπιπλάσματι καὶ τέγξι, σικύην πρὸς τὸ ἧπαρ καὶ τὴν κοιλίην, ἢ τὸ στόμα ταύτης, προσβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεσις πολλόντι ἐπικαιροτέρη τῆς φλεβοτομίης· προσβάλλειν δὲ καὶ τοῖσι μεταφρένοισι μεσηγὺ τῶν ὠμοπλατέων· ἐνταῦθα τοῦ στομάχου ἐστὶ ἡ πρόσφυσις. εἶτʼ αὖθις ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαστηθῇ ἡ δύναμις, τὴν κεφαλὴν ξυρέειν· ἔπειτα σικύην τῇ κεφαλῇ προσβάλλειν, καὶ γὰρ ἡ πρώτη καὶ μεγίστη τῆς νούσου ἐν τοῖσι νεύροισι αἰτίη. ἀλλʼ οὐδὲ αἱ αἰσθήσιες ἔασι ἀσινέες, ἐκεῖθεν γάρ σφεων ἡ ἀπόστασις καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε, κοινωναὶ οὖσαι τῆς πάθης· μετεξέτεροι δὲ καὶ παραισθάνονται, παραφορῇ τῆς αἰσθήσιος· χρὴ δὲ μάλιστα τῷ στομάχῳ ἀρήγειν, καὶ τοῦδε νοσέοντος, καὶ ἐν τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψινθίου ξυνεχῶς, ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆς γενέσιος. ἀγαθὸν δὲ καὶ ἀλόη, ἥδε γὰρ ὑπάγει εἰς τὸ κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθος ᾖ, καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ, οὐκ ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς δὲ λοιπῆς διαίτης χρέος, ἔς τε ἀνάληψιν τῆς ἕξιος, καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος, καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψι βιοτήν.
第五章 忧郁症之治疗 于忧郁症患者,关于引出血液——是疾所由生之源——以及引出恶浊体液,皆须深加斟酌,且其分量绝非微少。若患者正值青春年华且值春季,当切开右肘正中静脉,以便令来自肝脏之血流合乎时宜。盖此脏器乃血液之源泉与胆汁化生之所,二者皆为忧郁之资养。即便患者羸瘦且乏血,亦当切开;然仅当引出微量,以正气能感知针砭为度,而不可令其张力受损力竭。盖纵使血液浓厚、多胆汁、凝滞且黑如油渣,此亦终为天命生机之宅窟与资养。是故,若引出过多超越所宜,天性便会因失养而离弃其基底。若为多血之体,则多半不致大危;当切开静脉,然不可于同日之内尽出所宜出之量,而当间隔施之;即便于同日亦可,其分量则当由正气盛衰显明之。于间歇之时,当以较充盈之饮食调养,以令其能耐受另一次泄下。盖亦当护卫胃腑,胃腑既有黑胆汁滞留其中,正处病痛劳困之中。令患者于前一日进清淡之饮食,随后当以蜜水配服黑嚏根草,重约二德拉克马。盖此药能下黑胆汁;而阿提卡百里香之嫩叶亦能排泄黑胆汁;最佳者乃将二者各取一份混合,使二者共合二德拉克马之重而给予之。泄下之后宜令其沐浴,并予少量葡萄美酒及膳食中其余愉悦之物;盖泄下之事甚耗胃气。继而复归于中道之法;先以贴敷与熨润之法弛缓肌腠,然后将火罐拔于肝区及腹部,或拔于胃之贲门部。盖此种引拔之法远比放血更为适时。亦当拔于两肩胛之间之后背,盖彼处乃胃之附着处。其后复加调养,若借饮食调摄而令元气萌发,则当剃去头发;继而拔罐于头部,盖此疾之首要且最大之根由乃在神经。然诸般官能感觉亦非未受损伤,盖诸感觉之发端与根源皆在于彼处。故而感觉亦协同发生逆乱,分担其受难;若干患者更因感觉之错乱而生妄觉。然尤须护助胃腑,盖此腑亦罹病,且黑胆汁滞留其间。故须令其连绵饮用苦艾之汁,自微量始渐至一合之量。盖此乃阻碍胆汁化生之物。芦荟亦佳,盖此药能将胆汁导引下行入于下部肠道。是故,若此疾初发,且其人尚未大为错乱,则于此等之外无须他种医治,唯须借其余之养生调摄,以求体质复旧,并求病邪荡涤无遗,以及元气坚固,免致疾病复发;余将于后文详述将息恢复期间之起居法度。
- 1.5χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφʼ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης , οὐδʼ ἐπὶ σμικρῷ τῷ πλήθεϊ
非人称短语 χρεώ(即 χρεών ἐστι)后接属格 βουλῆς,意为“需要深思熟虑”。ἀφʼ οὗ 之先行词为紧邻的名词 αἵματος(“疾病所由生之血液”)。ἀλλὰ καὶ κακοχυμίης 承接介词 ἀμφὶ 或与 αἵματος 并列作 ἀφαιρέσιος 之宾格性属格(“关于血液,以及恶浊体液之引出”)。句末之 οὐδʼ ἐπὶ σμικρῷ τῷ πλήθεϊ(“亦非关微少之分量”)补充说明所泄之分量同样需审慎斟酌。
- 1.5ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις · οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ
由关系代词 ὁκόσον 引导的两个希求法动词(αἴσθοιτο 与 ἐλεγχθείη)紧随 σμικρὸν ἀφαιρέειν(“当去除微量”),表限定或适度之范围:“以正气能感知切口为度,然不致在其张力(体能)上力竭受挫”。动词 ἐλέγχω 在此作被动态,意为“受试炼而屈服、显出衰竭”。
- 1.5ἐπίπροσθεν μιῆς ἡμέρης λεπτῶς διατηθέντι , μέλανος ἐλλεβόρου δοτέον
非人称动形容词 δοτέον(“当给予”)以与格分词 διατηθέντι(被动过去时,“对已被调理饮食者”)指称承受行为之病患。ἐπίπροσθεν μιῆς ἡμέρης 为副词性短语,意为“在前一日”。全句结构为:“对前一日曾调摄清淡饮食之患者,当给予黑嚏根草”。
