- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.4#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述癫痫患者之调摄养生法则,详述适度起居、顺畅便溺、芬芳林木间之步行动作、避忌眩晕之物、清淡辛散之饮食,并力斥非时早婚之非,倡导居于温燥之乡。
Προσαρήγειν δὲ καὶ τῇ διαίτῃ, καὶ ἑκάστοισι τῶν γινομένων, ἢ διʼ ἄλλων, ἢ διʼ αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν, μηδὲ πρήσσειν τι εἰκῆ, μάλιστα μὲν ἐφʼ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦντα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν.1 καὶ γὰρ ὁρήματα ὁκόσα μὴ θηητὰ, καὶ ἀκούσματα, καὶ γεύματα, καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα. ὕπνος πολλὸς, παχυτὴς, ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον, μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροὶ, εὐθέες, ἀνέλικτοι, εὔπνοοι, ὑπὸ δένδρεσι μὲν μυρσίνης, ἢ δάφνης, ἢ τοῖσι δριμέσι, καὶ εὐώδεσι βοτάνῃσι δὲ, καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόσμῳ· μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ μὴ, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραὶ καὶ αἵδε εὐθέες· ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν εἰς τὸ Ῥεῦμα ἐνορῆν,(ἰλίγγων γὰρ ποιητικὸν Ῥόος) μηδὲ ἐς κύκλον στρωφώμενον, μηδὲ βέμβικα δινεύμενον. ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα·2 ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις· ἀπὸ δὲ τῆς αἰώρης, περίπατος ἠρεμαῖος· ἔπειτα ἡ ἡσυχίη, ἐς ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου· γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας, τριβέντων τῶν ἄκρων ἀφʼ ἡμιτυμβίου λινοῖσι ὠμοῖσι· ἄλειμμα μὴ κάρτα λιπαρόν· τρῖψις ἐν μελλήσει μὲν οὖσα, σκληροτέρη δʼ ἐς πύκνωσιν· οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι. μεσηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω. γυμνάσια τὰ εἰς τὸν αὐχένα καὶ ὤμους· χειρονομίη· πάντα ὁκόσα μοι ἐπὶ σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου. πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν. τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι, κακόν· σιτώδεις δὲ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ, καὶ τὰ ἐκ τῶνδε Ῥοφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν. τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα, πεπέριος, ζιγγιβέριος, λιγυστικοῦ. ἐμβάμματα δὲ, διʼ ὄξεος καὶ κυμίνου, καὶ ἡδέα καὶ χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν· εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ· ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ φύσι, οἷόν τι τὰ πτηνὰ, πλὴν νήσσης· καὶ τῇ πέψι, ὅκως λαγωοὶ, ὑῶν πόδες, τάριχος· καὶ ἐπὶ τοῖσι, δίψος ἀγαθόν. οἴνου ὀλιγοποσίη, λευκοῦ, λεπτοῦ, εὐώδεος, οὐρεομένου· λαχάνων ἑφθῶν, ὁκόσα ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι, ὁκοῖόν τι κράμβη, ἀσπάραγος, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφʼ ὥρᾳ· σίκυος δὲ καὶ πέπων ἀνδρὶ μὲν κρατερῷ περιττὰ, τισὶ δὲ δοτέον μέσφι γεύσιος. κακὸν γὰρ τῶνδε ἡ πληθὺς, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ σταφυλῆς ἡ χρῆσις ὡραῖος· περίπατοι· ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος. ὀργὴ δὲ καὶ λαγνείη, κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ σύμβολα. ἀπάτη δέ τις ἔς τε μετεξετέρους ἰατροὺς συνουσίης. ἐπεὶ γὰρ ἡ τῆς φύσιος εἰς ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήσσει, μετεβιάσαντο τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ, ὡς θᾶσσον ἀναρρώσοντες· ἀγνοέουσι δὲ τῆς φύσιος τὴν αὐτομάτην προθεσμίην, ἐφʼ ᾗ πάντα γίγνεται τὰ ἄκεα· ἥδε γὰρ ἑκάστῃ ἡλικίῃ συντίκτει τὰ οἰκεῖα ἐν χρόνοις ὡραίοισι. ἐν χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου, πολιῆς. τίς ὦν ἰητρὸς προσαλλάξαι τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν, τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην;3 ἀλλὰ καὶ προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί τινες ἔασι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενοι ἀωρίῃ τοῦ πρήγματος. βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι. ψυχρὸν γὰρ, καὶ ὑγρὸν, ἡ νοῦσος.
亦当藉由养生调摄以资相助,且对于无论是经由他人抑或由病者自身所行之诸事皆当留心。此时不可有所忽视,亦不可妄行任何举措,尤当于一切细微之处务求有益,若不能有益,亦绝不可致害。盖凡不堪入目之景象、声响、滋味以及无数气味,皆能引动是疾。故而于凡事皆当深加省察。过多之睡眠致使体质肥重、怠惰,并令神明昏昧蒙翳;适度则为良善。睡后通利大便为最善,尤以排泄滞气与痰浊为佳。散步宜长远、平直、无曲折且通风良好,行于香桃木或月桂树下,或穿行于辛烈芬芳之草本间,如风轮菜、薄荷、百里香、留兰香;尤以野生自长者为佳,若无,栽种者亦可。于其间亦宜作长途平直之舆轿摇动;远行虽佳,然不可临河逼视流水(盖水流极易致人眩晕),亦不可注视旋转之圆物或旋转之陀螺。盖病者极难维系内气之沉潜稳固,内气易随旋转而回旋动荡。旋转乃是眩晕与癫痫之诱因。摇动之后宜缓步微行,继而静息,以平复摇动中所生之扰动。其后宜活动手部,先以粗麻布巾摩擦四肢末端。涂抹之膏脂不可过润。推拿初起宜缓,继而转硬以使皮肉致密,盖此辈病者多为虚浮肥厚。于通体推拿之中途,当令头部端正直立而施推拿。针对颈项与肩胛之运动、手部屈伸操练,凡余论及眩晕患者之法皆当备用。彼处繁冗之文在此无须重述,唯此辈之操练须更为猛烈,以求出汗与生热。盖此等举措皆能使浊滞消解稀释。此外,于平生举止之中,须培育敏达而不致暴怒之意气。 凡用肥厚豆类之食皆恶。于谷食之中,宜用较干之麦面、淘洗之粗麦,及由此熬制之糊羮;至若调和滋味之物,与前述相同。然辛香之品如今当增多,如胡椒、生姜、欧当归。以醋与孜然调和之蘸料,既美口腹亦见功效。于肉类,最善者莫若全然禁绝;若不能,亦当在医治期间禁之;及至将息恢复之时,当用性轻之品,如飞禽(野鸭除外);以及易化之物,如野兔、猪爪、腌干鱼;食后微渴为佳。饮酒须节制微量,取色白、质清、芳香且利尿者。熟菜当用具辛香之力能消解浊滞且动小便者,如甘蓝、天门冬、荨麻;生菜则宜食应季之莴苣。黄瓜与甜瓜对于强健之人尚属赘余,对若干病者仅可供尝味而已,盖此等瓜果过量则有害,其性寒凉且多湿故也。食鲜无花果与葡萄宜应天时。常行步散心,其后当有绝无忧恼之怡悦。 忿怒与纵欲皆恶,盖此举亦带是疾之征象。于若干医人中存有一类关于房事之妄见。盖因自然转入壮年之变能收良效,彼等遂以非时之早婚房事强逼少年之天性,意欲令其速愈。然彼等不知天命自然之限期,一切治愈皆系于此;盖自然于相宜之岁月中,伴随各年龄而顺应化生其专属之征象。精水、髭须、白发之熟,皆有其时。试问有何医人能擅改自然化生之功,无论最初精气之变异抑或各人之定期?彼等反倒戕害疾病之本性;盖受此非时之举所戕,少年于可行房事之初已失其适宜之年岁。 起居当居于温暖干燥之乡,盖此疾本属阴寒沉湿也。
- 1.4ἐφʼ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦντα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν
中性复数宾格分词 ὠφελεῦντα 与 βλάπτοντα 在句中作前述不定式短语 πρήσσειν τι 中 τι 之修饰语或谓语性补足语(亦可视为宾格绝对结构),意为“使在每一细微处皆有益,若不然,则无害”,化用了著名的希波克拉底“利人而不伤人”之医德格言。
- 1.4ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα
比较级形容词 ἀσθενέστερος 后接限制性或结果性不定式 ἱστάναι,省去了比较从句(如 ἤ ὥστε),表示“身体过于虚弱以致无法保持内气沉静稳固”。主语即语境中的癫痫病者。
- 1.4τίς ὦν ἰητρὸς προσαλλάξαι τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν, τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην;
未带 ἄν 的希求法 προσαλλάξαι(爱奥尼亚方言及晚期希腊医学散文中常见)构成反诘修辞句,表达强烈的“绝不可能”:“又有何医人能够改动……?”句中的 τοῦτο μέν ... τοῦτο δέ 作对称并列结构,引出两个作宾语的名词短语。
