- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.4#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详述癫痫的治法:若属头部病变,则行放血、穿颅烧灼与发赤发泡之术;若属脏腑引致,则行宣泄通下并服食海狸香及辟毒复方,同时述及饮人血等极端的民间疗法。
Κεφ. δʼ. Θεραπεία Ἐπιληψίης. ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι.1 φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώδεος ἐφʼ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπον, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν.2 ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ Ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ. ἢν ὦν τῆς κεφαλῆς λάβηται, ἐνοικέει· τῇδε ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας, — ἠδʼ ἀμφὶ τὰς καθάρσιας, — φλεβῶν τῶν ἐπʼ ἀγκῶνος, μετώπου τῆς ὀρθίας, σικύης· τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι, πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη· ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω· καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων, τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα· πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα· φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους· εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν· ἀνύει γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τʼ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ· καὶ ἐπὴν ἐς μύδησιν, ἢ καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται· δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων· χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος, τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν. κανθαρίδες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν ἢν κεφαλὴ πεπόνθῃ. ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην καὶ τάδε ἐπάγει τὴν νοῦσον, — ἥκιστα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον, ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου, — ὅκως δʼ οὖν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπʼ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ σπλάγχνων γὰρ ἡ Ῥοή· ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων, καὶ τῇ ἱερῇ, καὶ κνεώρῳ, καὶ κόκκῳ κνίδης· τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων ἡ σικύη· ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, ὁ φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι, εὔροα καὶ εὔπνοα ποιέειν· καὶ πεπτηρίοισι φαρμάκοισι, θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ· κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρήτῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη, καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου· εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κιννάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου, καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὕροις ἐν τοῖσδε τῶν δυνατωτάτων; λόγος, ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη, καὶ αἱ κατοικίδιοι γαλέαι βρωθέντες λύουσι τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας. ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ·3 εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο, ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν· ἄλλη δέ τις γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖσι μέχρι τῶνδε τλήμοσι.
第四章癫痫的疗法 于诸般疗法中,凡极其重大而力道至强者,皆当用于癫痫。盖此举所脱免者,非特每次发作时痛苦危殆之病态,亦免于其情状之丑陋与罹患此祸之羞耻。余自忖度,发作之时病者若能彼此相视,得见自身所受诸般惨状,定不复忍受苟活。然失去知觉与目不能见,恰为人人遮蔽了此等可怖与丑态。当岁数变迁促使人体发生巨大转变之时,医道顺应天资自然之转机最为良善。盖若疾病赖以滋生之不良习性养生消逝,则病邪便不再侵袭人体,随往昔所嗜之欲一并退去。 若病邪执着于头部并踞伏其中,则余所论头痛之一切治法,皆当施用于此,无论肘部静脉、额部直静脉之放血,抑或吸角拔罐,以及诸般通利泻下;然放血不可至虚脱昏厥之度,盖虚脱昏厥实乃发作之诱因。当切断耳之前后一切动脉;并当施以胜过诸法之彻底宣泄,用圣药神丹及能引头部痰浊之药;所用之药当强劲得多,盖此类体质尚耐劳楚,而意气昂扬与满怀希望亦使病者足以坚忍耐受。亦须以火灼灸头部,盖其功甚捷。当先钻穿颅骨直至板障,继而敷用蜡膏与敷贴之药;直至硬脑膜脱离骨质,若尚有少许相连直至自然脱落,当以环钻修割外露之骨,若见硬脑膜发黑而肥厚之时尤当如此;若在医者大胆救治之下,创口化脓或洁净,进而收敛成瘢,则患者便脱离此疾。最重要者乃使头部发赤发泡之法,惯常者如余前文所述,而以芫青(西班牙苍蝇)所作者力最强。然敷用之前,须饮乳三日以卫护膀胱,盖芫青极大损伤膀胱。此皆头部受病时之治法。 若中焦脏腑引致病因而诱发是疾——此等情形最为罕见,盖中焦更多是因大祸而与头部同病相引,非即疾病之始源——然无论机理如何,于此类患者亦当切开肘部静脉,盖浊流乃源于脏腑。此外,荡涤此类患者当甚于常人,施以圣药、荛花及荨麻子,盖此皆能引拔痰浊。于此等疗法中最为得时者乃吸角拔罐;至若敷贴诸药之繁多,显而易见,备述之实属赘疣,唯明晓其功力即可:即当以此等药剂令浊气稀释、通透发散、畅流而顺气。无论饮食或方药,皆宜选用温热、干燥且利尿之助化药物。胜于一切者乃海狸香,每月多次溶于蜜水饮之;诸般具同等功效之复方亦然,如取自野兽之复方(辟毒丹),及米特里达梯更为繁复之方;亦当饮用维斯提努斯之方,盖此等药物易化、化生气血且大利水道。盖凡宜载之单味生药,此等方剂皆含有:肉桂与桂皮、印度月桂叶,以及诸般胡椒与西风芹。盖于此等之中,至强之物何求而不得?有传言谓:进食鹫鸟之脑、生水薙鸟之心及家育鼬鼠之肉能解此疾。余未尝一试此等;然余尝亲见有人置浅杯于新割喉受戮者伤口之下,挹取其血而饮之。嗟乎,此眼前之大迫促,竟至忍受以恶浊之秽而疗治祸殃!然是否真有人由此得康复,未有能确凿告余者。另有典籍载称当食人之肝脏。然姑且录此,以供能忍受至此等极处之人参详。
- 1.4ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι
ἀκέων 是中性名词 ἄκος(治疗法、补救)的复数属格,作为部分格修饰 ὅτι περ μέγα καὶ δυνατώτατον(凡治疗法中重大而最强者)。不定式 χρέεσθαι 依赖于省略的非人称必要性动词(如 χρή 或 δεῖ)。
- 1.4εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπον, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν
该句由条件从句(εἴπερ 搭配未完成过去直陈式 ἐνέβλεπον)与嵌套的关系从句(ὁκόσα πάσχουσι οἱ νοσεῦντες)以及主句结论(反复使用 ἄν 的愿望式 τλαῖεν)构成。未完成过去时与愿望式的搭配表示与事实相反的假设推想('若能彼此互视发作之状,定不忍偷生')。
- 1.4ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ
感叹词 ὢ 引出感叹属格(τῆς παρεούσης μεγάλης ἀνάγκης,'嗟乎眼前之大迫促'),后接同格或解释性不定式短语(τλῆναι...,'竟至忍受……'),用于强烈慨叹不得不以极度可憎之秽物(饮人血)来救治疾病的无奈与悲剧性。
