- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详述暗黑性眩晕患者关于睡眠、运动(散歩、发声、荡晃、体操)、沐浴以及早晚饮食之摄生疗法。
διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς κακὸν, καὶ ἀϋπνίη. πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς. ἀτμῶν πλημμύρᾳ, ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ ξύμβολα· ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε Ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς τροφῆς οἰκονομίην, καὶ ἐς ἀνάπαυλαν τῶν διʼ ἡμέρας καμάτων. πρόνοια καὶ ἐπιμονή προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν·1 διαπνοῆς γὰρ ἡ μέζων αἰτίη, κοιλίη. ἀνάτριψις αὖθις σκελῶν διʼ ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς· ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι, ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν. ὀξέες γὰρ, κεφαλῆς διαστάσιες, κροτάφων παλμοὶ, ἐγκεφάλου διασφύξιες, ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης, ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος, πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι καμπῇσι, αἰώρη γιγνέσθω. ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι, προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ αἱ τῶνδε τρίψιες· ἐπὶ δὲ τοῖσι οἷον πρηέως ἐς ἀνάκλησιν θέρμης, καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα·2 ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν, καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ, ἢ δίσκων βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐνστάσιες σκοτώματα ποιέουσιν. ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες·3 ψυχρολουσίη ἀλουσίης κρέσσων· ἀλουσίη δὲ θερμολουσίης· στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη, ὑγείης ἡ κατάστασις· ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη. κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι, βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι, ἐς κατάστασιν τοῦ ταράχου. πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν. Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος· ἄριστον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον, εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον, ἢ Ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι·4 ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι· θυμηδία· ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.
关于治疗期间及此后全部摄生之法,余见解如下:过度之睡眠有害,失眠亦然。盖贪睡则因浊气充盛而麻痹头部知觉,致使百事怠惰。此等实为头重、耳鸣与眩光之由,亦即此病之征候。而失眠则致使不化、失养、形骸疲惫、精神委顿,心志极易昏乱;由此缘故,此类患者极易发狂而转为忧郁。然适度之眠则大有裨益,利于水谷之运化,亦使白昼之劳顿得以休歇。当以深虑与恒心,使通腑排泄居于首位;盖通下畅利乃通透发散之首要因由。继以粗糙麻巾摩挲双腿直至皮肤发赤,次及脊背与胁肋,最后及于头部。继此之后行步道引,起初与将歇之时宜缓,中间则宜疾步;散步之后当静歇,使气息平定。当行发声练气之法,多用低沉之音发声;盖清厉尖锐之声引致头部胀满、太阳穴跳动、脑络抽搐、双目充血与耳闻异响;而微有清亮之音则对头部最为有利。继之乃行摇晃荡漾之晃动疗法,以发散头部一切重坠之感;其量宜多,唯以不致疲劳为度;然不可于地面回旋转折或急转之处行荡晃之法,盖此等最易诱发头晕。步道亦当平直、修长而平坦。若患者素有进朝食之习,仅进单味麦饼,其量以不碍操练为度,盖其食必先已初化。次摩头部与双手及其揉擦;于此等摩挲之上,宜柔和行之,以召回阳热、充实肌理并坚实筋力。随后患者当直立挺拔,将头俯就于身材高过己身之人而受其摩擦。此外,体操诸法亦合宜施用,以助颈项运动与双手推击之势;且当高仰其头,亦以手击拳术、掷铁饼或奋勇角拳操练双目。然皮球无论大小皆为有害;盖头目之回旋与骤然注视,皆能引生昏晕暗黑。 腾跃与奔跑最为良善。凡向双腿之急剧运动,皆能强健周身筋骨。冷浴胜于不浴,而不浴又胜于热浴。冷水沐浴最能收敛、致密并干燥头部,此乃康宁建立之本;而热水沐浴最能濡润、松弛并昏蒙视线,盖此等皆为头部疾患之由。南风亦复如是,令人听觉重浊。操练之后当安居静止,以平息气血之动荡。按压头部以助肌肤之揉摩擦刮。 饭前饮水或淡酒;朝食宜清淡简朴;进食具有滑利之性的菜蔬之叶,如冬葵、甜菜、野苋。佐以开胃爽口、润肠滑便且不重坠头部之蘸汁,取百里香、风轮草或芥子制成。冬日进热卵,夏日进去壳之冷卵,不可炙烤;橄榄、海枣、适时之腌鱼、洗净之粗麦碎粒,调以微量甘甜之物以爽其味,皆属宜选之品。其后进盐。清静寡欲,息听寡言。散步于因树木或草药而通风格调爽心之处。若至晚食之时,最宜涂抹微量油脂后复行冷浴;若不能,亦当浴足。晚食宜以谷物为主,如薄饼、粗麦糊或不致胀气之大麦饮,充分煮沸以利运化;调和麦饮爽口之辛香料,如胡椒、胡薄荷、薄荷,微用葱白或韭白,切不可多至浮泛其上;醋之酸辛甚为合宜;肉类则取肥牲之瘦肉;猪蹄与猪头;一切飞禽,唯当节制其量;野兔与猎获之禽兽亦佳;家雌鸡易于获取而有益。一切干果甜点皆易致头痛,唯海枣、鲜美之无花果或葡萄除外,倘病患本无腹胀之疾;面点之中,取易化、无焦烟气且松软轻盈者。散步;怡情养神;于静谧之中安然就寝。
- 1.3προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν
名词 προεδρίη 本义为“前座、优先权”。此处与属格 τῆς κοιλίης 及介词短语 ἐς ἀπόκρισιν 连用,构成名词性谓语表达,意指当使肠腑排泄居于首要关注之地位。
- 1.3ἑωυτέου μέζονι ὑπέχοντα
分词 ὑπέχοντα 意为“伸出、俯就、交付”,支配与格 ἑωυτέου μέζονι(比自身高大之人)。此处指示患者直立站定,将头部交付身材高过自己之人进行摩挲操作的体位。
- 1.3τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες
略去系动词的紧缩名言句。以中性单数实质化短语 τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα(向双腿施加之一切迅捷运动)为主语,以复数名词 πάντων τονώσιες(对各部分的强健紧实)为表语,意指下肢剧烈运动能使全身张力提升。
- 1.3μηδὲ ὁκόσον ἐμπλεῦσαι
连词性否定词 μηδέ 引导 ὁκόσον 搭配不定式 ἐμπλεῦσαι,表示程度或数量的限制:“甚至不足以浮泛于上”,形象地指示作为调料之葱类仅能微量添加,不可浮满汤面。
