← 阿莱泰乌斯

论慢性疾病的治疗

§1.3#1

眩晕之病因与放血及发作时的应急救治

本节阐述眩晕之成因(由顽固头痛转变或体液排泄受阻),并详述放血、拔罐、头部清宣、为施用藜芦而设之引吐训练,以及发作时的紧缚与应急救援之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

Κεφ. γ. Θεραπεία Σκοτωματικῶν. καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη· ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπʼ αἰτίῃσι φύεται, αἱμορροΐδων Ῥόου ἐπισχέσι· κἢν ἀπὸ Ῥινὸς αἷμα μὴ Ῥέῃ, πρόσθεν Ῥέον, ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαίῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἴησιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν. ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι, τῇσι διὰ Ῥινὸς, ἢ ἱδρώτων, φλέβα τάμνειν τὴν ἐπʼ ἀγκῶνι· ἢν δʼ ἐπὶ ἥπατι πλημμύροντι, ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη.1 χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς Ῥινὸς πρὸς τοῖσι κανθοῖσι, σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας·2 ξυρεῖν τὴν κεφαλὴν, φοινίσσειν, φλέγμα ἄγειν διὰ Ῥινῶν πταρμικοῖσι, ἢ διὰ στόματος, ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν Ῥῖνα, ἔχει τὴν πρόσθεσιν. ἐπὴν δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἵκγῃ ἐς τέλος, ὁκόσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν· ἐμέτοισι τοῖσι ἀπὸ δείπνου, ἠδὲ τοῖσι ἀπὸ Ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστὶ, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν· μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι·3 ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται, καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον· ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι ὀρέξαι ἐς μέγεθος σησάμου, ἢ ὀλίγον ἁδρότερον τετμημένον· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις· σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆσδε ποιήσιος ὁ τρόπος ἄλλῃ πη λελέξεται. μεσηγὺ δὲ ἑκάστου ἄκεος, ὑπανατρέφειν τὸν νοσέοντα, ἐς τὴν τῶν μέσων ὑπομονήν. ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· Ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθʼ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους· γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος.

第3章暗黑性眩晕之治疗 眩晕既可由顽固头痛相续而来,亦可因痔疮出血骤止、昔日鼻衄如今不流、或向来劳作者身体未能通过汗出或劳力而透散等原因而原发。若此症紧随头痛而发,自当依前文对顽固头痛所载之一切方策施治;至于当以何法更峻烈施治直至诸疗法之极则,余将于后文详述。然若此病由某种体液阻滞而起,则当激荡其旧常之排泄;盖恢复自然机能本属有益于康宁。倘旧常排泄迟迟不至而病情日增,则对鼻衄或汗出等其他闭阻,当切开肘部静脉;若因肝脏、脾脏或中焦脏腑壅塞充盈所致,拔罐甚有裨益。凡静脉所能大量流出之血量,亦当自此等部位汲引同等之数;盖此与胃腑无异,皆为病机之资粮。继此之后当连类施以头部疗法:切开额正中直行之静脉,或鼻两侧近眼角之静脉,于头顶拔罐,截断动脉;剔除头发,敷药发赤,并如余前所述,以催嚏剂令痰涎自鼻孔引出,或令其自口中吐出;除将仙客来或繁缕之汁滴入鼻孔乃新增之法外,余皆遵照顽固头痛项下所述之次序行之。 待头部治疗施尽之后,对眩晕患者更趋峻猛之疗法当施行如下:宜用晚饭后之催吐及以萝卜引吐,此乃自此以后所必需者,且亦为施用藜芦之预备。盖在进用更峻烈之催吐药之前,当先以胃腑之习练而行催吐;况且此时痰涎亦变清稀,更易受藜芦之融解。藜芦之剂型有数种:对体魄较健壮者,投以切至如芝麻大小或稍大之剂;服法乃和以洗净之粗麦碎粒或扁豆,其重量为两德拉克马。对衰弱羸瘦者,则用蜜调煎剂:分量为两匙或三匙;其制法将于别处述及。于每次治疗之间隙,当徐徐调养病患,以令其能耐受居间诸事。 于发作之际,亦当如此救援:紧缚踝上与膝上之双腿,以及腕部与肩下近肘部之手臂。头部湿敷:蔷薇油调和香醋;当于油中煎煮野百里香、独活、常春藤或类似之物。摩挲四肢与面部;闻嗅香醋、胡薄荷、薄荷,以及诸物调和香醋之气味。撑开下颌,盖有时患者牙关紧闭;轻搔扁桃体以激引呕吐;盖有时一旦涌出痰涎,病患遂自昏蒙中苏醒。凡此诸法,皆为缓解发作并驱散昏暗之雾障。

语法注3 条
  1. 1.3ἀρῆγον ἡ σικύη

    中性现在分词(或形容词)ἀρῆγον 与阴性主语 ἡ σικύη(拔罐)连用作谓语,意为“拔罐甚为有益/奏效”。

  2. 1.3ἐκκόπτειν τὰς ἀρτηρίας

    医学专业术语,指动脉(尤指颞浅动脉)截断术或切开术(arteriotomy),与前文之静脉切开(φλέβα... τάμνειν)相对照。

  3. 1.3μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι

    μελέτῃσι 为方式/手段与格,指“通过胃腑之习练/操练”;ἐπί 接与格(ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι)在此表预期,意为“鉴于/在进用更峻烈之催吐药之前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.3#1