← 阿莱泰乌斯

论慢性疾病的治疗

§1.2#2

顽固性头痛的烧灼穿孔术与康复调摄

本节阐述顽固性头痛久治不愈时的极刑疗法——烧灼、颅骨刮削及穿孔术,继而详述康复期的体操、发赤外敷药以及严格的饮食与起居调摄,并指出偏头痛治法相同,最终以藜芦作为绝招。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

ἢν δὲ ἐπὶ τουτέοισι ἡ κεφαλαλγίη μίμνῃ, κἤν ποτε ἀποπαύηται, αὐτὸ χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης.1 φιλυπόστροφον γὰρ κακὸν, καὶ ἐν ἕδρῃ ἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰς κόμας ξυρῷ, (καὶ γὰρ τόδε κεφαλῇ ὀνηϊστὸν) καίειν πυρίῃσι καυτήρων, ἐπιπολῆς μὲν ἐς μύας· ἢν δὲ μέσφι ὀστέου ἐθέλῃς, ἀπάνευθεν καὶ τῶν μυῶν· μύες γὰρ καυθέντες ἔασι σπασμῶν προκλήσιες. κἢν μὲν ἐπιπολῆς καύσῃς, οἶνον εὐώδη λευκὸν ξὺν Ῥοδίνῳ καταιονεῖν ἅλις. ὀθόνην δὲ χρὴ τέγξαντα ἐπιπεταννύναι τῇσι ἐσχάρῃσι μέσφι ἡμέρης τρίτης· ἢν δὲ βαθεῖαι ἔωσι αἱ ἐσχάραι, πράσου χρὴ κόμην ξὺν ἁλὶ τρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα τιθέναι· τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ Ῥοδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι, ἢ φακὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι. ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα ἄλλῃ πη γεγράψεται. ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον.2 οἱ δὲ καὶ ἐσέτρωσαν τῷ ὀστέῳ, μέσφι μήνιγγος. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι, κἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαίη ἐπιμίμνῃ, ὁ δὲ νοσέων εὔθυμος, καὶ ὁ τόνος τοῦ σώματος ἀγαθός. ἢν ἐκ προσαγωγῆς ἔωσι,3 γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη, ἁλτήρων βολὴ, ἔξαλσις, καὶ ἡ ξυνευπαίδευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον. Πιττοκοπίη τῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου· ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς Ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα, καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα. δίαιτα δὲ ἡ μὲν ἐφʼ ἑκάστῳ τῶν ἀλγέων λεπτὴ, ὀλιγοποτίη καὶ ὑδροποτίη, ἐπίπροσθεν μάλιστα ἄκεός τινος. ξύμπαν δὲ, δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ σιλφίου, σινήπιος δὲ μὴ πάγχυ, καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ ἄχαρι, φλέγμα χύον, καὶ διαπνέον, ἢ διελαῦνον κάτω. ὀσπρίων κάκιστον κύαμος καὶ τὰ τοῦδε εἴδεα, πισσοὶ, καὶ ὠχροὶ, καὶ δολιχοί· δεύτερον φακοὶ, οἵ γε ἔχουσι μέν τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι· χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν οἴνῳ, καὶ μέλιτι ὅσον ἡδῦναι· καὶ τὸ ἐκ τουτέων Ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποὶ, κάρου, κοριάνου, ἀνίσου, σελίνου· τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη, καὶ γλήχων πρὸς τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσῶν ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ ἀλέκτορος, πτηνῶν ἡ φάσσα, ἡ πελειὰς, καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα πίονα. συῶν τὰ ἄκρεα, λαγωὸς ὀπτός· βοὸς δὲ καὶ ὄϊος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον· ἔριφος δὲ οὐ πάντη κακός· γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ πετραῖοι, ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι. λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίας ὑπαγωγὰ, μαλάχη, βλίτον, τεῦτλον, ἀσπάραγοι· δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δὲ, θριδακίνη πάντων ἄριστον· ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαὶ, Ῥαφανῖδες, γογγυλίδες, σταφυλῖνοι· οὐρητικὰ μὲν, πλήσμια δέ· σίσαρον φυσῶδες μὲν καὶ στομάχου ἐπαρτικόν. οἶνος λευκὸς, λεπτὸς, γλυκὺς μὲν ἐγγεγράφθω, στύψιος ἔχων, ὡς μὴ ἴσχειν τὴν γαστέρα· τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικες πάσης ἰδέης· σῦκον δὲ ὀπώρῃ καὶ σταφυλὴ προσηνὲς, καὶ ὅ τι ἂν ἐπὶ τῆς ὥρης ἄριστον· πλησμονὴ πάντων καὶ τῶν ὠφελούντων κακόν. κάκιον δὲ ἀπεψίη· κόποι ἀπεψίης μὲν ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε. περίπατοι ἕωθεν, ἐπὶ τῆς κοιλίης ἐκκρίσι· εὔπνοοι δὲ καὶ εὔφοροι· ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ· αἰώρη μακρὰ, νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ ὁ σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροις, κακὸν ἐπίσπαστον.4 ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν, καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου· κἢν παράλιός τις ᾖ, ἀγαθὸν λούεσθαί τε τῇ ἅλμῃ ψυχρῇ, καὶ νήχεσθαι τῇ θαλάσσῃ, καὶ τῇσι ψάμμοισι ἐγκαλινδέεσθαι, καὶ βιοτεύειν ἐς θάλασσαν. Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.

然而,若经此等处置之后头痛依然顽固不退,纵使有时暂得缓解,亦当施以医道之极则。盖此疾极易复发,且常深固于其巢穴之中潜伏。是故当以剃刀剔除头发(此举本身对头部亦甚有裨益),以烙铁之热灼烧之;浅者灼至肌肉,若欲深入及骨,则须避开肌肉;盖肌肉受灼乃引起痉挛之端。若仅浅灼,当以大量芳香白葡萄酒调和蔷薇油灌洗;并当浸透亚麻布,敷于焦痂之上,直至第三日。若焦痂深陷,则当将韭叶加盐研碎,涂于麻布上敷贴;至第三日,浅痂敷以蔷薇油所制之蜡膏,深痂则敷以调蜜之扁豆。至于生肌敛疮之药,将于别处载述。亦有人于额上沿冠状缝切开皮肉直达骨骼,刮拭此骨或凿至板障,以导引肉芽生长;亦有人甚至将骨刺穿,深入至脑膜。此等皆属勇烈之疗法;然若施尽前法而头痛仍不衰减,病患神气尚旺且体魄健实者,自当用之。 若病患渐趋平复,当行直立以运胸肩之体操,如手势运动、掷哑铃、跃起,以及于此等运动中受过良训之盘旋伸缩动作;按摩则起初与末尾施于双腿,中间施于头部。 以沥青膏贴敷并撒粉当反复施行。亦当令头部发赤,或以辛芥调和双倍面包涂抹,免致灼热不可耐受;或涂抹复方药物,如以利姆涅斯提斯、大戟汁与野生除虫菊配伍之剂。此外,泰普夏树汁及与其同用之药亦具止痛之效,既能缓和一时之剧痛,又能拔动病邪之根柢;凡能令皮肤发赤肿起并生出类似粉刺样小丘疹之药皆属此类。 于每次发痛之际,饮食当极其清简,少饮且止饮水,尤以施用某项治疗之前为甚。总括而言,当禁绝辛辣之物,如葱、蒜及阿魏汁;然不必全禁芥子,盖其辛辣之性除利于胃气外,对头部亦甚有宜处,能化解痰涎、令其发散或向下排泄。豆类之中最恶者为蚕豆及其同类,如豌豆、黄香豌豆与豇豆;次恶者为扁豆,扁豆固然具有某些助消化与通泄之功,然能充塞头部而引发疼痛;惟若与胡椒同煮则毋须废弃。洗净之粗麦碎粒调以葡萄酒及少许调味之蜂蜜甚佳,由此煮成之稠饮及佐以清汤者亦然。盖调味所用之籽实亦善,如藏茴香、芫荽、茴香、芹菜子;然更胜于此者乃薄荷草,胡薄荷除芳香之外,亦兼具利尿与行气之功。肉类之中,凡久存陈腐者皆有害;新宰之公鸡,禽类中之林鸽、原鸽,以及其余一切不甚肥腻之禽鸟皆可食。猪之四蹄端部、烤野兔亦宜;牛肉与羊肉则使体液稠厚而充塞头部;山羊羔肉并非全然不可;乳与乳酪则必致头痛。鱼类宜选岩礁之鱼,以及各地方最为上乘者。熟菜之中,利尿通便者宜,如冬葵、苋菜、甜菜、石刁柏;包心菜亦带辛辣;生菜之中,以莴苣于诸物中最善。根茎类纵经煮熟亦属不良,萝卜、芜菁、胡萝卜虽能利尿,然甚充塞头部;欧防风则易生虚气而令胃部胀满。葡萄酒当选白、清澈、味甘者,略带涩味,以免闭结肠胃。除各类干枣外,一切果脯甜食皆致头痛;秋季则无花果与葡萄甚合时宜,凡应季之上品皆可。凡物充食过度,纵使有益者亦成祸害。消化不良更为恶劣;劳顿虽不如消化不良之害甚,然亦损人。清晨排便后当行散步,宜于微风通畅、平坦易行之处;晚餐后散步亦极善。荡动运载当持久、无风,且头部避日晒,盖天狼星之烈日大害于头。近女色乃自招头部与筋脉之祸。当自寒冷之处迁徙至温暖之境,自潮湿之地移居至干燥之乡。航海与居于海上大有裨益;若居于海滨,以冷海水沐浴、入海游泳、于沙中翻滚,面向大海而居,皆为善法。 偏头痛之治法与此相同。盖凡适于全头之方,用于头部之任何局部亦属良善。若经此等疗法而顽疾仍不得脱者,当施以藜芦,此乃万法之中最终亦最猛烈之导引。

语法注4 条
  1. 1.2αὐτὸ χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης

    αὐτό 为起强调作用的中性单数宾格代词,通过超置修饰介词 ἐς 的中性宾语 τέλος(即 ἐς αὐτὸ τέλος,“直达极则本身”)。不定式 ἥκειν 由非人称动词 χρή 支配。

  2. 1.2καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον

    指示代名词 τόδε 为中性单数宾格,指代前句 ἄχρις ὀστέου 所隐含的 τὸ ὀστέον(“骨骼”),同时充当分词 ἐπιξέσαντες、ἐπικόψαντες 及谓语动词 ἤγαγον 的直接宾语。全句主语承接前文的 τινές(“某些医者”)。

  3. 1.2ἢν ἐκ προσαγωγῆς ἔωσι

    由 ἤν 引导的条件从句,搭配爱奥尼亚方言虚拟式 ἔωσι(相当于雅典方言的 ὦσι)。其主语承前省略,指代“病患们”。介词短语 ἐκ προσαγωγῆς 为医学习语,意为“循序渐进地”或“处于渐进调摄/康复过程中”。

  4. 1.2ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροις, κακὸν ἐπίσπαστον

    系词省略的判断句。属格 γυναικός 作 ὁμιλίη 的客观属格(“与妇人之交接”)。与格 κεφαλῇ 与 νεύροις 为损益与格(“对头部和筋脉而言”)。形容词 ἐπίσπαστον 源自动词 ἐπισπάω,意为“自招的”、“引火烧身的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.2#2