← 阿莱泰乌斯

论慢性疾病的治疗

§1.2#1

慢性头痛的放血与排痰疗法

作者详述了慢性头痛的治疗程序,包括肘部与额部的放血、拔罐、动脉切除术,以及通过鼻腔和口腔引流黏液并划刺鼻内黏膜放血的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

Κεφ. β. Θεραπεία Κεφαλαίης. κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη·1 καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς, ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ. εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου, μέζω γὰρ προσεπιγίγνεται ἄχθεα, τάμνειν τὴν ἐπʼ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν. ἄριστον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος, ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν· μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν, ἔπειτα τὴν ἱερὴν, τὸ καθαρτήριον, ξὺν μελικρήτῳ πιπίσκειν. ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί· κἢν εὖ καθαίρηται, λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν· ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν. κυριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις· τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω, κενεαγγέειν γὰρ οὐ χρή· ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην. τὴν δὲ ἑτέρην τὴν μεσηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον, σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν· κεφαλαίην γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν διπλαῖ δέ· αἱ μὲν κατόπιν εἰσὶ ὤτων σμικρόν τι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι· αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπροσθεν, αὐτῶν πλησίον. παράγεται γὰρ τῷ ἀντιτράγῳ, ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι. τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας· αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδʼ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι. ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαντα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ, ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ Ῥινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ Ῥίζα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦ χηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν· ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ, ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔκχυτον· ἐγχεῖται δὲ διὰ τοῦ Ῥινός γ αὐλοῦ. δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ.2 πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει· τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν ἀλλήλοισι, καὶ ἰδίῃ· ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι· καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος, τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν· ἐπὴν δὲ, ἐς ὅσον θέλῃς, τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες. δεῖπνον εὐτελές· ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου· μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ μεσηγὺ τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου πολλὸν ἐμπάσσων, ἢ Ῥητίνης τῆς ἀπὸ τῆς τερμίνθου τοῦ δένδρεος ἐντήκων ὁλκῆς δραχμὰς δύο· ἐς δὲ τὴν ἐπιοῦσαν ἡμέρην αἷμα τῆς Ῥινὸς ἔνδον ἀφαιρέειν, ὡς εἴσω παρωθεῖσθαι τὸ ὄργανον κατειάδιον εὔμηκες, ἢ τὸ καλεόμενον τορύνην. ἢ εἴ τις ἐλλειπῶς πρὸς τάδε ἔχει, χηνὸς χρὴ πτεροῦ τοῦ καυλοῦ τοῦ παχέος ἀπογλύψαντα τάμνειν τὰ νεῦρα ἐς ὀδόντας ὅκως πριστῆρα· καὶ τόδε ἐς Ῥῖνα κατιέναι, μέσφι τῶν ἠθμοειδῶν·3 ἔπειτα ἀμφοτέραισι χερσὶ κινέειν, ὡς ξυγχαράσσοιτο ὑπὸ τῶν ὀδόντων ὁ χῶρος. Ῥηϊδίη δὲ καὶ πολλὴ τοῦ αἵματος ἡ φορή· φλέβες γὰρ ἰσχναὶ τῇδε κραίνουσι καὶ τὰ σώματα μαλακὰ καὶ εὔτμητα. ἔασι δὲ καὶ τοῖσι δημότῃσι πολλοὶ τῆς ἐγχαράξιος οἱ τρόποι καὶ βοτάνῃσι τρηχείῃσι καὶ φύλλοισι δάφνης ξηροῖσι, ἐνθέντες τάδε τοῖσι δακτύλοισι κινέειν εὐτόνως. κενώσαντα δὲ ὁκόσον χρή· (ἔστω δὲ πλῆθος ἐς κοτύλης τὸ ἥμισυ)· μάσσειν σπόγγοισι καὶ ὀξυκρήτῳ, ἢ ξηρόν τι ἴσχαιμον ἐμφυσῆν, κηκῖδα, ἢ σχιστὴν στυπτηρίην, ἢ βαλαύστιον.

第二章。偏头痛及头痛之治法。 头部就生命所必需的程度而言有多大,在疾患中其严重难愈的程度亦有同等之巨。关于头部的疾患,其初期往往易于耐受,仅伴有轻微疼痛、耳鸣与沉重感。但若任其加剧,其终局便具毁灭性。因此,绝不可忽视哪怕最细微之疼痛;盖在部分病患身上,即便是微细之方亦曾奏效。然而,若历时已久——因随之必产生更大之痛苦——便须切开肘弯处之静脉;而在切开前两日,当饮以葡萄酒。医者当审度病患之体力以决定放血之分量。最好不可一次放尽,俾使体力得耐受放血之量,且病势可藉同类疗法得到持续动摇。此法实适用于一切慢性疾病。随后相隔三至四日,当进食较稠厚滋养之食,而后以蜜水送服名为圣药之清下剂。盖此药最能将滋养病邪之物自头部引退。药量当在衡重四至五德拉克马左右;若泄下充分,则当令其沐浴、予葡萄酒以增益体力。其后,再次切开额部直行之静脉;盖此项放血最为关键有效。其量约一考图勒或略多。切勿放溢过度,盖不可令脉管空虚。继而以剃刀剔除头发,先将第一具拔罐敷于头顶;另一具则不放血而贴于两肩胛之间,并在头顶处不加惜力地划刺,无论就所吸血量或切口深浅而言皆然;盖直达骨部之疗法对顽固头痛方有裨益。待创口结痂收口,便切除动脉。动脉有两对:其一位于耳后稍深处,凭脉搏跳动清晰可辨;另一对位于耳前近旁,盖其沿对耳屏循行,亦同样凭搏动清晰可察。当紧贴骨部切断较粗之动脉,盖此类动脉最见功效。每条动脉之上尚附有极细之微脉,切除此等微脉全无益处。其术式已于外科学论著中述及。此法对偏头痛、癫痫、眩晕,总而言之对头部之一切疾患皆为良方。 在所有这些疗法之外,须先以泄下丸剂或灌肠清空胃肠,而后引出黏液。或以嚏药由鼻孔引之,或以引痰涎之药由口引之。嚏药之品类有胡椒、肥皂草根、海狸香;此等亦可混合使用。将其研为细末、过筛后,以芦苇管或鹅羽之粗梗吹入。比此等药力更强、更猛烈者,乃大戟汁与上述任一药物之混合物;此外亦可与新葡萄酒油、黄瓜子油或苏合香膏调和。此剂极易流动而适于注入,当以鼻用导管注入。此导管由单一出口分支相连呈双管,以便同时注入双侧鼻孔。盖两鼻孔分别先后施药之间隔令人难以忍受,头部瞬即充血发赤,剧痛袭来。由口引黏液之药则有芥子、荨麻子、胡椒、野葡萄藤;此等可合用,亦可单用。盖咀嚼此等药物即可令人连续吐涎;亦可调以水或蜜水服下,令其漱口,仰首将药液推向扁桃体近旁,借呼气之气流鼓漱。待引出所需分量之黏液后,当以大量温汤洗沐并喷淋头部以助发散,盖此前已产生剧烈之壅塞。 晚餐当清淡;但亦当进葡萄酒以振奋胃气,盖胃亦大受劳顿。待间隔期体力稳固后,当用常用之灌肠剂,撒入多量天然碱,或熔入衡重两德拉克马之笃耨香树脂。次日则自鼻腔内部放血,将名为细长探针之器具或所谓匙状器推入鼻内。若缺此等器具,当将鹅羽之粗梗削平,将其纤维切成锯齿之状;将此插入鼻内直抵筛骨,随后以双手转动,俾使该处为锯齿所划刺。出血迅速而充盈,盖细微静脉止于该处,且组织柔嫩易切。民间亦有诸多划刺之法,采用粗糙草药及干燥月桂叶,以指夹持并有力转动。待排出所需血量后(其量约为半考图勒),以海绵蘸醋水擦拭,或吹入干止血药,如没食子、裂明矾或石榴花。

语法注3 条
  1. 1.2κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη

    相关句式 ὁκόσον ... τοσόνδε(在何等程度上……就在同等程度上……)。主语 κεφαλή 虽为阴性名词,但关系从句中的谓语形容词 ἀναγκαῖον 却采用中性单数形式,此系将“头部”这一器官或其作用抽象概括为“不可或缺之物”(概念性泛指中性谓语)。主句中的 τοσόνδε 作程度状语(副词性宾格),修饰阴性最高级形容词 χαλεπωτάτη。

  2. 1.2οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ

    以阴性名词 ἡ διάστασις 为主语,谓语形容词 ἀνασχετόν 却呈中性单数,属于概括性叙述,意为“……的间隔乃是不可忍受之事”。ἰδίῃ καὶ ἰδίῃ 为副词性习用语,意为“各自单独地、分别先后地”。

  3. 1.2μέσφι τῶν ἠθμοειδῶν

    介词 μέσφι(爱奥尼亚方言及诗语形式,相当于 ἄχρι 或 μέχρι,意为“直至、深至”)支配属格 τῶν ἠθμοειδῶν(筛骨)。指将器具深入鼻腔内部直至筛骨区域。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:1.2#1