- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了膀胱急性疾患(炎症、溃疡、结石与血栓)的剧烈痛苦与致命危险,并规定了局部外敷、药物调理、利尿饮食,以及针对结石嵌顿所采用的导尿术与切开手术指征。
Κεφ. θ′. Θεραπεία τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν. καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμοναὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφʼ οἷσι ἰσχουρίη, στραγγουρίη· ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος· νεῦρον γὰρ πλατὺ ἡ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἔασι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι, "ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι.1" τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα,2 καταιονεῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ. ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, ἢ τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα· ἢν δὲ ἐξ αἱμορραγίης ὁ κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος· Ῥοδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα, φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν Ῥοιῇ, ἢ χυλῷ τοῦ Ῥοός· ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν· καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ, ἢ ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη, μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα, οἶνος γλυκὺς, Θηραιὸς ἢ Σκυβαλίτης. φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα· ἄριστον δὲ κύστι τέττιγες, ἐφʼ ὥρας μὲν ὀπτοὶ, ἔδεσμα· ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς Ῥίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι. τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος. ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί. ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.3
第九章膀胱急性疾患的治疗 膀胱亦会发生与肾脏相似的急性疾患,即炎症、溃疡、结石以及血栓所致之闭塞,随之而来者为尿闭与排尿困难。然此部位之疼痛更为剧烈,亡殒亦最为迅速;盖膀胱为宽阔之膜质腱膜,而肾脏宛如凝血,属于肝脏之形态组织。此外,此等剧痛最为可怖亦最堪怜悯: “在那里,阿瑞斯对于可怜的凡人成为最难忍之痛楚。” 故当立即切开侧腹,并以浸润芸香与莳萝之充裕油膏浇淋膀胱。若血栓为疼痛与尿闭之缘由,当饮以醋蜜,或以少量生石灰调和蜂蜜水,以融解血栓,并投以凡能通利小便之草药与种子。若险情源自出血,则止血之事绝不可迟延,较之他事尤甚;盖此亦非寻常之险。故当以止血之剂施救。冷却膀胱亦有助益:以玫瑰油与葡萄酒润湿,并以带有油汗之生羊毛缠裹。外敷药可用以葡萄酒浸软之海枣,合以石榴或漆树汁液;然若连敷药之重量亦不堪承受,则大寒之法亦当屏除;盖膀胱本性寒凉且质地轻薄,万不可使之过寒。当以甜酒油、或金合欢、或岩蔷薇寄生调和葡萄酒涂抹。若非出血万分危急,切勿使用海绵。食饮当属谷物类,易于消化、津液优良且具利尿之功,如前在我论肾脏篇中所述者:乳类,以及锡拉岛或斯库贝利特斯出产之甜葡萄酒。内服药当利尿、芳香且流通顺畅,其余此类药物亦然。于膀胱最善者乃蝉:逢时当炙烤而食,过季则干透研细,合水吞服。当取少许甘松之根与蝉同煎。以此等同物代浴而令病患坐浴,以舒缓膀胱。 若结石闭塞而遏阻小便,在无炎症之时,当用导尿器具推回结石并引出尿液;盖若有炎症,尿道既不受纳器具,且反被导尿管损伤。然若对此等情况无计可施,病患濒死于剧痛,则当切开会阴与膀胱颈,以使结石排出并使尿液倾泄。最善者固为令创口结痂愈合;若不可得,则在其人余生中任尿液形成漏管,亦胜于在剧痛中悲惨丧命。
- 2.9ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι
引自荷马《伊利亚特》第13卷第569行的六音步长短短格诗句。原诗描写下腹或膀胱中创所带来的剧痛,作者借用以描摹膀胱疾患带来的极度痛苦。句中主语为战神阿瑞斯(Ἄρης),代指创伤或战祸之痛。
- 2.9τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα
不定式 τάμνειν 在此用作祈使命令(命令不定式),为医学处方中的常见用法。κενεών 解剖学上指侧腹或下腹软弱部位,此处指在该区域施行切开(局部放血)。
- 2.9Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν
由 βέλτιον [sc. ἐστί] 引导的比较句式,连接两个不定式短语 Ῥυάδα γενέσθαι 与 θανεῖν。Ῥυάς 为医学术语,作表语性宾格,指液体的持续流溢(此处指尿瘘)。此句表明了宁可遗留尿瘘亦要保全生命以避免剧痛致死的临床抉择。
