- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述肾脏急性炎症及结石壅塞之治法,指示须自肘弯大量放血、在腰部施吸罐、配合温熨敷药、润滑灌肠以及进饮利尿药与乳汁,并载碎石药剂与摇动身体以排出结石之法。
Κεφ. η′. Θεραπεία τῆς κατὰ τοὺς Νεφροὺς ὀξείας νούσου. κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγμαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ·1 οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος·2 ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης· πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει. ἀλλὰ ἀμφὶ μὲν τῆς γενέσιος τῶν λίθων ἐν τοῖσι χρονίοισι λελέξεται, ὅκως ἢ μὴ ξυνήσωνται, ἢ θρύπτωνται γιγνόμενοι. ἀμφὶ θερμασίης, ἠδʼ ἐμφράξιος ὁκόσα ὀξέως κτείνει, τῇδέ μοι γεγράψεται. ἢν ἐνστάσιες λίθων ἔωσι, ἤν τε φλεγμασίη, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηΰνονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δʼ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατʼ ἰσχίον, μάλιστα δʼ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε·3 λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι· κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα. κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροι ἔωσι, καὶ λούειν κρέσσον· ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα· ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται. ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι· ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ διʼ ἐχιδνῶν καὶ σκίγκου τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδʼ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι·4 ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.
第八章肾脏急性疾病的治疗 肾脏之炎症极为急暴;盖由肝通向肾之血管亦同发炎症,而肝脏亦随此等血管并发炎症。诸血管绝非甚长,却极宽大,以致肾脏宛如悬系于肝脏切近之处。此外,发炎之际复发尿闭,更助炎症之暴烈;盖肾盂因尿液不能流出之涌溢而充满。然此状亦见于结石,若在肾中生出大于输尿管宽径之结石,则停滞而不得出,此结石遂将尿液遏阻。然关于结石之生成,以及如何使之不得凝结,或于生成之际如何碎解,将于痼疾篇中论及;此处我当书写者,乃凡以发热及壅塞而急促致死之事。 无论为结石嵌顿,抑或炎症,若无年龄妨碍,当刺开肘弯静脉;放血宜通畅且多。盖不仅炎症借排泄而得平息,结石之楔塞亦因血管之排空而得以缓解;且结石亦随排尿而奔流而出。其后,当以甜酒油或塞浦路斯油浸润,并施以热熨与敷药,以弛缓该部。泥敷药中当用艾草、灯心草及芳香菖蒲。随后于腰部针对肾脏施加吸罐;自此部位所行之排泄最为有益。腹中当借滑润之灌肠剂予以疏导,取黏滑者而远胜于峻烈者,如锦葵或胡芦巴之汁液;食前有时当投以利尿药物,如前在肝脏一章中所言者。食物亦当相似,易于消化;盖消化不良于此等患者实为恶疾。最上者乃乳,尤以驴乳为最,马乳居次,绵羊与山羊之乳亦甚有用,盖因其终究为乳。若彼等无热,行浴更佳;若不然,当坐于草药之煎液中,盛水充至脐部。若转而化脓,则当用何种敷药与方药,此前已于多处提及。 若结石嵌顿不下,当用同样之热熨与敷剂。且当以所服之药物碎其结石:单味药如水芹与锯草,合油或食用醋煎煮,并于食前饮其汁;复方药如所谓贝斯提努斯之药,及以蝰蛇与石龙子配成之药,凡经经验证明为最良者皆可用之。于此等患者当施以摇动与震颤,以促结石之移动与推进;盖结石入膀胱之行程极具苦楚。然若由彼处坠出,病者即顿脱痛苦,其素惯于痛苦,以致虽在梦中亦难信痛苦已解;其心魂与四肢遂得释脱,恍若脱离不可逃遁之凶厄。
- 2.8τῇσι δὲ τὸ ἧπαρ
承前省略句,需补出前面的动词 συμφλεγμαίνουσι(但依其主语 τὸ ἧπαρ 取单数形式)。与格代词 τῇσι 指代前文所述自肝通向肾的诸血管,作伴随或关联与格,意为“肝脏亦随它们(血管)并发炎症”。
- 2.8ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος
由 ὡς 引出不定式 δοκέειν 表示结果或程度的构式,意为“以致显得肾脏悬系于肝脏切近之处”。宾格 τοὺς νεφροὺς 作其下属完成时被动不定式 ἐξηρτῆσθαι 的主语(宾格主语)。
- 2.8μάλιστα δʼ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε
小词 ἄν 与不定过去式直陈语气 ὤνησε 连用。借用非真实条件句或潜在判断的形式,表达一种断定性的效用推断:“自此部位所施之排泄最当获益/极有成效”。
- 2.8οὐδʼ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι
主格分词 εἰθισμένοι(“素已习惯于[痛苦]的人们”)与整句主语(病患)一致。不定式 δοκέειν 作结果或限制用法(相当于省略 ὡς 的 ὡς δοκέειν),意为“以致虽在梦中亦难以为……”,其后统辖完成时不定式 ἀπηλλάχθαι 及夺格属格 τοῦ πόνου,极言其久病骤愈而不敢置信之态。
