← 阿莱泰乌斯

论急性疾病的治疗

§2.10

癔病性窒息的病机与治法

作者根据子宫的游移性与炎症阐明癔病性窒息的病机,并详述放血、闻嗅恶臭、局部芳香药物、按压固定及拔罐等急救治疗方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

Κεφ. ι′. Θεραπεία Ὑστερικῆς Πνιγός. Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῴου πάθη ἐν ὀσφρήσι· ἴεται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω. ὧν δὲ κατὰ στόματι ἂν εἴη,1 ὀπίσω χάζεται ἠδὲ ἄνω· ἴῃ δʼ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα. πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης. καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω Ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δʼ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν,2 καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλʼ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα,3 μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπʼ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων· λύχνου φλογὸς ἐσβεσμένης, καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν.4 οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης· μύρον ὁκοῖον ἂν ἔῃ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου, τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖσι γυναικηΐοισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς· ἠδὲ ὑποκλύζειν μὴ δριμέσι, μαλθακοῖσι, γλίσχροισι, ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω· ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς Ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς Ῥῖνας οἷά γε στρουθίου Ῥίζης, ἢ πεπέρεος, ἢ τοῦ κάστορος· προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην· προσβάλλειν δὲ καὶ πρὸς Ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ἐπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα. ἀνατρίψιες τοῦ προσώπου, τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι, ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν, καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος, καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι· καὶ ἢν ἐπανενέγκῃ, λούειν· καὶ ἐς ὥρην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια εὔροα.

第十章癔病性窒息的治疗 子宫在妇人身上向两侧胁腹具有膜质的延展部,然在嗅觉方面亦兼具动物般的性情;盖它趋向芳香之物以求愉悦,而因痛苦逃避恶臭不快之物。故若上方有何物令其烦扰,它便脱出于外生殖器之外;然若此等恶物位于口部之处,它则退向后方及上方;有时亦会各处游走,朝向脾脏与肝脏。其膜组织亦随同伸展与收缩,宛如船帆一般。 子宫亦因炎症而遭受此等状况;盖因病患以及颈部之肿胀,它变得更易前倾下坠;盖子宫底部的炎症向上倾移,若朝向双足则向外突出。此实令人作呕、痛苦且厌恶。行走、侧卧及仰卧皆极困难(即便该妇人双足并未发炎)。然若它向上游移,则极为迅速地使患者窒息,并以呼吸绞厄压迫之。盖患者甚至来不及感知剧痛、呼喊并呼唤在场之人施救;因对多数人而言呼吸之停绝更快,对另一些人则是失音更快。故在此等情形下,在患者毙命前延请医者本是理所当然之事。然若你偶然适逢其会,在辨明炎症之后,当切开静脉放血,尤当切开踝部静脉;若血流不畅,则切开肘部静脉,但仍当从踝部继续取血。并施行其他一切即使在无炎症时亦有助缓解窒息之法:缚扎手足,紧束直至麻木;嗅闻恶臭之物,如液体沥青、烧焦之毛发与羊毛、熄灭之灯焰、海狸香——此物除恶臭外,尚能温煦受凉之筋腱。陈尿能强力唤醒近乎死绝之知觉,并将子宫驱赶向下。故在阴道栓剂方面,亦当向子宫部位施用芬芳之品:凡触感温和、无刺激性之香油皆可,如甘松、埃及香菊,或取自印度之树马拉巴特隆叶所制者,或以芳香油调和捣碎之肉桂;将此等涂抹于私密部位。亦当以此等制成之灌注液注入子宫。以行气之药涂抹肛门,并以不具刺激性、温和、黏稠、润滑之剂灌肠,仅为排出粪便,以使子宫区域得以空虚;可用药蜀葵或胡芦巴之煎汁,香草木樨或墨角兰当合油同煎。若子宫需借助外力或空虚之法,当由健壮之妇人或手法轻柔之男子以双手压迫季肋部,并在将其推过该区域后以绷带紧束之,以免其再度向上奔走。引致喷嚏并捏住鼻孔;盖借由喷嚏与用力迸气,某些妇人之子宫便复归其位。当向鼻中吹入如肥皂草根、胡椒或海狸香之物。在股部、胁腹、髋部、腹股沟拔轻度火罐以向下牵引子宫;亦当拔于脊柱处、肩胛骨之间以缓解窒息。若因炎症而窒息,亦当切开经由耻骨之静脉并大量放血。摩擦面部、牵扯头发,并伴以大声呼喊以召回神志。若稍有复苏,则令其坐浴于芳香草药之煎液中,并从下方熏蒸芬芳之香料。饭前令饮海狸香,并随海狸香投以少许“神圣药”;待其康复则令其沐浴,及至适当时机使其重返日常生活。当照料该妇人,务使经血流通顺畅。

语法注4 条
  1. 2.10ὧν δὲ κατὰ στόματι ἂν εἴη

    ὧν 作为部分属格,指代前文的“恶臭不快之物”(τὰ κάκοσμα καὶ ἀτερπέα),意为“若此等恶物中有何者位于口部之处”。前置词 κατά 与与格 στόματι 连用体现了爱奥尼亚方言的用法。

  2. 2.10οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν

    强调用法之双重否定 οὐδὲ ... οὐδέ 支配动词 φθάνω 连同不定式(πονέειν、βοᾶν),构成惯用句式,意为在窒息发生之前,患者“甚至来不及感知剧痛或发出呼喊”。

  3. 2.10γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα

    σχάσαι 为表示医疗指令的祈使不定式。阳性单数宾格分词 γνόντα 与该不定式未明示的逻辑主语(即“医者”)在格上保持一致。

  4. 2.10πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν

    介词短语 πρὸς τῷ κακώδει(“除了恶臭之外”)之后接不定式短语 καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν,用以说明海狸香所具备的附加功效。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.10