← 阿莱泰乌斯

论急性疾病的治疗

§2.7

大静脉与大动脉急性炎症的疗法

本章论述沿脊柱之大静脉与大动脉急性炎症(前人归为灼热热的一种)之疗法,详列分次放血、于季肋与背部拔罐、施以温和灌肠、温熨四肢、饮乳及利尿食疗与促汗之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

Κεφ. ζ′. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου. τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν Ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται. ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ῥίζωσις ἧπαρ, τῆς δʼ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια.1 θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί. τάμνειν ὦν αὐτίκα τὰς ἐπʼ ἀγκῶνι φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ· ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἔασι· σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα. οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι· ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος·2 κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι, δριμέσι δὲ ἥκιστα· ἐπιπυρεταίνουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν Ῥιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέλη ἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσαν γλευκίνῳ, ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίσκειν τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον, ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. ἐμψύξιος γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου· καὶ τροφῆς γλυκείης, ἀτὰρ ἠδʼ ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα· εὐπορείσθω δὲ νεοτόκου, καὶ ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος· ἄριστον δὲ καὶ τὸ τῆς βοός· τρίτον δὲ αἰγός· τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου Ῥίζης, καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω τάδε. ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν, καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν. τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν· ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ.3 οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύσου ἔασι ἰδέαι.

第七章脊柱部大静脉与大动脉急性疾病的治疗 沿脊柱延伸的下腔静脉与粗动脉的炎症,前人称之为灼热热的一种。盖于此等病症中,确会出现与灼热热相似之受苦:剧烈而暴灼之发热、泛恶、口渴、躁扰不宁、季肋部及两肩胛骨间悸动之跳动,以及凡我在症候篇中所记载的其他诸症。此外,此热亦如灼热热中一般,往往直逼昏厥。盖静脉之根源乃肝,而动脉之起始乃心。故人或将以为,实乃此二内脏之上部重要部分受病;盖心将热力赋予动脉,肝则将血液赋予静脉。二者既皆甚大,其所衍生之炎症亦必甚大。 故当立即刺开肘弯处之静脉;屡屡放血,然不可令其骤然大泄,甚或一日放血两次、三次,乃至次日复刺,务使元气在间歇之中得以恢复。其后,当于有动脉跳动之季肋部,以及两肩胛骨之间,施以敷药及吸罐。盖此二处亦皆有搏动;当放胆割刺,且引出多量血液。因由该处所施之排泄,病者极少发生昏厥。又病者之腹部往往较寻常远为秘结;当用温和之灌肠剂以利滑利,切不可用峻烈者;盖此等〔病者〕会因盐水与熔融硝石而发热加剧。故当取亚麻子之汁液,合胡芦巴与锦葵根之煎汁,此已足于导便与微加刺激。四肢末梢,手足两端,当以甜酒油、西库昂油或含利姆涅斯提斯之膏剂敷温;因病者此处往往化为极冷。食前当饮以利尿之物:如熊根、细辛、苦艾;亦可撒入些许硝石;然若能备办,诸药中以肉桂与桂皮为最效。于此等患者,乳乃饮食亦是良药。盖病者内脏如烈火内旋,急须清凉,复须甘美而体积微少却极滋补之食。乳作为食品,实具此等美德。当取初产〔妇人〕之乳,以二勺乳配一勺水和之。牛者亦极佳,羊者居第三。食当易于消化,大抵取茴香根之汁,并调入芹菜子与蜂蜜;所饮之水亦当含有此等之物。 此外,复当发汗,使周身蒸化皆润泽而通畅。头之浸润当如灼热热中所行者;施于胸及左乳之敷剂当如昏厥中所行者;卧榻与卧姿当取微直,务使一切皆与灼热热中相似;微行摇篮之法以发汗;若此热渐衰,亦可行浴。盖此等疾病虽为灼热热之一类,终不因转机而获解脱。

语法注3 条
  1. 2.7δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια

    δοκέοις ἄν 为 ἄν 搭配希求法表潜能(potential optative),用作对读者的泛指性提示:“人或将以为……”。在带不定式的宾格结构中,νοσέειν 的主语为 τὰ ἄνω μέρεα,末尾的 τὰ καίρια 则作同格语或限定性补足成分(“此二内脏之上部重要部分”)。

  2. 2.7ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος

    此句省略系动词 ἐστί;被动分词 ἰσχομένη(受阻闭、秘结)充当表语。πολλόν τι 为表程度的宾格副词短语(“远为……”),τοῦ ξυνήθεος 则为实质化的中性形容词,作比较属格(“较之寻常”)。

  3. 2.7ἢν οὗτος ὑπεκκαυθῇ

    此为带有不定过去时被动虚拟语气 ὑπεκκαυθῇ(动词 ὑπεκκαίω)的条件从句。该动词本义虽为“自下而燃”,但在医学语境中常指“燃尽、热势衰减”。阳性指示代词主语 οὗτος 指前文之 ἱδρώς(汗、发汗)或语境中的发热,指代在发汗之后热毒渐衰的时刻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.7