- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述肝脏之生理特性及其因郁滞而致急性炎症的机理,详列静脉放血、外敷贴膏、拔罐与水蛭疗法,并阐明利尿食疗法则及此类治法向脾脏炎症之准用。
Κεφ. ς′. Θεραπεία τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν. ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή.1 ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν·2 ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων. εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπʼ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα, μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσιτίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος. ἐπὴν δὲ τουτέοισι πρηΰνῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ, ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγματα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι, ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται. τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητί τε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατʼ ἰσχίον ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον. ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πη γεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω,3 ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.
第六章肝脏急性疾患的治疗 血液化生于肝,且由此分发至周身;整个肝脏便如一团血块。故此处的炎症最为剧烈凶险;盖营气蓄积于此地。若身体他处发生炎症,其势尚不至极其剧烈,因血液之涌流尚须沸腾汇聚;然于肝脏而言,则无须由他处涌至。盖若有壅滞阻闭其通路,肝脏失于流泄遂致胀满,而饮食精微自胃肠入肝之通路仍未止息;盖由胃与肠通向周身形体,实无他途。 故当顺势施以泻除,刺割肘弯之静脉,屡屡放血,然不可令其倾泻骤竭。初时当绝食,继则少食,务使对于入内之物,肝脏亦得虚空。复须以敷贴外治之法,消散停滞于肝中之物。浸润涂抹之剂当和以芦荟或硝石,并取带羊毛脂之粗羊毛。此处所急者在于清凉,因肝脏受血热所灼;盖血本温热也。贴敷之膏亦当具此等性状,以黑麦草粉、蒜芥粉或大麦粉,合亚麻子为之;其液汁则取酸酒、苹果汁、葡萄藤蔓、应时野葡萄花,或浸有此花之香油;熨敷则以海绵蘸月桂实、黄连木、唇萼薄荷与鸢尾之煎汁。 待以诸法缓和其势后,当加置较大之吸罐以通罩整个季肋部,且当深刺以引出大量血液;然于某些人,水蛭实胜于割刺。此虫之啮噬能深入肌理,且致创口侵蚀更甚;故由此虫所致之出血亦极难止歇。当此虫吸足脱落之时,即当覆以吸罐,盖此时正可引拔深处之血。及至排出充量,创口当敷以不具刺激之止血剂,糁以蛛网、乳香末、芦荟;并敷以和芸香或草木犀、蜀葵根共煮之面包。至第三日,施以调有诃子或苦艾叶及鸢尾之蜡膏。此外,软坚之药亦须能消散、疏透或导通小便。最善者莫过于种子所制之剂,其效验乃诸医所共知;含有墨角兰或草木犀者亦佳。 饮食当取清稀、滑利、利溺而易下者:粗麦糁合蜂蜜水,以及由此制成并加食盐与莳萝之饮羹;而大麦粥汁亦具涤荡之力。若微滴入野胡萝卜之实,则更有益于利尿;盖其能由肝脏通往双肾之水道下行排泄;以脉管之宽广与路径之笔直,此道对于自肝溢出之物实为适时之出路。故亦当以吸罐拔引于此,敷于近胯之两肾处,并以调有芸香、香茅或菖蒲之香油润泽之。循此诸法,病者方有望脱此大厄。 若转为成脓,则当用促脓之药,即我论及结肠绞痛时所将述及者。若果已化脓,当如何切开、如何调治,自当在别处具载;此诸法亦当由我笔之于书以施于脾脏,倘若急性炎症之变故何时亦侵袭及脾。
- 2.6οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή
ζέει 的主语为 ἡ τοῦ αἵματος ἐπιρροή。此处用以解释为何他处炎症不如肝脏急剧:于其他部位,血液之流入尚须翻腾涌聚之过程,而肝脏则本就蓄血盈满,无须从外涌至。
- 2.6πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν
πίμπραται 为 πίμπρημι 的现在时中动态/被动态,在此处指“(因血瘀而)肿胀、胀满”(结合下文进出流向之对比,取胀满义最为确切)。τῆς ἐκροῆς 为夺格性属格(分离属格),受被动过去分词 ἀμερθέν(“被剥夺”)支配。
- 2.6τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω
γεγράφθω 为第三人称单数完成时命令式被动态,与中性复数主语 τάδε 配合(中性复数主语取单数动词)。μοι 为行为主体的与格或利益与格,意为“愿此诸法亦由我为脾脏而立言记录”(即此类治法同样准用于脾脏)。
