- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第五章中,作者论述了肠梗阻的治疗方法,对炎症所致者主张大剂刺络放血及至末期施以镇痛催眠,对非炎症所致者则详述催吐、灌肠、热熨、拔罐、下气药及通导饮食等综合疗法。
Κεφ. ε′. Θεραπεία Εἰλεοῦ. ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι· οἱ δʼ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον. ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης·1 τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπʼ ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη· τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα σκοντα σάφα2 τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρέῃ νωθρῇ εὐνᾶσθαι. ἢν δὲ ἄνευ φλεγμασίης, ἐπὶ διαφθορῇ ἢ ψύξι κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν· ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι· ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύντης ἀγρίας τῆς σαρκὸς ἑψήματι· κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι· τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων,3 ἢ χαλκέων, ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ Ῥάχιν. πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματος, καὶ τοῦ σίσωνος, ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ διʼ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπʼ ἀνάγκης διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον, ἢ διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς ἐντάσιας.4 τροφὴ διεξάγουσα· ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης ὁ χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος· συνεψεῖν τῷδε, κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς ἢ τελλίνης· ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, ἢ νάρδῳ, ἢ κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα· ἢν δὲ ἄπυρος ἔῃ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει· καὶ μαράθρου Ῥίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον. ἢν δὲ ἐς ἀπόστασιν τρέπηται ἡ φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη.
第五章肠绞痛(肠梗阻)的治疗 在肠梗阻中,随肠道炎症而生的剧痛,或膨急与肿胀,乃致死之因;此实为最为迅猛且最悲惨之死结。盖他病垂危之人,仅畏惧显豁之死亡;而肠梗阻之人,因痛苦之极,反渴求一死。故医者于此疾既不可稍逊其力,亦不可迟滞其步。若察知炎症乃病因所在,即当于肘弯处作一大切口以刺络放血,使充作炎症之滋养的血液倾泻而出,纵至昏厥亦在所不惜;盖此举或为解痛之端绪,或为导向神志不仁之麻木。而在肠梗阻中,即便因神识昏蒙而得片刻止痛之延缓,亦不啻为喘息之机;盖于受此等折磨之人而言,死亡亦为幸事,然为主医官者,决不可径施诛戮。惟当确切前知当前症候无可挽救之时,以昏沉之安睡令其平卧,偶亦为法所许。 然若无炎症,肠梗阻系因败坏或严寒而起,则当免施放血,而群法咸施:令其以水频频引吐,多饮脂油,旋复吐出。以刺激之剂引下肠气;仙客来汁、硝石或食盐具刺激之性,茴香与芸香则具下气之功。故当将此诸物合于松脂之中调敷,并以海绵熨溻;或将此等药物佐以油脂、蜂蜜、牛膝草及野生苦西瓜瓤之煎汁灌肠。若有宿便排出,复当注入和有芸香之温油;盖此油若留滞于内,实为肠腑舒适之熨温。又当以芸香、莳萝充量煎熬之油,润养患痛之处。复当施以陶质或铜质透镜形熨壶,或炒热之黍米与食盐之热熨。贴膏除常法所用者外,当取黑麦草粉、茴香及牛膝草或牛至叶;拔罐之具力宜轻而数宜众,联珠缀缀,贴于上腹,及于两腰乃至腹股沟;复敷于后体臀髋,直达双肾及脊柱;盖于四面八方牵引疏泄其痛,实为有益。预先当饮以茴香或芸香之煎汤,及细叶石芹,或合此等引饮以止痛之药;以经验征信者,人人殊异,不可胜数。由蝮蛇所制之药,量逾于常而饮之,亦为良方;若痛势不减,气与宿便俱不得下,势不得已,当投以神圣泻药。盖此药非与痰涎、胆汁俱吐出,即下行而逐出肠气、燥矢、痰涎与胆汁——此诸般聚敛为患之物。食当选通利者:雌鸡羹、介蛤羹、精熟之大麦粥糜,自初熬即倾入丰沛之油脂;并以茴香、硝石、带叶青葱共煮;或施以辅以通导之汁的食疗,极烂之蜗牛,并其原汁或文蛤之汁。若发热,其饮水当与细辛、甘松或山胡萝卜同煎,盖此等皆能下气、利水且舒畅呼吸;若无热,则酒亦有助,既可温润肠道,复能召回气力;茴香根之煎饮、铁线蕨与肉桂亦佳。 若炎症化而为痈脓,则以助其成脓为佳,施以促成脓肿之药;此诸法已详载于宿疾诸篇,即论及结肠绞痛之治法处。
- 2.5κἢν μέσφι λειποθυμίης
由连词 κἢν(即 καὶ ἢν)与介词短语 μέσφι λειποθυμίης(直至昏厥)构成的省略结构。其后省略了动词谓语(如 ᾖ 或 διεκρέῃ),表示放血可以施行的最大极限(“纵使达到昏厥的地步”)。
- 2.5προγιγνώσκοντα σκοντα σάφα
原文中的“σκοντα”系分词 προγιγνώσκοντα 词尾重复之明显衍文。在构词与句法上,宾格分词 προγιγνώσκοντα 作非人称句式 θέμις [ἐστί] 所辖不定式 εὐνᾶσθαι 的逻辑主语(即“[医者]预知……时,令其安睡是合乎法度的”)。此处承接前句的与格 τῳ ἀρχιητρῷ,转换为不定式的宾格主语构句。
- 2.5φακῶν τῶν κεραμήων
φακός 原义为“小扁豆”,在古代医学语境中因其扁圆形状而特指“透镜形热熨壶”。此处指陶制(κεραμήων)或青铜制(χαλκέων)盛热水之熨器,属格 φακῶν 依附于名词 πυρίη(热熨法),表示热熨所使用的器皿或手段。
- 2.5τοῦ κακοῦ τὰς ἐντάσιας
该宾格短语与分词 ἐξάγον 所支配的一连串宾格名词(φύσας, σκύβαλα, φλέγμα, χολήν)构成同格。其意为“该疾患之拘急诸因”,对排出体外的各种病理产物作出了总括性表述。
