← 阿莱泰乌斯

论急性疾病的治疗

§2.4

霍乱按病势演进之分阶段疗法与处置

阿勒泰乌斯详述霍乱依病势演进之分阶段疗法:初起顺应排泄,继而投以冷水、稀释之酒、外用敷贴、温热刺激及吸角法,最终以好转时之调护及濒死垂绝时医者自处之退道作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

Κεφ. δ′. Θεραπεία Χολέρης. ἐν χολέρῃ ἡ τῶν φερομένων ἐπίσχεσις κακόν· ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς Ῥηϊδίως αὐτόματα δέχεσθαι· ἢν δὲ μὴ, ὀτρύνειν, διδόντας ὕδατος εὐκρήτου Ῥυμφαίνειν,1 ξυνεχές γε μὴν, ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἔωσι κεναὶ στομάχῳ, σπασμώδεες· ἢν δὲ καὶ στρόφοι ἔωσι, καὶ ποδῶν ψύξιες, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι εἴριον. καὶ τὼ πόδε λιπαίνοντα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον ἢ πιέζοντα. ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν. ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. Ῥηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται· ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν. ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι, ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται, ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊδας, καὶ πάντη τοῦ σώματος στάγδην Ῥέῃ, καὶ γαστὴρ μὴ ἐπίσχηται, καὶ ὁ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ, καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεος, στύφοντος, ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς τὴν τούτου Ῥῶσιν ὑπὸ τῆς δυνάμιος, καὶ ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος. οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν· λεπτὸς δὲ, ὡς Ῥηϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι.2 κραταιὸς δὲ, ὡς δύναμιν στῆσαι Ῥέουσαν. ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ, νέων, εὐπνόων. ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις, οὐ τοῦ στομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ, καὶ πόδες ξυντιταίνωνται, καὶ κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἔωσι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν· εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι· διδόναι δὲ καὶ τῆς ἄλλης τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται, ὀπώρην στύφουσαν, οὖα, μέσπιλα, μῆλα κυδώνια, σταφυλήν. ἢν δὲ τὰ πάντα ἐμέῃ, καὶ ὁ στόμαχος μηδὲν ἴσχῃ, ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροισι γὰρ ἔστησεν ἡ μεταβολή· τὰ θερμὰ δὲ ἔστω θερμότατα· ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν, καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν· συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν. ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος. ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν, καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι. ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι· καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν, φοίνικες ἐν οἴνῳ δεδευμένοι, ἀκακίη, ὑποκιστίς. τάδε ξὺν Ῥοδίνῃ κηρωτῇ ἀναλαβόντα, ἐγχρίσαντα δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι. ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, σικυώνιον, γλεύκινον, ἢ παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ ψυχροὶ ἔωσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν Ῥάχιν, καὶ τοὺς τένοντας καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν. κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ, ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ἡ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα· ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος Ῥέῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν.3

第四章霍乱的治疗 在霍乱中,抑阻排泄之物实为不利;盖其皆未腐熟消化。故我等当欣然纳受其自然倾出;若不自出,则当予以诱导,投以适温之水令其频频少饮而顺畅吞下,以防胃中发生空虚痉挛之抽搐。若复有腹部绞痛与足部逆冷,则当以芸香及孜然煎煮之热油温润腹部,以消散肠气,并敷以羊毛。且涂润双足,徐徐摩擦之,摩挲多于重按。此法更当施及膝部,以引温气来复。凡便溺自下而泄、胆汁自上而泛之时,皆当行此诸法。 若往昔积宿之水谷已尽趋于下,而唯胆汁下渗,且见胆汁性呕吐与腹满胀急,更兼恶心、惶乱与虚极之状,则当与以冷水二三合,既可收敛肠胃以遏逆流,复能清凉焚灼之胃口。每于饮后吐出之际,即当频频行之。盖冷水入腹极易化热,而胃复因受热冷更迭之累而发呕吐,然其仍切盼清冷之饮。 若脉象倾覆至微小,急数频促,冷汗凝缀于额前锁骨,乃至周身点滴淋漓,而下泄不止,胃中痉痛呕逆且兼神昏气绝之状,则当于冷水之中滴入少许芳香收涩之酒,以其馨香召回知觉,以其气力强固此〔胃〕,复以其滋养充实形体。盖酒行极速,上达以制逆流;气味轻清,易于流散以坚凝体质;力道雄浑,足以固摄散失之正气。间或亦可扑撒新鲜芳香之大麦粉。若诸症齐至——冷汗与拘挛不止见于胃脘,更延及筋脉,频作空呃,双足缩急,下泄无度,病者目瞑昏愦,脉将绝止——值此之时即当先机防变;若此境已现,则当投以冷水并多与以酒,然不可过纯,以防沉醉及伤筋脉,佐以浸润之碎面包而进;复当投以如我论虚脱时所言之其余食物:收涩之果品,花楸果、枸楂、榅桲、葡萄等。 若悉数呕吐,胃无所容,则当转求温热之饮馔;盖于某些病者,变异之法反能止呕。然温热者当至极热。若此诸法皆无补益,则当于肩胛之间施以吸角,并转移至脐下;吸角须频频迁徙,盖久留则痛,且有起疱之虞。通风之悬摇运动亦尝见奏效,足以回苏生气,留滞谷食于腹中,使病者气息平和、脉象齐整。 若此诸候更转剧烈,则当敷贴于腹部及胸部;其剂当如虚脱之时所用:酒浸红枣、金合欢、岩蔷薇寄生。取此诸物与玫瑰蜡膏调和,涂于麻布之上,贴于腹部。至于胸部,则以乳香、芦荟、研细之苦艾叶,合以甘松或葡萄花蜡膏,敷布于全胸。若足部及肌肉拘急,则以西锡安油、新酒油或陈膏,和少许蜂蜡涂擦之;复扑撒海狸香粉。若双足厥冷,更当涂以苇沫及大戟所制之药油,裹以羊毛,以双手抚摩而展舒之;且当以此等药剂涂抹脊柱、肌腱及下颌之肌肉。 若施此诸法而汗止利止,胃纳水谷而不复呕吐,脉象转大而坚实,拘急解散,温气周复而达于四末,酣睡中水谷克化,则于次日或第三日令其沐浴,导其复归于常业。然若百物尽吐,大汗淋漓莫能止,周身冰冷发绀,脉将歇绝,精疲气竭,则值此境况,知几引退以全名誉,实为善道。

语法注3 条
  1. 2.4Ῥυμφαίνειν

    依附于分词 διδόντας 的结果或目的不定式,意为“给以(水)令其吞咽/大口饮尽”。动词 ῥυμφαίνω 意为急饮、大口吞咽。

  2. 2.4ἐρρῶσθαι

    接在引导结果的 ὡς 之后的完成体不定式,表葡萄酒“轻清”(λεπτός)所致之功效:“从而(散流全身以)强健体格状态”。与前分句之 ὡς... σχέθειν 形成排比。

  3. 2.4ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν

    非人称结构(省略 ἐστι,搭配不定式 εὑρέσθαι),字面意为“在此等情境下,寻得体面之脱身实为上策”。体现了古希腊医学自希波克拉底以来的一贯准则:当患者必死无疑、医术已穷之时,医者当体面退场,以免因不可挽回之死亡而蒙受无妄之责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.4