← 阿莱泰乌斯

论急性疾病的治疗

§2.3#3

虚脱的外敷疗法与康复期消瘦的调养

本段详细阐述止汗回阳的外用敷贴、冷气、芳香粉末及罨敷等急救疗法,描述康复之吉兆,并针对转入消渴羸弱(萎缩症)者提出运动、沐浴与哺乳等调养之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#3

χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς τὸ ζώπυρον· ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν, φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε· καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν ᾖ, θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδʼ ἀκακίης, καὶ μάννης σεσησμένων, ξυμμίσγειν· ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι·1 καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. κατακεέσθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς ἄρκτον ὁ οἶκος· εἰ δὲ καὶ εἴη αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα, ζωγρήσει κακῶς κεκαφηότα θυμόν. ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζοντας ὀχετούς· καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ ὑπʼ ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς Ῥιπίσι, καὶ ὥρην εἰαρὸς φύλλοισι ἠδʼ ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον, παλαιὸν, ὡς δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην.2 ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληῗδας ἀλφίτοισι, καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόσμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν. ἀτὰρ καὶ τὰ πρόσωπα τῇ γῇ τῇ Σαμίῃ, τῇ κρησέρῃ σεσησμένῃ ἐς ὀθόνην ἀραιὴν ἐνδήσαντα, καταπάσσειν, ὡς διασήθηται ἐς τὰ μέτωπα καὶ τὰ μῆλα ἡ ἄχνη· καὶ τίτανον ἐσβεσμένην, καὶ γύψον ὀπτὴν, σησθέντα ἐν κρησέρῃ μικρῇ, ἐμβάλλειν ἐπὶ τοῖσι ἰκμαλέοισι· ἔστησέ τε κοτὲ ἱδρῶτας καὶ σπογγίη ψυχροῦ ἐς τὰ πρόσωπα προσβληθεῖσα, πήξι μὲν τῶν διαρρεόντων ὑγρῶν, πυκνότητι δὲ τῆς ἀραιώσιος. διαχρίειν δὲ τὴν ἕδρην, ὅκως ἡ τοῦ ψυχροῦ φῦσα καὶ τῆς τροφῆς ἐκχέηται. ἠδὲ ἀνακαλέσασθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ ἢ σικυωνίῳ λίπαϊ ξὺν πεπέρεϊ, καὶ τῷ καστορίῳ, καὶ νίτρῳ, καὶ κάχρυ, κηροῦ σμικρὸν ἐντήκοντα, ὡς ποθίζῃ τὸ χρῖσμα· καὶ διὰ τῆς λιμνήστιδος, ἠδʼ εὐφορβίου, καὶ δάφνης τοῦ καρποῦ ἀλείμματι, ἐπανάκλησιν θέρμης ποιέεσθαι. ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ σμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξους τρυγίῃ λείῃ ἄριστον ἐπίπλασμα τῶν ποδῶν, καθʼ ὥρην ξυνεχέστατα ἀείροντα· κίνδυνος γὰρ ἑλκέων ἠδὲ φλυκταινώσιος. ἐπὶ τοῖσι ἐλπὶς τὸν ὧδε νοσέοντα διαδρῆναι τὸν ὄλεθρον. κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι, ἐκλύονται· καὶ ἱδρὼς μὲν οὐδαμᾶ, θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους πόδας καὶ ἀνὰ Ῥῖνα· τὸ δὲ πρόσωπον εὔχροον· σφυγμοὶ ἐς μέγεθος ἠρμένοι, ἄτρομοι, σφοδροί· φωνὴ δὲ ξυνήθης, εὔφωνος, καὶ τὰ πάντα ζωώδης· κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδʼ εὕδων ὁρᾶται· καὶ ἢν ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία, ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδʼ ἐξεβλάστησε τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται, εὔπνοος, εὐσταλὴς, εὔτονος, ἀναπεμπάζεται δὲ, ὅκως περ ὄναρ, τὴν νοῦσον. μετεξετέροισι δὲ πυρετοὶ ἀμαυροὶ ἐγκαταλείπονται, καί πη καὶ φλεγμασίαι σμικραὶ, καὶ γλῶσσα ξηρή· ἄνικμοι, Ῥιγώδεες, νωθροὶ, διαλελυμένοι, οἷσι ἐς μαρασμὸν ἡ περιτροπή.3 εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ· ἀλλʼ ἐς κινήσιας ἄγειν, αἰώρης καὶ τρίψιος, καὶ λουτρῶν, ὅκως ἐκ τοῦ νεκρώδεος ἐνταθέῃ καὶ ἀνατραφέῃ τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα, μάλιστα μὲν γυναικὸς νεοτόκου καὶ κουροτρόφου. καὶ γὰρ οἵδε ἀνατροφῆς, ὅκως ἀρτίτοκοι παῖδες, δέονται. ἢν δὲ μὴ, ὄνου μὴ παλαιοτόκου· ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα.4 καὶ ἐπὶ τοῖσδε ἐς ἀνάληψιν ἄγειν καὶ τὰ συνήθεα.

亦当施用其他积极之疗法,一则为收敛汗水,二则为将精力复苏至于生命之火种。故当于胸部左乳之上施敷贴之剂:纳椰枣软化于酒中,佐以芦荟与乳香,以甘松所制之蜡膏调和之。若此剂令人嫌恶,则换用他贴:去苹果之核与一切坚硬之部,捣烂之,混以芳香之大麦粉。继而加入苦艾之梢、香桃木、金合欢,以及筛净之乳香屑,拌和之;咸捏合为一体,以葡萄花蜡膏调取之。若借此仍不能止汗,则取未熟葡萄汁调和其剂,入金合欢、树胶、可食之盐肤木、明矾、椰枣与芳香之蔷薇汁:诸物齐备,拌以甘松及葡萄花脂,敷于胸膛;盖此物既能清凉,又能收涩。病者当卧于清凉之气中,居室朝北亦可;若有北风微寒徐徐吹拂,必能苏醒其奄奄残喘之精魂。亦令其面对草茵、清泉与潺潺之水渠;盖此地之芳气与欢畅,既能温煦心神,亦能使元气复苏。且此亦为引动饮食之机。若因穷乏而不得享此胜境,则当以芳树枝条摇扇取悦,以拟凉风;并以随手所得之花叶铺地,以仿春景。此外,覆被当轻薄陈旧,俾能吸纳清气,复能使胸中积热透散无阻。以旧麻布为最善。又当以大麦粉扑敷于颈项、锁骨及胸部:以芳气补养,以干燥收敛。并以细末扑敷于肌肤疏松之处。复以细筛所筛之萨摩斯土,裹于疏松麻布中扑面,使细粉筛落于额际与面颊;以小筛筛过之熟石灰与煅石膏,撒于潮湿之所。亦曾有以冷水海绵敷于面部而止汗者,盖其能凝结流溢之津液,致密疏松之腠理。当以药涂抹肛门,使寒冷与食物之气得以泄出。又当以新酒油或西锡安油,佐以胡椒、海狸香、天然碱与炒大麦,融化少许蜂蜡以使药膏附着,以此召回四肢之温气;复以浮石、大戟及月桂实所制之涂剂,使温气还流。况且生野蒜之小而色赤者,佐以胡椒及研细之醋糟,实为敷足之良贴,然须按时频频移去,盖有生疮起泡之虞。施此诸法,病者庶几有望脱于危亡。 若医者悉依理法施治,且诸事皆顺,则随同虚脱而至之炎症(若有并见者)咸得消解;冷汗全然不作,温气周流复返,直达足尖乃至鼻端。面色润泽;脉象渐显博大,无颤动而转沉稳雄劲;声如常人,清亮悦耳,周身尽呈生机;神倦而气不衰,见其安卧入眠。若沉沉得睡,则水谷得以运化,知觉得以清明,元气亦萌发滋荣。待其自梦中醒来,气息调匀,神容闲雅,筋力充沛,追思疾苦,恍若一梦。 然亦有少数之人,残存微热,或有少许炎症,舌干无津;干燥、畏寒、迟钝、羸弱,病机转入消瘦衰竭。值此之时,断不可安于静卧与菲薄之食饮而懈怠;反当引其趋于活动,施以悬摇、推拿与沐浴,使生命之火种得以自僵毙之境振拔充养。亦当投以乳汁,尤以新产育婴之妇乳为佳。盖此等病者正需调养,宛如初生之赤子。若不得妇乳,则以新产之母驴乳代之,盖陈久之驴乳已失其精蕴。于此诸法之上,更当导之于康复与素常之业。

语法注4 条
  1. 2.3ἐς τὸν θώρηκα τιθέναι

    不定式 τιθέναι 在此用作祈使不定式,或承前文表示应当之词(χρή),表述医嘱操作:“当置于胸膛”。

  2. 2.3διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην

    动词 διαπνέω 虽多作不及物动词,但在 ὡς 引导的目的从句中,以 ἐπίβλημα 为主语,以 τοῦ θώρηκος τὴν θέρμην 为宾语,作及物动词用,意为“使胸中热气透散”。

  3. 2.3οἷσι ἐς μαρασμὸν ἡ περιτροπή

    与格关系代词 οἷσι 为领属或关涉与格(“于彼等人,其转归乃入于消瘦/萎缩”),限定并修饰前述一系列形容词(ἄνικμοι, Ῥιγώδεες 等)所指代的患者。

  4. 2.3ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα

    表语形容词 ἐξίτηλος 意为“退化的、失效的、淡薄的”,此处省略系动词 ἐστί,说明为何不可用久产之驴乳(“因彼类之乳已失其功用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.3#3