- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg003.humanitext-grc2:2.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述心病厥脱在转危期之饮食调摄,详述易咽之谷食与特定名酒之斟酌投服法,并强调在气竭肢冷之危候下须重用清酒以图挽救生机。
ποτὸν θᾶσσον καὶ συνεχέστερον ἢ τοῖσι ἄλλοισι· τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἔῃ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον.1 οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν ἡ νοῦσος ἐμφύνει. ἀσιτία δὲ, ἢ λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ ἡ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊδα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἕρπων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἴνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν. λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτικοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃ τε, καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο· πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι, λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε,2 ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς Ῥυμφάνειν μᾶλλον ἢ μασᾶσθαι· κἢν στερεὰ ἔῃ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα, μηδʼ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο ἢ τρεῖς· ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί· οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ μὲν Χῖος, ἢ Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ, Σουρεντῖνος, ἢ Φουνδανὸς, ἢ Φαλερῖνος, ἢ Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, ἢ νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τῆς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἔῃ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι δὲ χρὴ,3 ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν· κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην,4 ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ.
饮水之进,当比对其他患者更为急数频仍;每日之食当清淡、易克化,大体以谷物为主且适口甘美,纵使在药性上稍有欠妥亦当顺从。盖对此类患者,较之常人尤当俯顺其意,因病邪最易盘踞胃口以致虚脱。断食或绝粒断不可行,盖此疾本身已足将周身精气蚕食殆尽。若病期业已至转危之关,潮汗浸渍于锁骨与额头,肢厥体冷,脉象至微至数,状若蠢动蠕行,搏动力弱,此时则宜进少许谷食,并当决然动用美酒。然须先以湿敷卫护其头及膀胱;凡此治法,我于脑炎诸节中已有详述。饮酒切勿大口牛饮,亦不可至足过量。昔有患者因骤进太饱不合时宜,或因厌食及无力进饮食而毙;亦有众多病者,纵令纳食尚好,然因元气业已解体,进食虽多亦不足以挽其不死,水谷虽纳于胃中,却不能自肠腹化生而充养精气。 故食品当求变化,大体取谷类之属,宜于吞咽而不劳咀嚼;纵有固体之物,亦当使之润滑。鸡子不可太老,亦不可全枚煨熟,当取软滑无凝结之状。酒渍面包块,初时取微温者,进二三小块;其后所投则咸用冷物,除非体内尚伏有炎症。酒当清香醇美,不可过涩,质地绝不可浓浊。希腊酒当用希俄斯酒、莱斯博斯酒,以及诸岛所产之轻淡之品;意大利酒则取索伦托酒、丰迪酒、法勒努斯酒,倘不甚涩,亦可用塞尼亚酒;然其中凡过陈或过新者,皆在摈弃之列。初起之时,当在转危期前投以温热之酒,不少于四基亚托斯,不多于一科提勒,纵令其能饮亦不可过量;于饮酒后进以薄食,若炎症之候已退,复进冷酒,以解其烦渴。若病势危笃,亦不可单饮,必与食同进;盖须预设垫底之物,免使酒力直冲上脑而乱神明。既施此法,仍当从旁扶持;若稍停之余病者欲寐,当力保其清静。 倘若冷汗如雨,脉息几欲断绝,声厉气微,连胸膛亦复冰冷,则病者能饮几何,即当任其饮酒几何。盖于周身冰冷之躯,唯酒乃生之希望。故若夙昔习于饮酒,则或时进饮,或时以酒佐食;其间必令有间隙,以休歇病苦及进食所致之疲顿。因患者气力既微,即令咀嚼进食亦觉甚苦。是故病者自身当刚毅开朗,医者亦当以嘉言慰藉使其满怀希望,并以诸般甘旨与清酒全力救助之。
- 2.3τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον
由无人称动形容词(χαριστέον)构成的句式。与格 τοῖσίδε 作动作对象(“向这些病患”),属格 τῶν ἄλλων 作副词 μᾶλλον 的比较属格(“较之常人”),意为“对此类病患当比常人更加顺从其意愿”。
- 2.3ἐς τὸ μὴ θανεῖν ἤρκεσε
介词 ἐς 与带冠词不定式 τὸ μὴ θανεῖν 连用,作动词 ἤρκεσε 的目的/结果补足语(“足以达到免死之效”)。否定词 μή 否定不定式本身,字面意为“向着不死”。
- 2.3προυπερηρεῖσθαι δὲ χρὴ
复合动词 προ-υπ-ερείδω(由 πρό '预先' + ὑπό '在……之下' + ἐρείδω '支撑/筑基' 复合而成)的完成时被动/中动不定式。此处指医学上的比喻用法,即在饮酒前“须预先用食物作垫底支撑”,以免酒力直接戕害胃府神明。
- 2.3σφυγμοὶ δὲ πρὸς ἀκινησίην
省略性简练结构,介词短语 πρὸς ἀκινησίην 之前省略了表示倾向或状态的动词(如 ῥέπωσι 或 ὦσι),意指“脉搏趋于止息断绝之状”。
